Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.83-2
Not analysed yet
189. Ἀμαζόνες ἀντιάνειραι] αἱ Ἀμαζόνες λέγονται εἶναι Ἄρεως καὶ Ἀφροδίτης θυγατέρες, τραφεῖσαι παρὰ Θερμώδοντι ποταμῷ τῆς Σκυθίας. ἐκλήθησαν δὲ οὕτως διὰ τὸ τὸν δεξιὸν μασθὸν ἐκτέμνεσθαι ὡς ἐμποδίζοντα αὐταῖς ἐν τῷ τοξεύειν. Μελανίππη καὶ Ἱππολύτη θυγατέρες Ἄρεως, τῶν Ἀμαζονίδων προηγούμεναι τῆς στρατείας. αὗται δὲ πειρώμεναι τὴν Φρυγίαν ὑφʼ αὑτὰς ποιῆσαι διὰ τὸ τὴν χώραν ἱπποτρόφον εἶναι καὶ ἀμπελώδη, παντὶ τῷ στρατεύματι παρασκευασθεῖσαι παρέτυχον εἰς τὴν προει- ρημένην χώραν, καὶ στρατόπεδον ἔθεντο πρὸς τὸν Σαγγάριον ποταμόν. τῶν δὲ Φρυγῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἡγεμόνες ἤσαν Μύγδων καὶ Ὀτρεὺς, οἵτινες τὴν σφῶν αὐτῶν στρατείαν ἐξήνεγκαν καὶ πρὸς τὸν αὐτὸν τόπον παρεγένοντο τῶν Ἀμαζονίδων πρὸς τὸ κωλῦσαι αὐτὰς μὴ ἐπιβῆναι τοῖς ἑαυτῶν ὅροις. καὶ ὁ Πρίαμος τῆς Τροίας βασιλεὺς ἐστρατεύετο κατὰ Ἀμαζόνων σὺν αὐτοῖς, κατʼ ἐκεῖνον ἀκμάζων τὸν καιρόν.