Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.85
Not analysed yet
124. οὐδέ τί πω] διὰ τοῦ ο καὶ υ, οὕτως καὶ ἡ Σωσιγένους καἰ ἡ Ἀριστοφάνους. οὐδέ τί πω ἴδμεν ξυνήϊα κείμενα πολλά] τινὲς ἐπὶ τὸ κείμενα στίζουσι, καὶ τὸ πολλά τοῖς ἑξῆς συνάπτουσι, κακῶς. ξυνὸν δὲ ξυνεῖον ὡς κοινὸν κοινεῖον· καὶ διαίρεσις Ἰωνικὴ ξυνήϊον.