Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.82-2
Not analysed yet
185. Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴνων Λάμπε τε δῖε] ἀθετεῖται, ὅτι οὐδαμοῦ Ὅμηρος τεθρίππου χρῆσινπαρεισάγει. μάχεται δὲ καὶ τὰ ἐπαγόμενα δυϊκὰ, καὶ ἡ προσφώνησις εὐήθης. βραχὺ δὲ δια- σταλτέον καθʼ ἕκαστον ὄνομα. κἂν συνάπτηται δὲ, τὸ ψυχρὸν ἐκεῖνο οὐ δύναται νοεῖσθαι, ὅτι δύο μέν ἐστιν ἐπίθετα, δύο δὲ κύρια, ἐπεὶ οἱ σύνδεσμοι παρακείμενοι χωρίζουσιν αὐτὰ ἀπʼ ἀλλήλων· τὰ δὲ κύρια πρὸς τὰ ἐπίθετα οὐδέποτε συνδεῖται.