Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.80
Not analysed yet
114. οὔ ἑθεν] οὕτως ὀξυτονητέον τὴν οὔ ἀπόφασιν, ἵνʼ εἰς ἀπλῆν μεταληφθῇ ἡ ἀντωνυμία· τοῦτο γὰρ καὶ Ἀρίσταρχος παρήγγειλεν· ἐὰν γὰρ ὀρθοτονήσωμεν, ἔσται τὸ ἑαυτῆς σύνθετον, οὕτως ὡς τὸ “οἳ ἔθεν ὀτρύνοντος” (Il. 15, 199), καὶ “οὓς ἕθεν εἵνεκʼ ἔπασχον” (l. 3, 128).