Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.84-4
Not analysed yet
150. Ἱρήν] Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ τῷ ἱρήν. εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα, ὥσπερ ἐδηλώσαμεν ἐπὶ τοῦ “Ῥίπην τε Στρατίην τε” (Il. 2, 606) “Ὄρθην” (ib. 739). ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος. καὶ πάλιν ὡς ἐπʼ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων. καὶ ἔστιν ὁρί- σασθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀναστρέφοντος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων πινυτή· “μήτηρ πινυτή” (Od. 20, 31), Ἀγαυή. οὕτως καὶ ἱρή.