Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.8-4
Not analysed yet
13. ἐς Τάρταρον] ὡς τὰ οὐράνια τρία διαστήματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων, οὕτως καὶ ἀπὸ γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς Τάρταρον. ἐναντίος δὲ Ὀλύμπῳ ὁ Τάρταρος· ὁ μὲν γὰρ οὔποτʼ ἀνέμοισι τινάσσεται οὐδέ ποτʼ ὄμβρῳ (Od. 6, 43), ὁ δὲ καὶ τετάρακται καὶ ψυχρὸς εἶναι δοκεῖ· καὶ γοῦν τὸ σφόδρα ῥιγοῦν ταρταρίζειν φασί. καὶ ὁ μὲν ὅλος καταλάμπεται, ὁ δὲ ἠεροειδής ἐστι. Τάρταρος τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον μέρος κατώτατον τοῦ Ἅιδου, καὶ ἐν βαθυτάτῳ κείμενον τόπῳ. ἢ τὸν χαλεπὸν καὶ δυσχερῆ λέγει. ὠνόμασται δὲ διὰ τὸ ἐκτεταράχθαι καὶ συγκεχύσθαι τὰ ἐν αὐτῷ πάντα. οἱ δὲ τὸ ἀφώτιστον τῆς οἰκουμένης μέρος ἀπεδέ- ξαντο.