Ancient Greek
1.85 to 1.89
Scholia in Homerum, Scholia in Iliadum 1.85-2-89
Not analysed yet
146. *ὤροῤ] ἀπὸ τοῦ ὄρωρε ὑπέρθεσις χρόνου. 147. ὡς δ᾿ ὅτε κινήσῃ Ζέφυρος] ἠπειρωτικὴ ἡ παραβολὴ, ὅπερ ἄμεινον· ἡ πρώτη μὲν τὸν τάραχον, ἡ δὲ δευτέρα τὴν ὁμοθυμαδὸν ὁρμὴν παρίστησιν. πρὸς συμπλήρωσιν τῶν σταχύων οἱ ζέφυροι πνέουσιν. 148. ὅτι χωρὶς προθέσεως εἴρηκεν, ἀντὶ τοῦ ἐπικαταιγίζων· αἰγί- δας γὰρ ἔλεγον ἂς ἡμεῖς καταιγίδας. καὶ ὅτι πτῶσις ἤλλακται· ἀντὶ τοῦ ἐπιμύει δὲ τοὺς ἀστάχυας, οἷον ἐπικλίνει. ἠμύει] ἠμύει τὸ λήιον τοῖς στάχυσιν, ὡς “ἔφριξεν δὲ μάχη ἐγ- χείῃσιν” (ΙΙ. 13, 339)· ἢ οἱ στάχυες τῷ ἀνέμῳ ἠμύουσιν. *ὑποστιγμαὶ ἐν ὑποκρίσει ἐπὶ τὸ ἐπαιγίζων καὶ ἀσταχύεσσιν. 150. *νῆας ἐπ᾿ ἐσσεύοντο] οὕτως, νῆας ἐπ᾿ ἐσσεύοντο. οὐκ ἀναστρέφεται ἡ πρόθεσις, ὅτι συνήλειπται. διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου σημαινομένου τὸν Ἀρίσταρχον κατὰ ἀναστροφὴν ἀνεγ- νωκέναι τὸ “στεῦτο γὰρ Ἡφαίστοιο πάῤ οἰσέμεναι” (ΙΙ. 16, 191). οὐκ ἀναστρέφονται γὰρ, εἰ μὴ ἐπὶ τέλους κέωνται ῥῆμα δηλῶσι. 152. *ἅπτεσθαι—δῖαν] ἐπιλαμβάνεσθαι, ὡς τὸ “ἑανοῦ ἁπτομένη” (ΙΙ. 16, 9).