Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.91-2
Not analysed yet
206, 207. Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο] ἡ διὰ τὸν εἰ σύνδεσμον ἀποτελουμένη ὑποστιγμὴ πίπτει μετὰ τὸ Ζῆνʼ ὄνομα. ἀλλʼ εἰ μὲν ἐκ πλήρους ἔκειτο, οὐδὲν ἂν ἐζητεῖτο· ἐπεὶ δὲ συνήλειπται καὶ ὑπὸ τῶν γραμματικῶν μετενή- νεκται τὸ ν εἰς τὸν ἑξῆς στίχον, δύο παρηκολούθησεν ἄλογα, ἓν μὲν ὅτι μεταξὺ μιᾶς συλλαβῆς τῆς ναυ ὑποστιγμὴ πέπτωκεν, καὶ αὕτη χρόνου ἔχουσα διάστημα, παραπλήσια κἀκεῖνα “ὣς ἔφαθʼ, αἱ δʼ ἐπέμυξαν” (Il. 4, 20)· “ὣς ἔφαθ᾿, οὐδʼ ἀπίθησεν” (Il. 2, 166)· ἕτερον δὲ ὅτι συμβήσεται κατʼ ἀρχὰς τοῦ στίχου μετὰ τὸ ν μόνον στοιχεῖον διάστημα εἶναι τῆς ὑποστιγμῆς. *πρὸς τὴν συναλοιφὴν ἀντὶ τοῦ Ζῆνα. αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος] ὅτι Ζηνόδοτος ἀνάπαλιν αὐτοῦ κʼ ἔνθα κάθοιτʼ ἀκαχήμενος.