Ancient Greek
1.78 to 1.93
Scholia in Homerum, Scholia in Iliadum 1.78-2-93
Not analysed yet
167. ὅτι τὸ ἀμήχανος δύο σημαίνει, ἓν μὲν ἀνίκητος, ἓν δὲ ἀντὶ τοῦ πρὸς ὃν οὐκ ἔστι μηχανὴν εὑρεῖν. ὅπερ καὶ νῦν σημαίνει, ἵνα τῶν πόνων ἀποστῇ. ἢ κακοπίαστος καὶ πρὸς πάντα ἕτοιμος. 168. *ἐν ἄλλῳ τὸν δʼ ἠμείβετ’ ἔπειτα. 169. *φίλος] Ἀριστοφάνης τέκος. 173. ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς] ἀντὶ τοῦ τὰ πράγματα ἡμῶν τριχὸς ἤρτηται, ὅ ἐστιν ἐν ἐσχάτῳ κινδύνῳ ἐστὶν καὶ ἐπὶ ὀξύτητος κινδύνων, μεταφορικῶς. συσταλτέον δὲ διὰ τὸ μέτρον τὴν ξυ συλ- λαβήν. 175. Αἴαντα ταχὺν καὶ Φυλέος υἱόν] ὅτι διαστέλλει τῷ ἐπιθέτῳ τὸν Λοκρὸν τοῦ Τελαμωνίου, καὶ πρὸς Ζηνόδοτον γράφοντα ἐκεῖ( Il. 19, 239) “Φυλείδην τε Μέγην τε,” τὸν Φυλείδην οἰόμενον ὄνομα κύριον. 176. *οὕτως διὰ τοῦ ν ἄνστησον αἱ Ἀριστάρχου. *διὰ μέσου τὸ σὺ γάρ ἐσσι νεώτερος. 180. *ἐν ἀγρομένοισιν ἔμιχθεν] ἐν ἄλλῳ, ἐν ἀγρομένοισι γένοντο. 182. εἵατο] καθέζονται μὲν, ἵνα μὴ ἡ ἀνάκλισις ὕπνον ἐμποιήσῃ, οὐχ ἑστᾶσι δὲ, ἵνα μὴ πρὸ τῆς χρείας κάμωσιν. 187. ὅτι σαφῶς τὸ νήδυμος σὺν τῷ ν. καὶ ἐπὶ τῶν ἀμφιβόλων οὖν οὕτως γράφεται. 188. φυλασσομένοισι] ὅτι ἀντὶ τοῦ φυλάσσουσι, παθητικὸν ἀντὶ ἐνεργητικοῦ. 189. ὅτι οὐ λέγει, ὁππότʼ ἀκούοιεν τῶν Τρώων ἐπιόντων, τότε πρὸς τὸ πεδίον τετραμμένοι ἦσαν· οὐδὲ γὰρ ἐπεληλύθεισαν· ἀλλὰ φοβούμενοι μὴ ἐπελεύσονται οἱ Τρῶες, τετραμμένοι ἦσαν πρὸς τὸ πεδίον. 194. τάφροιο διέσσυτο] διέβη διὰ τῆς τάφρου, ἵνα μὴ θόρυβος ἐν τῷ στρατοπέδῳ γίνηται, τὴν μὲν σύνοδον ὁρώντων, τὴν δὲ αἰτίαν ἀγνοούντων. ἢ ἵνα μὴ γνῶσιν ὅτι κατάσκοποι πέμπονται, ἢ εἰς εὐθυμίαν τῶν κατασκόπων, ἵνα ἀφοβώτερον τνγχάνωσιν ἐγγὺς ὄντων. 195. *βουλήν] ὅτι ἐλλείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς βουλήν. 199. *πρὸς Ἴστρον, ὅτι οὐ γέγονε νεκρῶν ἀναίρεσις. *τὸ ἑξῆς ἐν καθαρῷ νεκύων, ὅθι διεφαίνετο χῶρος. 202. πίφαυσκον] ἐνεφάνιζον, ἔλεγον. φῶ φαύω καὶ πιφαύθ, πιφαύσκω. 203. *μύθων ῆρχε] ἐν ἄλλῳ τοῖσι δὲ καὶ μετέειπε.