Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.99
Not analysed yet
164. σοῖς δ᾿ ἀγανοὶς] χωρὶς τοῦ δ εἶχον αἱ χαριέσταται, σοῖς ἀγανοῖς· καὶ ἡ Ἀριστοφάνους οὕτως εἶχεν. ἀγανοῖς δὲ, ἄγαν προση- νέσι, πράοις, ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν τὸν θυμὸν ζέοντα. ἀθετεῖται δὲ καὶ ἀστερίσκος παράκειται, ὅτι καὶ οὗτος πρὸς Ἀθηνᾶς οἰκείως πρὸς Ὀδυσσέα λέγεται (180), καὶ ψεῦδος περιέχει νῦν. οὐ γὰρ ἡ Ἀθηνᾶ παρίσταται ἑκάστῳ, ἀλλ᾿ ὁ Ὀδυσσεύς. *ψιλωτέον τὸ ἀγανός· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ.