Ancient Greek
1.85 to 1.88
Scholia in Homerum, Scholia in Iliadum 1.85-4-88
Not analysed yet
153. νέαται] ὡς κέαται. σημαίνει δὲ τὸ ναίονται, γενόμενον παρὰ τὸ νῶ, οὗ παραγωγὸν ναίω. ὅσοι δὲ παροξύνουσιν, ὡς ἐπὶ τοῦ ἔσχαται κατὰ τὸ νοητὸν παραλαμβάνουσιν· οὐδʼ εὐθεῖαν δὲ ὑγιῶς παροξύνουσιν· ὀφείλει γὰρ ὁμοτονεῖν τῷ νέατοι. Ἀπολλώνιος δὲ διὰ τοῦ κ γράφει κ έ αται. *ὄτι ἀντὶ τοῦ ναίονται. ἔνιοι δὲ ἀντὶ τοῦ ἔσχαται, οὐκ εὖ. 154. *πολύρηνες πολυβοῦται] διὰ τοῦ ἑτέρου ρ τὸ πολύρρηνες αἱ Ἀριστάρχου. 155. *Ἀρίσταρχος τιμήσονται. 156. καί οἱ ὑπὸ σκήπτρῳ] καὶ ὑπʼ αὐτοῦ βασιλευόμενοι εἰρηνικῶς βιώσονται. ὅσα δεῖ βασιλέα λαμβάνειν παρὰ τῶν ὑπηκόων, εὐκόλως δώσουσιν, τουτέστι καὶ ὑποταγέντες αὐτῷ κατὰ τὸ δίκαιον λαμπροὺς φόρους τελέσουσιν. ἡ διπλῆ δὲ, ὅτι χρόνος ἐνήλλακται, τελέουσιν ἀντὶ τοῦ τελέσουσιν.