Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.94-4
Not analysed yet
226. στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. ἀμφίβολον δὲ τὸ λεγόμενον. ἤτοι γὰρ ἀλλήλων παρακελεύεται φείσασθαι τόν τε Διομήδη καὶ τὸν Γλαῦκον, καὶ πάλιν ἀλλήλων τὰ πλήθη τοὺς Λυκίους καὶ τοὺς Ἀργείους, ἵνʼ ὥσπερ σπονδὰς ἔχωσιν οὗτοι οἱ βασιλεῖς καὶ τὰ πλήθη· ἢ καὶ ἐναλλὰξ, καὶ οἱ βασιλεῖς τῶν πληθῶν καὶ τὰ πλήθη τῶν βασιλέων, ὡς δὲ συντομώτερον εἰπεῖν, πάντες πάντων, Διομήδης Γλαῦκος, Ἀργεῖοι Λύκιοι. μειοῦνται γὰρ αἱ τῆς φιλίας συνθῆκαι, εἰ μόνοι οἱ βασιλεῖς ἀλλήλων ἀφέξονται. *οὕτως Ἀρίσταρχος ἀλλήλων. Ζηνοδότειος δέ ἐστιν ἡ ἀλλή- λους. *ἀλεώμεθα] ἀντὶ τοῦ φειδώμεθα.