Ancient Greek
1.87 to 1.88
Scholia in Homerum, Scholia in Iliadum 1.87-88
Not analysed yet
127. ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες] οὐ χάριν αἰτεῖ, ἀλλʼ ὡς κακῷ δανειστῇ κέχρηται, καὶ διπλᾶ καὶ τριπλᾶ ἀποδώσειν ἐπαγγέλλεται. 128. ἀποτίσομεν] πιστοῦται τὴν ὑπόσχεσιν ὡς ἐπὶ δανείου, καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει. αἴ κέ ποθι Ζεύς] ὅτι μεθʼ ὑπεξαιρέσεως δεῖ ποιεῖσθαι τὰς ὑπο- σχέσεις διὰ τὸ ἄδηλον τῆς τύχης.