Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.7-4
Not analysed yet
9. ἦν δέ τις] τοῦτο τὸ εἶδος διήγησις λέγεται. τρεῖς δὲ ἀρεταὶ διηγήσεως, σαφήνεια, συντομία, πιθανότης, ἅπερ ἐνέθηκεν, τὸ ἔθνος, τὸ ὄνομα, τὴν τύχην, τὸν τρόπον, τὴν ἀρχὴν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετὴν παραστήσας. Δάρης ὡς Χάρης· ὁμολογεῖ καὶ ἡ γενική· Δάρητος γὰρ ὡς Χάρητος. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς σαφοῦς, ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα, ἓν ἔχοντα σύμφωνον, εἰς ους περατοῦται κατὰ τὴν γενικὴν, σαφοῦς πρηνοῦς πρυλοῦς φραδοῦς “φραδέος νόου ἔργα” (Il. 24, 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματος κλίσις. περὶ δὲ τοῦ ψιλῆτος παρʼ Αἰσχύλῳ καὶ τοῦ “Κουρῆτές τʼ ἐμάχοντο” (Il. 9, 529) καὶ τοῦ κριτής ἐν τοῖς περὶ ὀνομάτων ἀποδώσομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρης ἤτοι παρὰ τὸ δείρω. καὶ ἐκδείρω (ἐοικὸς γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης· ἐτράπη οὖν τὸ ε εἰς ᾱ· ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ.