Ancient Greek
1.78 to 1.79
Scholia in Homerum, Scholia in Iliadum 1.78-79
Not analysed yet
179. ἀμφότερον] τοῦτο συναπτέον τῷ ἀγαθός, ἵνʼ ᾖ κατʼ ἄμφω ἀγαθός· καὶ τὸν ἰσχυρὸν γὰρ ἀγαθόν φησιν. μέγιστα δὲ πρὸς βασιλείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγματευόμενα. 180. ἐμὸς ἔσκε κυνώπιδος] πρὸς τὴν σημασίαν ὑπήντησεν· τὸ γὰρ δαὴρ ἐμός δηλοῖ τὸ δαὴρ ἐμοῦ τῆς κυνώπιδος.