Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.94-7
Not analysed yet
204. ἑῷ αὐτοῦ] ὅτι κατὰ τὸ πλῆρες τὰ τοιαῦτα ἐκφέρει ἑῷ αὐτοῦ καὶ “ἀλλ’ ἐμὸν αὐτοῦ χρεῖος” (Od. 2, 45) καὶ τὰ τοιαῦτα· καὶ ἐπὶ τῶν πληθυντικῶν “αὐτῶν γὰρ σφετέρῃσιν” (Od. 1, 7). τὸ γὰρ αὐτοῦ καὶ αὐτῶν κοινόν ἐστιν ἐπίταγμα τῶν τριῶν προσώπων.