Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.83
Not analysed yet
117. βούλομʼ ἐγὼ λαὸν σόον] ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν ὡς τῆς διανοίας εὐήθους οὔσης. οὐ δεῖ δὲ αὐτὸν ἰδίᾳ προφέρεσθαι, ἀλλὰ συνάπτειν τοῖς ἄνω· ἐν ἤθει γὰρ λέγεται. σόον ἔμμεναι] οὕτως, σῶν, αἱ Ἀριστάρχον, οὐ διῃρημένως σόον, ἀλλὰ σῶν. συνάδει καὶ τὸ “νῦν μοι σῶς αἰπὺς ὄλεθρος” (Od. 5, 305). ἔσθʼ ὅπου δὲ καὶ διαιρεῖ· “σόον δʼ ἀνένευσε” (Il. 16, 252). ὁ δὲ λόγος τοιοῦτος· θέλω, φησὶν, ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι καὶ αὐτὸς ἀπολέσθαι· ὁ γὰρ ἤ σύνδεσμος ἀντὶ τοῦ καί παρείληπται τῷ ποιητῇ. Πορφύριος δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπο- λέσθαι ἐγώ.