Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.89
Not analysed yet
129. Τροίην] οὕτως Ἀρίσταρχος τρισυλλάβως, καὶ ἐνθάδε καὶ ἐν τῇ Λ τῆς Ὀδυσσείας (510) “ἤτοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φράζευ.” καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς Ὁμηρικῆς ἰδίωμα παραφυλάξαι οὕτως, ὡς ὅτι εἴ που λέγει τὸ Τροίη δισυλλάβως, οὐδέποτε ἐπιφέρει τὸ πόλις, οἷον “εἰσόκε περ Τροίην διαπέρσομεν” (Il. 9, 46) “ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες” (Il. 16, 698) “Τροίῃ ἐν εὐρείῃ (Il. 24, 256), καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτως ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην· “δῷσι πόλιν Τροΐην” καὶ τὸ “ἤτοι ἀμφὶ πόλιν Τροίην” (Od. 11, 510). τοῦτο ὁ Ἡρωδιανός. δῷσι πόλιν Τρωίην] ὅτι Ζηνόδοτος γράφει δῷσι πόλιν Τροίην, ὡς ἐπὶ τὴν Ἴλιον βουλόμενος γενέσθαι τὴν ἀναφορὰν, ἀπιθάνως· ἄδηλον γὰρ ἦν εἰ ἑλοῦσιν αὐτήν. ἔστιν οὖν ὁ λόγος περὶ μιᾶς πόλεως τῶν περιοίκων· ταύτας γὰρ ἐπόρθει ὁ Ἀχιλλεύς. διὸ καὶ ἐν τρισὶ συλλαβαῖς ἀναγινώσκεται. Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητὴν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῶσί φασι πληθυν- τικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ τὸ δῷ ἑνικὸν ἐκτεταμένον, ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι. τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ (1, 168), τὸ “φῇσιν ἐλεύσεσθαι,” καὶ τὸ “εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα” (Od. 8, 318). κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προσκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ ὁ Ἡρω- διανός.