Ancient Greek
1.89 to 1.92
Scholia in Homerum, Scholia in Iliadum 1.89-2-92
Not analysed yet
213. *Ἀρίσταρχος Ἰακῶς ἕλκεν, καὶ αἱ πλείους. 214. τὸ πάλιν εἰ μὲν τοῖς ἡγουμένοις συντάττοιμεν, ἔσται τὸ ἄγεν ἀντὶ τοῦ κατεάχθησαν, ὡς “νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος” (Il. 3, 367), ἤτοι συνεσταλμένης τῆς ἀρχῆς ποιητικῶς, ἢ τοῦ ε ἀφῃρημένου ἀπὸ τοῦ ἔαγεν. ἐὰν δὲ τοῖς ἑξῆς προσδῶμεν αὐτὸ, ἔσται εἰς τοὐπίσω ἤχθησαν, τουτέστιν ὑπέστρεψαν. 216. ὅτι πάλιν τοῦ ζώματος μνησθεὶς τὸν θώρακα παραλέλοιπεν. 219. Χείρων εἷς τῶν Κενταύρων, εὑρείης ἰατρικῆς καὶ λυρικῆς, υἱὸς Κρόνου καὶ Φιλύρας, ἢ ὡς ἔνιοι Ποσειδῶνος.