Ancient Greek
1.94 to 1.98
Scholia in Homerum, Scholia in Iliadum 1.94-98
Not analysed yet
159. *νῶτα θαλάσσης] οὐδετέρως τὸ νῶτον καὶ τὰ νῶτα λέγει ὁ ποιητὴς πανταχοῦ, καὶ Ἡσίοδος· καὶ οὐκ ἀρσενικῶς τὸν νῶτον. 160. ἀπὸ τούτου ἕως τοῦ ἐν Τροίῃ ἀπόλοντο (162) ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκεινται, ὅτι οἰκειότερον ἐν τῷ τῆς Ἀθηνᾶς λόγῳ ἑξῆς εἰσὶ τεταγμένοι (176), νῦν δὲ κοινότερον λέγονται. 161. Ἀργείην Ἑλένην] ὅτι Ζηνόδοτος γράφει Ἀργείην θ᾿ Ἑλένην, σὺν τῷ συνδέσμῳ, ὥστε εἶναι χωρὶς καύχημα, καὶ σὺν τούτῳ τὴν Ἑλένην. οὐ λέγει δὲ οὕτως, ἀλλ᾿ αὐτὴν τὴν Ἑλένην καύχημα. *Ἀργείην] ἡ Λακωνικὴ πέμπτον τῆς ὅλης Πελοποννήσου. 162. φίλης ἀπὸ πατρίδος αἴης] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ὡς Τυραννίων καὶ Πτολεμαῖος· ὁπότε γὰρ γενικῇ συντάττεται ἡ ἀπό, τηρεῖ τὸν τόνον· “καὶ γάρ τίς θ᾿ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο” (292). 163. *οὕτω κατὰ λαόν συμφώνως εἶχον ἅπασαι.