Ancient Greek
1.8 to 1.10
Scholia in Homerum, Scholia in Iliadum 1.8-3-10
Not analysed yet
14. *ἐπʼ ἀλλήλοισιν] ἀντὶ τοῦ ἐπʼ ἀλλήλους. 17. ??οὐδ᾿ ἔβαλ᾿] ἀντὶ τοῦ οὐκ ἐπέτυχεν. 19. μεταμάζιον] οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ μετάφρενον καὶ ἐνώπιον. παρῆκται δὲ παρὰ τὸ μαζός καὶ τὴν μετά, ὡς παρὰ τὸ χθονός καὶ τὴν ἐπί ἐπιχθόνιος, παρὰ ποταμόν παραποτάμιος. γίνεται γὰρ καὶ ἀπὸ δύο λέξεων κατὰ παράθεσιν ἕν τι παραγωγὸν, ὡς τὸ Νεαπολίτης καὶ ἄλλα μυρία.