Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.88
Not analysed yet
212. κυκλόσʼ] Ἀρίσταρχος μὲν ὀνοματικῶς, ἵνʼ ᾖ ἀγηγέρατο κύκλος, ὁμοίως τῷ “ἀγρόμενοι πᾶς δῆμος” (Il. 20, 166)· τοιοῦτο γὰρ βούλεται σημᾶναι, κύκλος γενόμενοι. Νικίας δὲ καὶ ὁ Ἀσκα- λωνίτης κυκλόσε, ὡς “πόσε φεύγετε” (Il. 16, 422), ὅπερ καὶ πιθα- νώτερον. οὐ γὰρ δύναται ἐντελὴς εἶναι ἡ σύνταξις τοῦ Ἀριστάρχου, ἀγηγέρατο κύκλος· λείπει γάρ τι. διὸ ὁ Ἀρίσταρχος ἔξωθεν προστί- θησι τὸ γενόμενοι· εἰ δὲ προστίθησιν, ἄμεινον αὐτόθεν ἀναγινώσκειν κυκλόσε· τοιοῦτο γὰρ τὸ ἐπίρρημα τὴν προκειμένην σχέσιν σημαῖνον. εἰ δέ τις λέγοι, διὰ τί γὰρ τὸ ἀγρόμενοι πᾶς δῆμος εὐπαράδεκτόν ἐστιν, οὐκέτι δὲ τὸ ἀγηγέρατο κύκλος, ἴστω ὅτι τὸ δῆμος τῇ μὲν φωνῇ ἑνικόν ἐστι, τῷ δὲ σημαινομένῳ πληθυντικόν· τῷ οὖν σημαι- νομένῳ ἡ σύνταξις ἐγένετο, ὡς καὶ ἐπὶ τοῦ “ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο” (Il. 15, 305). οὔ γε μὴν ὁ κύκλος ἔχεται τού- του τοῦ σημαινομένου· διὸ οὐδὲ ἐντελὴς ἡ τοιαύτη σύνταξις ἐπʼ αὐτῷ δύναται γενέσθαι.