Ancient Greek
1.81 to 1.82
Scholia in Homerum, Scholia in Iliadum 1.81-2-82
Not analysed yet
183. δεδμήατο] ἡ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζῴων· δαμάζονται γὰρ κυρίως ταῦτα. τοῦτο δὲ ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων· τοιοῦτόν ἐστι καὶ τὸ πεφοβήατο. ἔστι δὲ συγκεκομμένον· παρὰ γὰρ τὸ δαμῶ δεδαμέατο ἦν τὸ ἐντελές. δύο οὖν πάθη ὑπέμεινε, συγκοπὴν τοῦ ᾱ καὶ ἔκτασιν τοῦ ε. 184. ἤδη καὶ Φρυγίην] ὅτι διαφέρει ἡ Φρυγία τῆς Τροίας καθʼ Ὅμηρον, οἱ δὲ νεώτεροι συγχέουσιν. καὶ ὅτι τὸ ἤδη παρείληπται ἀντὶ χρονικοῦ τοῦ ποτέ· διὸ καὶ παραλλήλως λέγεται τὸ ἤδη τῷ ποτέ· “ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθεν” (205).