Ancient Greek
1.87 to 1.94
Scholia in Homerum, Scholia in Iliadum 1.87-2-94
Not analysed yet
200—202. ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει. μετὰ ἐπαίνων δὲ περὶ ἑκάστου ἐκτίθεται διὰ τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ. 201. ἐν δήμῳ Ἰθάκης] ἔστι νῆσος τῆς Κεφαλληνίας· καὶ τόπος δέ ἐστιν ἐν Ἰθάκῃ Δῆμος καλούμενος. ὁτὲ δὲ ἡ λέξις δηλοῖ τὸ πολὺ σύστημα καὶ πλῆθος τῶν ἀνδρῶν. 205. *ὅτι παραλλήλως τὸ ἤδη τῷ ποτέ. 206. σεῦ ἕνεκ’ ἀγγελίης] ὅτι Ζηνόδοτος γράφει σῆς ἕνεκ’ ἀγ- γελίης. οὐ λέγει δὲ συνήθως ἡμῖν, τῆς σῆς ἀγγελίας χάριν, ἅλ’ ἀγγελίης ἀντὶ τοῦ ἄγγελος. πρὸ τοῦ στρατεῦσαι τοὺς Ἕλληνας εἰς Τροίαν ἦλθον πρέσβεις Ὀδυσσεὺς καὶ Μενέλαος, ἀπαιτοῦντες Ἑλένην, ἐν οἷς τῶν ἄλλων αὐτοὺς μεθʼ ὕβρεως διωξάντων μόνος Ἀντήνωρ ξενίζει φιλοφρόνως. 207. *ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα] ὅτι παραλλήλως ἐξείνισα καὶ ἐφίλησα· τὸ γὰρ φιλεῖν ἐνίοτε ἀντὶ τοῦ ξενίζειν τίθησιν. 211. ἄμφω δʼ ἑζομένω] ὅτι Ζηνόδοτος σὺν τῷ ν γράφει ἑζομένων. τὸ δὲ ἄμφω δύο πτώσεις ἔχει, ἀμφότεροι ἢ ἀμφοτέρους. καὶ νῦν λέγει ἀμφότεροι δὲ καθήμενοι, κατʼ ἐναλλαγὴν πτώσεως, ἀντὶ τοῦ καθημένων δὲ ἀμφοτέρων. καὶ ἔστι σύνηθες ὡς ἐπʼ ἐκείνου “σὺν δὲ δύ᾿ ἐρχομένω” (Il. 10, 244)· “οἱ δὲ δύο σκόπελοι, ὁ μέν” (Od. 12, 73), ἀντὶ τοῦ τῶν δύο σκοπέλων. 212. ἀλλʼ ὅτε δὴ μύθους] τρεῖς τρόπους ῥητορείας οἶδεν Ὅμηρος, τὸν ἀπολελυμένον καὶ βραχὺν καὶ ἱκανὸν αὐτὰ τὰ ἀναγκαῖα παρα- στῆσαι, ὃν Λυσίας ἐζήλωσεν· τὸν δὲ ὑψηλὸν καὶ καταπληκτικὸν καὶ μεστὸν ἐνθυμημάτων, καὶ τούτων ἀθρόως ἐκφερομένων, ὡς νῦν, ὃν Δημοσθένης· τὸν δὲ πιθανὸν καὶ τεχνικὸν καὶ πολλῶν πλήρη δογ- μάτων, ὃν Ἰσοκράτης, τὸ γνωμικὸν καὶ σαφὲς ἐπιλεγόμενος. 213. ἐπιτροχάδην ἀγόρευεν] βραχυλόγοι γὰρ οἱ Λάκωνες ἀεί. δηλοῖ δὲ εὐφυέστερον ὡς ἀπὸ μὲν Μενελάου τὸν παρὰ τοῖς ῥήτορσι καλούμενον ἄνετον τρόπον, ἀπὸ δὲ Ὀδυσσέως τὸν σύντομον. ἐπʼ ἐκείνου μὲν γὰρ εἶπε “παῦρα μέν,” ἐπὶ δὲ Ὀδυσσέως προσέθηκε τὸ “καὶ ἔπεα νιφάδεσσιν ἐοικότα,” τουτέστι πυκνὰ καὶ πολλά.