Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 3
Not analysed yet
3. τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ, σύνηθες δέ ἐστιν Ὁμήρῳ· “ὄσσε πάλιν κλίνασα” (Il. 3, 427). οἱ δὲ, ἀνὰ μέρος Μυσίαν καὶ Θρᾴκην ὁρῶν· ἔστι δὲ καὶ τοῦτο σύνηθες Ὁμήρῳ· “πάλιν ποίησε γέροντα” (Il. 16, 456). καὶ εἰς τοὐπίσω· “πάλιν ἐρύσασα” (Il. 5, 836). καὶ ἐναντίον· “οὐδὲ πάλιν ἐρέει” (Il. 9,56). 4. βραχὺ διασταλτέον ἐπὶ τὸ νόσφιν· ἀναφέρει γὰρ αὐτὸ ἐπὶ τοὺς Τρῶας καὶ τοὺς Ἕλληνας.