Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.83-5
Not analysed yet
177. ἄλλως ἢ τὸ θερμὸν τῆς μάχης πῦρ φησί· δύναται δὲ καὶ κυρίως πῦρ λέγειν, ἵνα καὶ τὸ τεῖχος αὐτὸ ἐμπρῆσαι ἐπιχειροῦντας τοὺς βαρβάρους εἰσάγῃ. λιθίνου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόντων, ἐκ τῆς σνγκρούσεως τῶν βαλλομένων πῦρ ἅπτεσθαί φησι πανταχόθεν τοῦ τείχους. ἔχει δὲ ἔμφασιν ὁ λόγος. βραχὺ διασταλτέον ἐπὶ τὸ πῦρ· ἔστι γὰρ τεῖχος λάινον τὸ ἑξῆς. ἄκαιρον γὰρ τὸ λάῖνον πῦρ εἴ τις συνάπτοι.