Ancient Greek
1.84 to 1.88
Scholia in Homerum, Scholia in Iliadum 1.84-5-88
Not analysed yet
178. ἡ τελευταία λέξις ἡ ἀνάγκῃ κεχωρίσθαι ὀφείλει τῶν ἄνω, ἵνα σαφέστερον περιστῇ ἥ τε ἐπίτασις καὶ ἡ ἐναντίωσις. δυνατὸν δὲ καὶ συνάπτοντα μέχρι τοῦ νηῶν ἀπʼ ἄλλης ἀρχῆς λέγειν ἠμύνοντο, ἵνα ᾖ ἀχνύμενοι περὶ νηῶν. 179. *ἐν ἄλλῳ θυμῶ. 180. ἡ ταρ πλεονάζει ἐν τῷ ἐπιτάρροθοι ὡς ἐν τῷ ἀταρτηρός. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοῖς κυσὶ βοῇ κελευόντων. 193. Ἰαμενόν] Ἀρίσταρχος ψιλοῖ· ὁ δὲ Ἀσκαλωνίτης φησὶν, ἐὰν μὲν ἀπὸ τῆς ἰάσεως, ψιλωτέον, ἐὰν δὲ ἀπὸ τῆς ὁρμῆς, δασυντέον. ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου· οὐδὲν γάρ ἐστι κωλῦον τὴν ἀνάγνωσιν αὐτοῦ. *Ὀρέστην] πρὸς τὴν ὁμωνυμίαν. 195—199. ὑποστιγμὴ ἐν ὑποκρίσει, μμρμμαίροντα, ἕποντο· διαστολαὶ δὲ ἔσαν, νῆες. ἡ δὲ ἀνταπόδοσις οἵ ῥ ἔτι μερμήριζον. διόπερ οὐ χωριστέον στιγμαῖς· εἷς γὰρ ὁ λόγος.