Ancient Greek
1.83 to 1.90
Scholia in Homerum, Scholia in Iliadum 1.83-3-90
Not analysed yet
186. *ἀποτίνετον] ὅτι ἐπὶ δυεῖν ἡ φράσις, ἀλλʼ οὐκ ἐπὶ τεσ- σάρων. 189, 190. τὸ ἑξῆς τοῦτό ἐστιν· ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι, οἶνόν τʼ ἐγκεράσασα πιεῖν ὅτε μοι θυμὸς ἀνώγει. ἰστέον δὲ ὅτι πρὸ τοῦ εὑρεθῆνμαι τὴν τῶν ποτηρίων χρείαν κέρασιν οἶνόν τʼ ἐγκεράσασα ἔπινον. ἀθετεῖται, ὅτι γελοιότατος ἐπὶ ἵππων ὁ στίχος, ὅτι οἶνον ἵπποι οὐ πίνουσι. καὶ ὅτε θυμὸς ἀνώγοι εἰς μέθην γελοῖον. *καὶ παρὰ Ἀριστοφάνει ἀθετεῖται. 191. ἐφομαρτεῖτον καὶ σπεύδετον] ὅτι ὡς πρὸς δύο τοῖς δυϊκοῖς σχήμασι χρῆται· διὸ ἀθετητέον τὸν προκείμενον στίχον, ἐν ᾧ τέσσαρά ἐστιν ὀνόματα. *ὄφρα λάβωμεν] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ αἴ κε λάβω- μεν. 192. ἀσπίδα Νεστορέην] αὐτὸν τὸν Νέστορα περιφραστικῶς. ἔνιοι δὲ τὸ ὅπλον· ἡφαιστότευκτον γὰρ ἦν. 193. *πᾶσαν] ὅτι ἀντὶ τοῦ ὅλην. κανόνας] ῥάβδους αἷς ἐκράτουν τὰς ἀσπίδας· οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν, οὓς ὄχανα ἐκάλουν· ὕστερον γὰρ οὗτοι ἐπενοήθησαν ὑπὸ Καρῶν, ὡς καὶ Ἀνακρέων φησὶ “καριοεργέος ὀχάνοιο.” 195. τὸν Ἥφαιστος κάμε τεύχων] ὅτι ἡφαιστότευκτα τὰ “πλα· ἀπὸ γὰρ Γλαύκου ἔλαβεν. καὶ ἀπὸ τῶν ὅπλων ἐπὶ τοὺς ἄνδρας ἀναφέρεται, καὶ οὐκ ἔστιν ἀλληγορία. 199. *μακρὸν Ὄλυμπον] ὅτι μακρὸν Ὄλυμπον ὡς ὄρος. 203. Ἑλίκη πόλις ἐν Πελοποννήσῳ Ποσειδῶνος, ἀφʼ ἦς αὐτὸν Ἑλικώνιον ὁ ποιητὴς καλεῖ.