Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.99-3
Not analysed yet
235. ψεύδεσσι] Ἀρίσταρχος ἀναγινώσκει ψευδέσσι ὡς σαφέσσι· τοῦτο γάρ φησι θέλει δηλοῦν, οὐ γὰρ τοῖς ψεύσταις Τρωσὶ βοηθεῖ ὁ Ζεύς. εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν, ψεύδεσιν ἀνέγνωμεν ὡς βέλεσιν, ἵνα ἀπʼ εὐθείας ᾖ ἡ κλίσις· “ψεῦδος δʼ οὐκ ἐρέει” (Od. 3, 20). οὕτως δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης, συγκατατιθέμενος Ἀριστάρχῳ. ὁ μέντοι γε Ἑρμαπίας ἀναγινώσκει ψεύδεσσιν ὡς τείχεσσιν, ἐπεὶ οὐδέποτε, φησὶν, οἶδεν ὁ ποιητὴς ἀπλοῦν τὸ ψευδής, ἐν δὲ συνθέτῳ, φιλοψευδής (Il. 12, 164), ἀψευδής (Il. 18. 46)· ἢ οἶδεν ἑτέρως λεγόμενον τὸ “ψεῦσταί τʼ ὀρχησταί τε” (Il. 24, 261). συνεχῶς δὲ τὸ ψεῦδος “ὦ γέρον, οὔτι ψεῦδος” (Il. 9, 115) “ψεῦδος δʼ οὐκ ἐρέει” (Od. 3, 20) “ἴσκε ψεύδεα πολλά” (Od. 19, 203). ταῦτα ὁ Ἡρωδιανός· καὶ μᾶλλον πειστέον Ἀριστάρχῳ ἢ τῷ Ἑρ- μαππίᾳ, εἰ καὶ δοκεῖ ἀληθεύειν.