Ancient Greek · ~2 min
Volume 1, ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ.
Scholia in Homerum, Scholia in Odysseam 1.Α. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
ΘΕΩΝ ἀγορὰ γίνεται περὶ τοῦ τὸν Ὀδυσσέα εἰς Ἰθάκην πεμφθῆ- ναι ἀπὸ τῆς Καλυψοῦς νήσου· μεθʼ ἣν ἡ Ἀθηνᾶ εἰς Ἰθάκην παρα- γίνεται πρὸς Τηλέμαχον ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. γινο- μένης δʼ ὁμιλίας παραινέσασα ἡ Ἀθηνᾶ Τηλεμάχῳ παραγενέσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν ἐς Πύλον μὲν πρὸς Νέστορα, εἰς Σπάρ- την δὲ πρὸς Μενέλαον, ἀπαίρει ἔμφασιν δοῦσα ὡς θεὸς εἴη. καὶ τῶν μνηστήρων γίνεται εὐωχία. M. P. V.