Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.9-3
Not analysed yet
16. τόσσον ἔνερθʼ Ἀΐδεω] τοσοῦτόν φησι τὸν Τάρταρον ἀφεστάναι τοῦ Ἀιδου ὅσον ὁ οὐρανός τῆς γῆς. διὰ δὲ τούτων σφαιροειδῆ τὸν κόσμον συνίστησι, κέντρου λόγον ἐπέχουσαν εἰσαγαγὼν τὴν γῆν, καὶ τὰς ἀπʼ αὐτῆς ἐκβαλλομένας εὐθείας εἰς ἑκάτερα τὰ πέρατα ἴσας λέγων εἶναι. πρὸς τὴν καθʼ Ὅμηρον τοῦ κόσμου τάξιν. καὶ ὅτι οὐδὲν τοιοῦτον ἐπὶ τοῦ Ὀλύμπου λέγει. καὶ ὅτι λείπει τὸ ὕπερθεν, ὅσον ἐστὶν ὕπερθεν.