Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.79
Not analysed yet
113. Κλυταιμνήστρης] ἡ Κλυταιμνήστρα γυνὴ μὲν Ἀγαμέμ- νονος, Τυνδάρεω δὲ καὶ Λήδας τῆς Θεστίου θυγάτηρ, Ἑλένης δὲ ἀδελφή. προβέβουλα] ἀπὸ τοῦ βούλω, μέσος μόνος ὀφθεὶς ἐν τοῖς ἐνεργη- τικοῖς. κουριδίης ἀλόχου] διὰ τί ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον τῆς γαμετῆς προκρίνει: λέγει γὰρ Κλυταιμνήστρης προβέβουλα. καὶ οἱ μέν φασιν ὅτι ἕνεκα τοῦ μὴ δοκεῖν Ἕλλησιν ἐφʼ ὕβρει κατέ- χεσθαι τὴν κόρην· οἱ δὲ ὅτι ἐπαινεῖ τὴν Χρυσηΐδα, ἵνα μὴ τὰ. τυχόντα τοῖς Ἕλλησιν, ἀλλὰ τὰ μέγιστα δοκῇ χαρίζεσθαι· ἔνιοι. δὲ ἵνα ψευδόμενον ἀποδείξῃ τὸν Κάλχαντα. πῶς γὰρ ὀργίζοιτο ἂν- ὁ θεὸς τῆς αἰχμαλώτου μηδὲν ἐφύβριστον πασχούσης;