Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.84-2
Not analysed yet
145. πόντου Ἰκαρίοιο] τοῦ Ἰκαρίου πελάγους, κεκλημένου οὕτως ἀπὸ Ἰκάρου τοῦ Δαιδάλου παιδὸς, πεσόντος εἰς αὐτὸ καὶ ἀπολομένου οὕτως. μετὰ τὴν τῆς Πασιφάης πρὸς τὸν ταῦρον μιξιν Δαίδαλος εὐλαβούμενος τὴν Μίνωος ὀργὴν, πτερωτὸς σὺν Ἰκάρῳ τῷ υἱεῖ ἐφέ- ρετο· καταπεσόντος δὲ τοῦ παιδὸς τὸ ὑποκείμενον πέλαγος Ἰκάριον μετωνομάσθη. ὁ μέντοι Δαίδαλος διαπτὰς εἰς Κάμικον τῆς Σικελίας καὶ τὸν υἱὸν αὐτοῦ ἐκδεχόμενος ἔμεινε παρὰ ταῖς Κωκάλου θυγατρά- σιν, ὑφ᾿ ὧν ὁ Μίνως, ἥκων εἰς ἐπαναζήτησιν τοῦ Δαιδάλου, ἀποθνή- σκει καταχεθέντος αὐτοῦ ζεστοῦ ὕδατος. ἱστορεῖ Φιλοστέφανος καὶ Καλλίμαχος ἐν Αἰτίοις. *ἐπὶ τὸ Ἰκαρίοιο στιγμή· βραχὺ δὲ διαστελοῦμεν ἐπὶ τὸ ἀγορή.