Ancient Greek
1.95 to 1.98
Scholia in Homerum, Scholia in Iliadum 1.95-3-98
Not analysed yet
227. πολλοὶ μὲν γὰρ] οἷον οὐκ ἐπείγει πρὸς ἀλλήλους ἡμᾶς ἀμφοτέρους μάχεσθαι. 229. δύνηαι] ὡς λέγηαι καὶ φέρηαι· “σὺ δέ κεν κακὸν οἶτον ὄληα” (Il. 3, 417). Τυραννίων δὲ προπερισπᾶ· καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶμαι. ἀλλʼ εἰ ἅπαξ ἐστὶ τὸ ὁριστικὸν κατὰ χρῆσιν, δύναμαι δύνασαι, καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰς μι, ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτακτικά. οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ ἄλλοι. 236. ἑκατόμβοι] ἑκατὸν βοῶν ἄξια· οὐ γὰρ νομίσμασιν· ὅθεν καὶ ἀλφεσίβοιαι. οἱ δὲ παρʼ Ἀθηνάιοις νόμισμα ἔχον βοῦν. ἐννεαβοίων] ἐννήα βοῶν· κεκώλυται δὲ ὑπὸ τοῦ μέτρου εἰπεῖν δεκαβοίων. 237. Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν] ὅτι τὰς Σκαιὰς ὀνομα- τικῶς Δαρδανίας λέγει.