Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.84
Not analysed yet
120. λεύσσετε] Ἀρίσταρχος διὰ δύο σσ, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ τοῦ μέλλοντος, ὡς ἄξετε οἴσετε, “καταβήσεο δίφρου” (Il. 5, 109). ὅ μοι] ἀποκοπὴ τοῦ ὅτι μοι. γέρας ἔρχεται ἄλλῃ] σὺν τῷ ι τὸ ἄλλῃ. καὶ ἔστιν ἄλλοσε, ὥσπερ τὸ πάντῃ. ὁ γὰρ νοῦς τῶν λεγομένων τοιοῦτος· ἐμοὶ δὲ γέρας παρα- σκευάσατε, ὅπως μὴ ὑπολειφθῶ ἀγέραστος ἐν τοῖς Ἕλλησιν· ὁρᾶτε γὰρ δή μου τὸ γέρας ἀλλαχόσε ἀπερχόμενον. θαυμάσειε δʼ ἄν τις Πτολεμαίου τοῦ Ὀροάνδου τὴν ἀπειρίαν· ἐν γὰρ τῷ τρίτῳ τῶν Ὁμη- ρικῶν ὑποδειγμάτων παραδεικνὺς ὅτι ἀντὶ τοῦ ἑτέρου τῷ ἄλλῳ ἔσθʼ ὅπη καταχρῆται Ὅμηρος, καὶ τοῦτο φέρων ἐντέθεικε τὸ μαρτύριον “ὅ μοι γέρας ἔρχεται ἄλλῃ,” ὡς ἐκεῖνο “πῦρ ἕτερον μὲν ὑπʼ αἰθούσης εὐερκέος αὐλῆς, ἄλλο δʼ ἐνὶ προδόμῳ (II. 9, 472) καὶ “ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ” (Il. 9, 313). ἁπλῶς δʼ ἔοικε νοῦς ὑγιὴς μὴ ὑποφαίνεσθαι διὰ τῆς ἐκδοχῆς ταύτης· καὶ εἴη ἂν τὸ παρόραμα οὐκ ἐπιστήσαντος αὐτοῦ τοῖς παραδείγμασιν.