Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 45
Not analysed yet
103. Ἀρίσταρχος βαρύνει τὸ θώων, καὶ ἐπείσθη ἡ παράδοσις· ὁ δὲ Πάμφιλος περισπᾷ, ἐπεῖ τὰ εἰς ες λήγοντα δισύλλαβα ὀνόματα ἐπὶ εὐθείας πληθυντικῆς ἔχει γενικὴν περισπωμένην. διὸ καὶ τὸ Τρώων καὶ δμώων καὶ παίδων ἀνεγίνωσκε περισπῶν, ἔτι δὲ καὶ τὸ πάντων καὶ λάων καὶ τίνων, περὶ ὧν λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖς. οἱ θῶες ζῷα ἄλκιμα καὶ εὐκίνητα· ἔνιοι δὲ παραπλήσια ὑαίνῃ. τὸ δὲ θώων ἔνιοι περισπῶσιν, ἵνʼ ὁμοτονῇ τῷ θηρῶν καὶ κυνῶν. οὕτως δὲ καὶ Ἀρίσταρχος προφέρεται, Διοκλῆς καὶ ὁ Θρᾷξ Διονύσιος ὡς βαρύνοντες τὴν λέξιν. Κάσιος δὲ ἀπολογούμενος ὑπὲρ τῆς βαρυτονήσεως φησὶν ὅτι τὰ μονοσύλλαβα, ὅταν μὲν ἔχῃ τὴν πληθυντικὴν ἐπὶ τῆς τελευταίας συλλαβῆς μετὰ συμφώνου λεγομένην, πάντως καὶ κατὰ τὴν γενικὴν περισπᾶται, οἷον θῆρες κύνες χῆνες, ὅταν δὲ ἀπὸ φωνήεντος ἀρχομένην, πάντως βαρυτονουμένην, οἷον Τρῶες δμῶες θῶες λᾶες. ἀντίκειται δὲ αὐτῷ τὸ παίδων καὶ πάντων. Χαῖρις δέ φησιν οὐκ εἶναι ἐν δισυλλάβοις ἀναλογίαν. *οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ παρδαλίων. ἤϊα βρώματα, οὐ τὰ ἐν οἴκῳ δὲ ἐσθιόμενα, ἀλλὰ τὰ ἐν ὁδῷ καὶ πλῷ. “δεῦτε φίλοι ἤϊα φερώμεθα” (Od. 2, 410). Σιμωνίδης. καὶ τὰ ἄχυρα δὲ ἤϊα λέγεται. “ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει.” (Od. 5, 368). τάχα δὲ τὰ φερόμενα παρὰ τὸ ἰέναι· γενηθέντος γὰρ ἀνέμου δεῦρο κἀκεῖσε φέρεται.