Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.90-2
Not analysed yet
153. οὐρούς] ψιλοῦται· ἐν πλεονασμῷ γὰρ τοῦ υ ἐγένετο, ὡς καὶ ὅλος οὖλος. ἀνεγνώσθη δὲ κατ᾿ ὀξεῖαν τάσιν· οὕτω γὰρ Ἀρίσταρχος παρήγγελλεν. ἴσως δὲ σημειώδης ὁ τόνος· τὰ γὰρ εἰς ρος λήγοντα δισύλλαβα ἀπλᾶ ἔχοντα τὴν ου δίφθογγον ἐβαρύνετο, κοῦρος θοῦρος οὖρος· καὶ γὰρ ταῦτα περισσὸν ἔχει τὸ υ. ἴσως οὖν εἰς ἀποφυγὴν τοῦ ἐπὶ τοῦ ἀνέμου. καὶ γὰρ καὶ ἐπ᾿ ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ. ἀϋτὴ δ᾿ οὐρανὸν ἷκεν] μεγαλοφυῶς ἡ λέξις ηὔξησε τὴν ταραχὴν, ἣν κατελεπτολόγησε καὶ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν.