Ancient Greek
1.95 to 1.97
Scholia in Homerum, Scholia in Iliadum 1.95-97
Not analysed yet
215. ἦ καὶ γένει ὕστερος ἦεν] ἐὰν βαρύνωμεν τὸν ἢ σύνδεσμον. διαστελοῦμεν βραχύ· κείσεται γὰρ ἀντὶ τοῦ εἴ συναπτικοῦ· ἐὰν δὲ περισπῶμεν, τελείαν στίξομεν· παραπληρωματικὸς γάρ ἐστι· καίτοι νεώτερος ἦν. *πιθανώτερον βαρύνειν τὸν η καὶ ἀντὶ τοῦ εἴ παραλαμβάνειν. 217. στάσκεν] οἶδεν ἡ στάσις πολλάκις ὑπόνοιαν εἴς τι κινεῖν. ῥητορικὴ οὖν ἡ στάσις Ὀδυσσέως. ἀφροσύνην δὲ σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶσιν, ἢ οἷα εἰκὸς Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν· τῇ εἰς ἑαυτὸν οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας. *ὑπαὶ] ὡς εἰ καὶ ἐντελὴς ἦν, οὕτως ἀναγνωστέον, φυλάττοντας τῆς προθέσεως τὸν τόνον. 218. *σκῆπτρον] σημειωτέον δὲ ὅτι ἕκαστος τῶν ἡγεμόνων σκῆ- πτρον εἶχεν ἴδιον, ὡς καὶ Ἀχιλλεὺς ἐν τῇ A ὄμνυσι κατʼ αὐτοῦ.