Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 87
Not analysed yet
237. *Ζηνόδοτος συμφερτὴ δὲ βίη. μάλα τὸ τῆς συναφῆς σημεῖον ὑπὸ τὰς τελευταίας δύο λέξεις θετέον· ἐξ ἀμφοτέρων γὰρ ἓν δηλοῦται τὸ λυγροτάτων, πρὸς ὃ καὶ Ἀρίσταρχος σημειοῦται τὸν στίχον, ἵνʼ ᾖ ὁ λόγος, συμφορητή τις ἀνδρῶν ἀρετὴ καὶ τῶν ἀσθενεστάτων, οἷον οὐ μόνον κατὰ ἕνα, ἀλλὰ καὶ κατὰ πλῆθος ἔστι τις ἀρετὴ νοουμένη, κἂν εἷς ἕκαστος ἀσθενὴς ᾖ καθʼ αὑτόν. ἐὰν δὲ χωρίζωμεν τὰς δύο λέξεις, εὐεμπτώτως ἕξομεν ἐπὶ τὸ ἀπεμφαῖνον, ὅπερ ἐστὶ τοιοῦτο, συμφορητή τις ἀρετὴ ἀνδρῶν ἐστι, καὶ μάλιστα τῶν ἀσθενῶν. ὅπερ οὐκ ἔστιν.