Ancient Greek
1.99 to 1.103
Scholia in Homerum, Scholia in Iliadum 1.99-5-103
Not analysed yet
196. βῆ δὲ κατʼ Ἰδαίων] ὅτι θηλυκῶς τὴν Ἴλιον. καὶ ὅτι νῦν γραπτέον “κατʼ Ἰδαίων ὀρέων.” ὅταν δὲ ἀπὸ τῆς Ἴδης ἐπὶ τὸν Ὄλυμπον “βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐπὶ μακρὸν Ὄλυμπον” (Il. 8, 410), ὡς ἀπʼ ἴσου ἐπʼ ἴσον. 201. σημειοῦνταί τινες ὅτι ἐν ἴσῳ τῷ σοί ἡ τεΐν ἀντωνυμία Δωρικὴ οὖσα κατὰ πλεονασμὸν τοῦ ε ἐξηνέχθη, ὅθεν φυλάσσεται ὁ αὐτὸς τόνος. 215. *ἔν τισι καὶ αὐτοί. 217. πρὸς τὸ ἔθελεν, ὅτι διὰ παντὸς ἀπὸ τοῦ ε ἄρχεται παρὰ τῷ ποιητῇ. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “μήτε σὺ Πηλείδήθελ (Il. 1, 277), ὅτι ἐγκλιτέον τὴν ἀνάγνωσιν, ἵνʼ ᾖ ἔθελε. 219. Ζηνόδοτος καὶ Ἀριστοφάνης ἀντίος, Ἀρίσταρχος ἀντίον διὰ τοῦ ν.