Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.98-5
Not analysed yet
192. ἅλεται] ὅτι ἀντὶ τοῦ ἅληται. ψιλοῦται, εἴτε ἐπὶ τοῦ ἐκ- κλίνειν τάσσηται, ὥς φησιν ὁ Ἀσκαλωνίτης, εἴτε ἐπὶ τοῦ συστρα- φῆναι, ὡς καὶ Τυραννίων, ᾧ καὶ μᾶλλον συγκατατίθεμαι. πολλὴ δὲ ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ· ὁριστικὸς μὲν γὰρ δεύτερος ἀόρι- στος “τῇ ὕπο πᾶς ἐάλη” (Il. 13, 408) καὶ πληθυντικὸν τρίτον κατὰ συγκοπήν “οἱ δή τοι εἰς ἄστυ ἄλεν ”(Il. 22, 12), ἀπαρέμ- φατόν τε “ἢ λαοὺς εἰς τεῖχος ὁμοκλήσειεν ἀλῆναι” (Il. 16, 714). καὶ ὥσπερ ἡ φανείς μετοχὴ, οὕτως καὶ ἡ ἀλείς· “οἴμησεν δὲ ἀλείς” (Il. 22, 308), καὶ οὐδέτερον “ᾗ χειμέριον ἀλὲν ὕδωρ” (Il. 23, 420). καὶ πληθυντικὸν ἀρσενικόν “αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες” (Il. 21, 534), καὶ γενική “πόλις δʼ ἔμπλητο ἀλέντων” (Il. 21, 607). τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡς λάβηται. συ- στολὴ οὖν ἐγένετο ἢ μεταβολὴ ἐγκλίσεως, ὁμοίως τῷ “ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων” (Il. 9, 409)· “ὄφρα καὶ ἄλλος πτωχός ἀλεύεται ἠπεροπευτής” (Od. 15, 400)· καὶ τὸ “ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ” (Il. 20, 173). τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ʼὃ σημαντικόν ἐστι τοῦ πλανῶ, ὅπερ ψιλοῦται.