Ancient Greek · ~298 min
Volume 1, Book 3
Scholia in Homerum, Scholia in Odysseam 1.3.2.1
Not analysed yet
1. ἠέλιος δʼ ἀνόρουσε] ἅμα ἡμέρᾳ καταγόμενον ποιεῖ τὸν νεανίαν εἰς τὴν Πύλον, ὥστε μηδὲν αὐτῷ ἀργὸν τῆς ἡμέρας μέρος κατα- λείπεσθαι. τὸ δʼ αὐτὸ κατὰ τὴν ὑποστροφήν. “αἶψα γὰρ ἠὼς ἦλθεν ἐΰθρονος, οἱ δʼ ἐπὶ χέρσου Τηλεμάχου ἕταροι λύον ἱστία” (ο, 495.) . καὶ ἐν Ἰλιάδι ἡ Θέτις ἕωθεν φέρει τῷ Ἀχιλλεῖ τὰ ὅπλα. Μ. Q. S. Τ. λίμνην ὁ ποιητὴς πᾶν ὕδωρ φησὶ, νῦν δὲ τὸν ὠκεανόν. Β. Ε. Ρ. Q. S. τὸν ἀέρα καὶ γῆν καὶ θάλασσαν καὶ ἀπλῶς τὰ στοιχεῖα πάντα. S. 3. θνητοῖσι βροτοῖσιν] βροτοῖς ἀθανάτοισι καὶ θνητοῖς, τὸ μὲν διὰ τὴν ψυχὴν, τὸ δὲ διὰ τὸ σῶμα. Ε. ζείδωρον] τὴν τὰ πάντα πρὸς τὸ ζῆν δωρουμένην. Ε. 4. οἱ δὲ Πύλον Νηλῆος] Νηλεὺς μαχεσάμενος μετὰ Πελίου ἐξ Ἰωλκοῦ ἧκεν εἰς Μεσσήνην καὶ τὴν Πύλον ἔκτισε, Μεσσηνίων χώραν παρασχόντων. ἱστορεῖ Ἑλλάνικος. Β. Ε. Η. Μ. Τ. 6. ταύρους παμμέλανας] ταύρους μὲν διὰ τὸ βίαιον τῆς θαλάσσης, μέλανας δὲ διὰ τὴν χρόαν τοῦ ὕδατος τὴν ἐκ τοῦ βάθους. Ρ. S. V. διὰ τὴν ἐπιφάνειαν τῶν ὑδάτων μέλανας. πορφυροῦν γὰρ κῦμά (Il. φ, 326.) φησι, καὶ “μέλαν δέ ἑ κῦμʼ ἐκάλυψεν” (Il. ψ, 693, Od. ε, 353.) ,καὶ “ἔνθορε μείλανι πόντῳ” (Il. ω, 79.) · καὶ “ἰοειδέα πόντονʼ (Il. λ, 298.) φησίν. Η. Q. ὅτι μέλαν τὸ ὕδωρ διὰ τὸ βάθος ἠχητικόν. Ε. ἐνοσίχθονι κυανοχαίτῃ] ταύρῳ ἀπεικάζουσι τὸν Ποσειδῶνα διὰ τὸ δίκην ταύρου ὑπὸ τῶν κυμάτων ὠρύεσθαι. τῷ Ποσειδῶνι δὲ θύουσιν ἢ ὡς ἀπόγονοι αὐτοῦ διὰ Νηλέως, ἢ εὐχαριστοῦντες τούτῳ ἐπὶ τῷ νόστῳ. Ε. Μ. Η. Q. S. ἐνοσίχθονι] τῷ Ποσειδῶνι τῷ κινοῦντι τὴν γῆν. ἔνοσις γὰρ ἡ κίνη- σις, χθὼν δὲ ἡ γῆ. δοκοῦσι γὰρ οἱ σεισμοὶ ἐξ αὐτοῦ εἶναι. V. 7. ἐννέα δʼ ἕδραι ἔσαν] ἐννέα συνέδρια ἦν διὰ τὸ ἐννεάπολιν εἶναι τὴν Πύλον. Ε. Ρ. S. ἢ ἐννέα πόλεων ἦρχε Νέστωρ, Πύλου, Ἀρήνης, Θρύου, Αἴπυος, Κυπαρισσήεντος, Ἀμφιγενείας, Πτελεοῦ, Ἕλους καὶ Δωρίου. Ε. ἐπεὶ ἐννέα πόλεων ἦρχεν ὁ Νέστωρ· “σἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν, καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐΰκτι- τον Αἶπυ, καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον, καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον” (Il. β, 591.) . καθʼ ἑκάστην οὖν πόλιν ἦν ἔδρα. τὸ δὲ “πεντηκόσιοι δʼ ἐν ἑκάστῃ” τὸ πλῆθος ὑποφαίνει τῶν ἐπὶ Ἴλιον συνεστρατευκότων Νέστορι. ἐνενήκοντα γὰρ αἱ νῆες ἦσαν τοῦ Νέστορος, τῶν δὲ ἑκάστη πεντήκοντʼ ἀνδρῶν. εἰσὶν οὖν οἱ πάντες δφ΄. πάντα οὖν μετὰ παρατάξεως καὶ εὐκοσμίας γίνεται ὡς ἂν Νέστορος ἡγουμένου. Η. Μ. Q. ἢ ἀπὸ τοῦ ἐννέα ἔτη ταλαιπωρεῖσθαι εἰς τὴν Τροίαν. S. πεντακόσιοι δʼ ἐν ἑκάστῃ] οὕτω διὰ τοῦ α τὸ πεντακόσιοι Ἀρίσταρ- χος καὶ Ἡρωδιανός. ἑκάστοθι, ἐν ἑκάστῳ τόπῳ. τινὲς δὲ, ἑκάστοθεν, ὅ ἐστιν ἐξ ἑκάστης πεντηκοντύος. προπαροξύνεται δὲ ἀμφότερα. Η. Μ. Q. S. 8. εἵατο καὶ προὔθεντο] γράφεται καὶ προὔχοντο. Ε. προὔχοντο] ὁ μὲν Ἀρίσταρχος, προείχοντο τῷ θεῷ, οἷον παρεῖχον· οἱ δὲ, πρὸ αὐτῶν κατείχοντο ἐπὶ τὸ σφάξαι· τινὲς δὲ, προεβάλλοντο. Ε. Η. Μ. Q. S. 9. οἱ σπλάγχνʼ ἐπάσαντο] τινὲς σπλάγχνʼ ἐδάσαντο. ὅτε οὗτοι τῶν σπλάγχνων ἐπάσαντο καὶ οὗτοι ἰθὺς κατάγοντο. Ε. Η. Μ. Q. 10. κατάγοντο, ἰδʼ] Ἀρίσταρχος κάταγον· εἶτα, τοὶ δʼ ἱστία. ὁ δὲ Ἡρωδιανὸς κατάγοντο. τὸ ὅμοιον καὶ ἐπὶ τοῦ “νίζον καὶ προτίθεντο ἰδὲ κρέα πολλὰ δατεῦντοοʼ (α, 112.) . Η. Μ. 11. στεῖλαν] οἱ περὶ Ζηνόδοτον, σεῖσαν ἀείραντες. τότε δὲ σείου- σιν ὅτε θέλουσι χαλάσαι τὸ ἄρμενον. Η. Μ. Q. R. Τ 14. χρὴ] γρ. χρεῖ᾿ . Η. οὐ μέν σε χρὴ ἐτ’ αἰδοῦς] οὐ χρεία σε τῆς αἰδοῦς, Ἀττικῶς. εὐπρεπῶς δὲ ἡ μὲν ὡς ἀδαήμονι διαλέγεται ἀξιοῦσα νῦν ἀποθέσθαι διὰ τὸν καιρὸν τὸ τοιοῦτον ἦθος, ὁ δὲ οὐκ ἐπά άγει ὅτι ἀδαήμων εἰμί· οὐ γὰρ εὐπρεπὲς περὶ αὑτοῦ τοιαῦτα ἐκφέρειν· ἀλλὰ τἀληθές φησιν, οὐδέ τί πω μύθοισι πεπείρημαι. Ε. Η. Μ. Q. οὐδʼ ἠβαιόν] ἄδηλον πότερον ἐκ συναλοιφῆς ἐστι τὸ ἡ ἢ τοῦ ἠβαιόν τρισυλλάβου· οἱ δὲ νεώτεροι βαιόν φασι. Η. Μ. Q. 15. ἐπέπλως] ὥσπερ ἀπὸ τοῦ διδόω διδῶ δίδωμι, οὕτω καὶ ἀπὸ τοῦ πλόω πλῶ πλῶμι. Β. πλῶ, πλώσω, ἔπλωσας, καὶ κατὰ ἀπο- κοπὴν ἔπλως καὶ ἐπέπλως. Ε. 16. ἐπέσπεν] γρ. ἐπέσπα. Η. 17. ἀλλʼ ἄγε νῦν] γρ. ὄφρα τάχιστα. Η. 18. εἴδομεν] γρ. ἴδωμεν. Η. ἐνὶ στήθεσσι κέκευθε] παρά τινων λέγεται τὸ λογιστικὸν ἐν τῇ κεφαλῇ, παρʼ ἑτέρων δὲ ἐν τῇ καρδίᾳ. Ε. 20. μάλα πεπνυμένος ἐστί] καὶ πῶς Ὀδυσσεὺς ὁ πεπνυμένος ἴσκε ψεύδεα πολλὰ λέγων (Od. τ. 203.) ; ἀλλὰ πρὸς τὸ μηδὲν κατεπεῖγον ψεύδεσθαι τοῦτο κομιδῆ νηπίου ἀνδρός. Ε. Μ. 21. τὴν δʼ αὖ] ἢ αὐτὸς πρὸς ἑαυτὸν, ἢ πρὸς φίλον τινὰ Μέν- τορα. Ε. 22. πῶς τʼ ἂρ προσπτύξομαι] προσεταιρίσομαι, προσαγορεύσω, φιλοφρονήσομαι, προσκαλέσομαι πρὸς τὸ ἀληθὲς εἰπεῖν. Μ. 23. οὐδέ τί πω] καὶ πῶς ἐν τοῖς Ἰθακησίοις οὕτως ἐπαρρησιά- σατο ; ἀλλʼ ἐκεῖνος μὲν οὖν ἀναστραφεὶς, ἔτι δὲ καὶ πρὸς ὀργὴν ἱκα- νῶς κινηθεὶς παρρησιάζεται, Νέστορα δὲ συνέσει πανταχοῦ κηρυσσό- μενον ἀκούων εἰκότως αὐτὸν εὐλαβεῖται. Μ. 24. αἰθὸς δʼ αὖ νέῳ ἀνδρὶ] οὕτω γράφουσιν οἱ κατὰ Ῥιανόν. Η. Μ. 28. γενέσθαι τε τραφέμεν τε] οὐκ ἔστιν ἀναδιπλασιασμὸς τὸ, τε τραφέμεν, ἀλλὰ σύνδεσμος συμπλεκτικός. Μ. Q. 31. ἄγυριν τε] γρ. ἀγορήν τε. ἄγυριν εἰπὼν τοὺς παρεστῶτας ὄχλους ἐδήλωσεν. Μ. ἀγορήν τε] γρ. ἄγυρίν τε. Ρ. 32. ἀμφὶ δʼ ἑταῖροι] ἔννοιαν τῆς ἀρχῆς καὶ τοῦ οἴκου τὴν εὐδαι- μονίαν παρίστησι. Q. 33. ἄλλα δʼ ἔπειρον] περιέπειρον, ἐσούβλιζον, τοῖς ὀβελίσκοις ἐνήργουν, ὅ ἐστιν ἐπερόνησαν. Μ. 34. οἱ δʼ ὡς οὖν ξείνους] ὡς καὶ ἐν Ἰλιάδι (α, 534.) “ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον.” μετὰ τὸ ἴδον ἡ ὑποστιγμὴ παράσημος· οὐδέποτε γὰρ τὸ ἔπος εἰς δύο διαιρεῖται τῇ στιγμῇ, ὅ ἐστιν εἰς τὸν ιβ΄ χρο΄- νον. Η. Μ. οἱ δ᾿ ὡς] λους γὰρ ἰδόντες οὐκ ἐνόμισαν ἐχθροὺς εἶναι. Ε. ἀθρόοι] τὸ ἀθρόοι Ἀρίσταρχος ὡς ἄχροοι τῇ προσῳδίᾳ ἀναγινώ- σκει. Η. Μ. 35. ἑδριάασθαι] τὸ δεύτερον συνέσταλται α ἐν τῷ ἑδριάασθαι. Η. 36. πρῶτος] παρέπεται γὰρ τοῖς ἀγαθοῖς τῶν νέων προλαμβάνειν τοὺς λοιποὺς ταῖς ἀγαθοεργίαις καὶ προπετεύεσθαι τὴν φιλοτιμίαν. Μ. Q. πρῶτος δʼ ὁ Πεισίστρατος διὰ τὸ ἰδεῖν τὸν Τηλέμαχον ἰσή- λικα αὐτῷ ὄντα. εἴωθε γὰρ ἡ νεότης ἐπὶ νεότητι χαίρειν. Μ. διὰ τί πρῶτος ὁ Πεισίστρατος; παροιμία ἐστὶν ἡ λέγουσα, ἧλιξ ἥλικα τέρπει. Ε. 37. ἀμφοτέρων ἕλε χεῖρα] εἶχε μὲν εἰπεῖν δυικῶς χεῖρε, ἀλλὰ διὰ τὸ καινότερον οὕτως εἶπε, καὶ νοητέον ὡς ἰδίᾳ τὴν ἑκατέρου ἔλαβε χεῖρα ἑκατέραις ταῖς ἑαυτοῦ χερσὶν ὡς ἔν τινι τύπῳ χοροῦ, ἢ μίαν καὶ μίαν ἐξ ἑκατέρων τὰς δεξιὰς, τῇ ἑαυτοῦ δεξιᾷ δηλαδή. λαιᾷ γὰρ οὐκ ἦν ἅπτεσθαι, ὡς προγέγραπται. Μ. 38. κώεσιν] ἀπὸ τοῦ κῶος μεταπλασμός ἐστι τοῦ κώασι. Η. Μ. 39. πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ] καθηκόντως ὁ πρεσβύτερος τῶν παίδων πλησίον τοῦ Νέστορος καθῆστο. οὗτός ἐστιν ὁ καὶ στρατείας αὐτῷ τῆς ἐπὶ Ἴλιον κοινωνήσας. M. Q. 41. χρυσέῳ ἐν δέπαϊ] χωρὶς τοῦ ἐν αἱ Ἀριστάρχου καὶ σχεδὸν ἄπασαι, χρυσείῳ δέπαϊ. Η. Μ. δειδισκόμενος] δέχω τὸ δεξιοῦμαι, καὶ πλεονασμῷ τοῦ σ καὶ τροπῇ τοῦ ε εἰς ι, δίσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν δεδίσκω καὶ δειδίσκω. Β. Ε. 43. εὔχεο νῦν, ὦ ξεῖνε] πῶς ὁ μὲν Τηλέμαχός φησιν, “αἰδως δʼ αὗ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι,” ὁ δὲ οὕτως ἀόκνως διαλέγεται τῇ Ἀθηνᾷ ; ὑποφαίνει οὖν ὁ ποιητὴς ὅτι “ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς δίδαξιν ἐσθλοῦ.” ἦν δὲ καὶ τοῦτο γενναίου τρόπου, ἀντιλαμβάνεσθαι τῶν ἰδίων ἐλαττωμάτων. Η. Μ. Q. R. T. 44. τοῦ γὰρ καὶ δαίτης ἠντήσατε] ἐπετύχετε, τοῦ Ποσειδῶνος. αὐτῷ γὰρ θύσαντες εὐωχοῦνται. Ρ. 45. ὑποστικτέον κατὰ τὸ ᾖ θέμις ἐστί. δύναται δὲ καὶ τοῖς ἑξῆς συνάπτεσθαι τὸ ᾖ θέμις ἐστίν, ὑποστιζόντων ἐπὶ τοῦ εὔξεαι. Η. Μ. 46. δασυντέον τὸ μελιηδέος. Η. 48. θεῶν χατέουσʼ ἄνθρωποι] τὸ γὰρ βρότειον γένος τῶν θεῶν χῥῄζει μάλα. Μ. 49. ὁμηλικίην δʼ ἐμοὶ αὐτῷ] ὅτι ὁ Τηλέμαχος δαιμονίως καὶ τὸν νέον ἐθεράπευσε τῇ τῆς ἡλικίας ὁμοιότητι, ἐπιδεικνὺς ὡς οὐδʼ αὐτὸς ἐσκυθρώπασεν ἐπὶ τῇ πρεσβυτέρου προτιμήσει. Μ. Q. 50. τοῦνεκά σοι] ἐχρῆν ὀρθοτονεῖν τὴν σοί. Ζηνίδοτος δὲ, τοὔνεκά τοι, γράφει, νοῶν ὅτι ἐπὶ τῆς διαστολῆς παραλαμβάνεται ἡ τοι. Η. Μ. Q. ἄλεισον] τὸ πλατὺ, ὅθεν ἐστὶν ἅλις πιεῖν. ἄλεισον δὲ ἀπὸ τοῦ λεῖον. Β. λέγεται τὸ ποτήριον τὸ ἐξεσμένον καὶ λεῖον, κατʼ ἐπίτα- σιν τοῦ α, τὸ δὲ σ κατὰ προσθήκην. Ε. ἔκπωμα ἐκτετορνευμένον, οἱονεὶ λεῖον ὑπάρχον· ἢ πλατὺ, ὅθεν ἐστὶν ἅ λίς πιεῖν. H. M. Q. V. 52. χαῖρε δʼ Ἄθηναίη] διὰ τὴν διάκρισιν τοῦ διδόντος· οὐ γὰρ τὸ θεῖον δέεταί τινος. Μ. Q. 55. κλῦθι] διὰ τὸ γινώσκειν τὸν Ποσειδῶνα κωλύειν τὸν Ὀδυσσέα, τούτου χάριν λέγει. Μ. 57. Νέστορι μὲν πρώτιστα] οὐδενὸς γὰρ ἄλλου ἐδεῖτο ἢ χρυσῶν ἢ κτημάτων ἢ πλούτου ἤ τινος ἄλλου ὁμοίου ἀλλʼ ἢ δόξης, καίτοι βασιλεὺς ὤν. ἡ γὰρ δόξα περὶ τιμῶντι καὶ οὐ περὶ τῷ τιμωμένῳ κεῖται. Μ. Ἄλλως. Πλοῦτος γὰρ σύμμετρος ἦν τῷ Νέστορι, χρόνου μῆκος, εὐπαιδία, μεγάλων πράξεων ἐπιτυχία, φρόνησις, ἀκμὴ λόγου. ὡς οὖν ἠθληκότι ἤδη κατὰ τὸν βίον, τὴν ἐπὶ τούτοις ἀγαθὴν δόξαν εὔχεται. Μ. Q. 59. σύμπασιν] σύνθετον τὸ σύμπασι· διὸ προπαροξύνεται. Η. 63. δέπας ἀμφικύπελλον] τὸ ἀμφοτέρωθεν κυπτόμενον. Β. 65. ὑπέρτερα] ὑπέρθετα καὶ μείζονα· ἢ νωτιαῖα· ταῦτα γὰρ ὑπερέχει. ὡς πρὸς τὰ ἐμπρόσθια δὲ ἡ σύγκρισις. ἢ τὰ ὑπεράνω τοῦ πυρός. Β. Η. Q. τὰ ὑπέρθετα καὶ μείζονα ἔξωθεν τῶν ἔνδον. ἔστιν οὖν νωτιαῖα, ταῦτα γὰρ ὑπερέχει τῶν λοιπῶν κρεῶν. V. ἐπεὶ ἐξείλ- κυσαν τὰ ὀπτηθέντα ὑπεράνω τοῦ πυρός. Ε. 68. Γερήνιος ἱππότα Νέστωρ] κατὰ μὲν Ἡσίοδον ὁ ἐν Γερήνοις ἀνατραφείς. κρεῖσσον δὲ ἀποδιδόναι ὁ ἔντιμος κατὰ τὸ γέρας. Μ. ἱππότα] Εὐδαίμων ὁ Πηλουσιώτης εἶναι λέγει Μακεδονικὸν, οἱ δὲ Αἰολικόν. Ρ. 69. νῦν δὴ κάλλιον] ὅτι ἐννέα ἡμέρας ἐφιλοξένουν καὶ οὕτως ἠρώ- των. αὐτῶν δὲ ἐν τῇ οἰκείᾳ μὴ πορευθέντων λέγει τὸ νῦν κάλλιόν ἐστι. Μ. τοῖς φίλοις ὁ γέρων ταῦτά φησιν εἰς φιλοξενίαν ἐκφερό- μενος, ἵνα γνωρίμους καὶ τοῖς ἄλλοις καταστήσῃ τοὺς ξένους. Μ. Q. μεταλλῆσαι] ἐρευνῆσαι. Q. 71. ὦ ξεῖνοι τίνες ἐστέ] τοὺς μετʼ αὐτὸν τρεῖς στίχους ὁ μὲν Ἀριστοφάνης ἐνθάδε σημειοῦται τοῖς ἀστερίσκοις, ὅτε δὲ ὑπὸ τοῦ Κύκλωπος λέγονται, καὶ ὀβελίσκους τοῖς ἀστερίσκοις παρατίθησιν, ὡς ἐντεῦθεν μετενηνεγμένων τῶν στίχων. πόθεν γὰρ τῷ Κύκλωπι λῃ- στῶν ἔννοια ᾖ στωμυλλομένῳ φάναι, “οἵ τʼ ἀλόωνται ψυχὰς παρθέ- μενοι κακὸν ἀλλοδαποῖσι φέροντες;” ὁ δὲ Ἀρίσταρχος οἰκειότερον αὐτοὺς τετάχθαι ἐν τῷ λόγῳ τοῦ Κύκλωπός φησιν· οὐδὲ γὰρ νῦν οἱ περὶ Τηλέμαχον λῃστρικόν τι ἐμφαίνουσι. δοτέον δὲ, φησὶ, τῷ ποιητῇ τὰ τοιαῦτα. καὶ γὰρ ναῦν αὐτὸν παράγει εἰδότα, “ἀλλά μοι εἴφʼ ὅπη ἔσχες ἰὼν εὐεργέα νῆα” (ι, 279.) ,καὶ συνίησιν Ἑλλη- νίδα φωνήν. καθάπτεται δὲ καὶ Θουκυδίδου Ἀρίσταρχος λέγοντος ὡς οὐκ αἰσχρὸν ἡγοῦντο τὸ ληίζεσθαι οἱ παλαιοί, ἐν οἷς φησιν “οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς” (α. 398.) . ὁμωνυμίᾳ γὰρ ἠπάτηται, πολλάκις τῆς ληΐδος ἐπὶ τῆς λαφυραγωγίας τασσομένης· παρὸ καὶ τὴν Ἀθηνᾶν ληΐτιδα προσαγορεύει (Il. κ, 460.) . ὅτι γὰρ αἰσχρὸν ἡγοῦντο τὸ λῃστεύειν δῆλον ἐξ ὧν οὐδέποτε ἐπὶ Ἀχιλλέως οὐδὲ ἐπὶ Αἴαντος, καίτοι γε ἰσχυρῶν ὄντων, ἐχρήσατο τῷ ὀνόματι ὁ ποιητής. ἄλλως τε κἀκ τῶν συμφραζομένων δηλοῖ τὴν τοῦ πράγματος μοχθη- ρίαν. ἀντιτάσσεται γὰρ τῷ “ἤ τι κατὰ πρἥξιν” τὸ “ἢ μαψιδίως.” Η. Μ. Q. R. ἰστέον ὡς οὐκ ἄδοξον ἦν τὸ λῃστεύειν παρὰ τοῖς πα- λαιοῖς, ἀλλʼ ἔνδοξον· εἰ γὰρ ἄδοξον ἦν, οὐκ ἂν εἰς μέσον αὐτοῖς τοῦτο προήγαγε φίλοις οὖσι. Μ. 72. ἤ τι κατὰ πρῆξιν] ὁ πρῶτος ῇ σύνδεσμως ὀξύνεται, ὁ δὲ δεύτερος περισπᾶται. Μ. ὁ πρῶτος η ὀξύνεται διὰ τὸ τι, ὁ δὲ δεύτερος περισπᾶται. ἐρωτηματικὸς γάρ. Ρ. κατὰ πρῆξιν] ἢ κατʼ ἐμπορίαν ἐπὶ τῷ ἰδίῳ κέρδει, ἢ ματαίως τῇδε κἀκεῖσε πλανᾶσθε μὴ ἔχοντες σκοπὸν ὑποστρέψαι εἰς τὰ ἴδια ὅθεν ἐξήλθετε. Ε. ἢ μαψιδίως ἀλάλησθε] ματαίως, οὐκ ἔχοντες σκοπὸν εἰς τήνδε τὴν πόλιν καὶ εἰς τήνδε ἀπελθεῖν, ἀλλʼ ἀπλῶς φερόμενοι. Ρ. Q. 73. οἷά τε- ληϊστῆρες] ἀπρεπὲς τὸ τὸν φρόνιμον Νέστορα ὑπονοεῖν λῃστείαν. λύεται δὲ τῷ ἔθει. φαίνεται γὰρ οὐκ αἰσχρὸν τοῖς ἀρ- χαίοις ἂν τὸ λῃστεύειν, καὶ Θουκυδίδης εἴρηκεν. Η. Q. Τ. ληϊστὴρ καὶ κατὰ θάλαττάν ἐστι καὶ κατὰ γῆν· πειρατὴς δὲ μό- νος ὁ κατὰ θάλασσαν λῃστὴς, ἀπὸ τοῦ περῶ. Ε. 74. ψυχὰς παρθέμενοι] ἀφειδήσαντες, εἰς κίνδυνον παραβαλόντες τὰς ἑαυτῶν ψυχάς. Μ. 79. μέγα κῦδος] ἄξια τῆς διαδεδομένης φήμης τοῦ Νέστορος εἰς ἅπασαν Ἕλλάδα τὰ τῆς εἰσβολῆς πρὸς τὴν φράσιν. Μ. Ρ. 80. καταλέξω] τὸ καταλέξω οὐκ ἔστιν ἀπλῶς ἀντὶ τοῦ εἴπω, ἀλλʼ εἰς τέλος τοῦ λόγου ἀφίξομαι. Ε. εἴρεαι] εὐλαβῶς λίαν, ὡς αὐτὸς μὴ προκατάρξας λόγων, ἀλλὰ πρὸς πεῦσιν ἀποκρινόμενος. Ρ. Q. 81. Ἰθάκης ὑπονηίου] τῆς ὑπὸ τὸ Νήϊον ὄρος κειμένης, ὡς “Θήβῃ ὑποπλακίῃ” (Il. ζ, 379.) . τῇ ὑπὸ τὸ Πλά ἀκίον ὄρος κειμένῃ. Β. Μ. Ρ. Q. ὑπὸ τὸ Νήϊον κειμένης. Νήϊον δὲ ὄνομα ὄρους πρὸς ὑποδοχὴν νεῶν εὔθετον. Ε. Νῆον, ὄνομα ὄρους. Ρ. τῆς πλεῖσθαι δυναμένης καὶ μὴ πεζῇ βαδίζεσθαι. Μ. ὑπονηΐου] ὤφειλε γὰρ εἰπεῖν ἢ ἀπὸ πηΐου, ἢ ὑπὸ Νήϊον, τὸ δέ ἐστι τῆς μεγαλονοίας τοῦ ποιητοῦ. θέλων γὰρ παραδηλῶσαι ὅτι ἀπὸ τοῦ Νηΐου ὄρους εἰσὶ, καὶ ὑπʼ αὐτὸ κεῖνται, τὴν ὑπό συνέταξε μετὰ γενικῆς, ἵνα καὶ ἀμφότερα νοοῦνται, ἀπὸ μὲν τῆς ὑπό προθέσεως τὸ Νήϊον, ἀπὸ δὲ τῆς γενικῆς ἡ ἀπό. Β. 82. οὐ δήμιος] Ἀριστοφάνης, ἐκδήμιος, ἀντὶ τοῦ ἔξω τοῦ δήμου. Η. Μ. ἀγορεύω] ὁ ἐνεστὼς ἀντὶ τοῦ μέλλοντος ἀγορεύσω. Μ. 83. ἤν που ἀκούσω] ἔρχομαι, φησὶν, ἤν πως φήμην ἀκούσω περὶ τοῦ ἐμοῦ πατρός. Β. Μ. Q. 85. σὺν σοὶ μαρνάμενον] τοῦτό φησι θεραπεύων τὸν γέροντα λίαν. ὑπασπιστὴν γὰρ αὐτοῦ τὸν πατέρα ὑποδείκνυσιν, ὡς εἴ τις Μηριόνην Ἰδομενέως λέγοι ὑπασπιστήν. Β Μ. Q. 87. πευθόμεθʼ] καὶ ταῦτα δηλοῖ τὴν σπουδὴν τὴν περὶ τὸν πα- τέρα. τὸ δὲ τὰ περὶ τῶν ἄλλων ἀκούσαντα ἀγνοεῖν τὰ περὶ τοῦ πατρὸς ἄγαν περιπαθές. Β. Μ. Q. οἴδαμεν· οὐ γάρ ἐστιν ἀντὶ τοῦ ἐρωτῶμεν. Ἀρίσταρχος δὲ τὸ ἧχι ἄνευ τοῦ ι φησὶ, καθάπερ καὶ τὸ ἧφι βίηφι. Η. Μ. 90. εἴδ’ ὅγε] προαγωγὰ ταῦτα τοῦ μὴ ψεύσασθαι τὸν Νέστορα. Μ. Q. 91. κύμασιν Ἀμφιτρίτης] τῆς θαλάσσης. λέγεται δὲ οὕτω καὶ ἡ Ποσειδῶνος γυνή. Η. Μ. Ἄλλως. Ἐν Νάξῳ τὴν Ἀμφιτρίτην χορεύουσαν ἰδὼν Ποσειδῶν ἥρπασεν· ὅθεν ὑπὸ τῶν ἐγχωρίων Ποσει- δωνία ὠνομάσθη ἡ θεὸς, ὡς καὶ ἡ Ἥρα Διώνη παρὰ Δωδωναίοις, ὡς Ἀπολλόδωρος. Η. Μ. Q. Ἀμφιτρίτης] Ἀμφιτρίτη λέγεται ἡ θάλασσα ὅτι τρίτη ἐστιν ἀμ- φοτέρωθεν, ἐκ τοῦ ἄνω μέρους καὶ ἐκ τοῦ κάτω· ἐκ τοῦ ἄνω μὲν ὡς πρωτεύοντος τοῦ αἰθέρος, δευτέρου δὲ τοῦ ἀέρος, τρίτης αὐτῆς· ἐκ τοῦ κάτω δὲ, ὡς τῆς ἀβύσσου καὶ τοῦ ταρτάρου προκειμένων, τρίτης οὔσης αὐτῆς. Ε. 92. γούναθʼ ἱκάνομαι] ἢ ἅπτομαι τῶν σῶν γονάτων μετὰ ἱκε- τείας. Ε. 96. μειλίσσεο] ἢ χαρίζου, μειλιχίους λέγε λόγους. Ε. μείλιχα καὶ προσηνῆ λέγε, ἢ χαρίζου, καταπράϋνε τὸν θρῆνον. Ρ. ταῦτα πρὸς τὸ μέγεθος προβάλλεται τῆς οἰκείας χρείας. μεγάλως γὰρ αὐτῷ διέφερε μαθεῖν περὶ τοῦ πατρός. Q. 97. κατάλεξον] οὐκ ἔστιν ἀπλῶς εἰπέ, ἀλλʼ εἰς τέλος τοῦ λόγου ἐλθὲ καὶ πάντα εἰπέ. ταῦτα γάρ ἐστι τὸ “ἀτὰρ οὐ τέλος ἵκεο μύθων” (Il. ι, 56.) . τὸ διελθεῖν οὖν τὸν λόγον ὃν ὁρξατο λέγειν ἢ μέλλει εἰπεῖν δηλοῖ τὸ κατάλεξον, μέχρι οὗ δεῖ ἀπολῆξαι. Q. ὀπωπῆς] γράφεται, ἀκοῆς. Β. καὶ θέας. ἐξ ἀκοῆς ὁ Τηλέμαχος πολλὰ ᾔδει. Ε. ὅπως μετέλαβες τῆς περὶ αὐτὸν θέας, παρὰ τὴν ὄπα. Q. ὀπωπῆς, θέας, παρὰ τοὺς ὦπας· ἢ φωνῆς παρὰ τὴν ὄπα. M. V. πῶς μετέλαβες τῆς περὶ αὐτὸν θέας. γρ. δὲ τῆς ἀκοῆς παρὰ τὴν ὄπα. H. M. ὅπως ἤντησας ὀπωπῆς, ἤγουν πῶς εἴτε ἐπὶ καλῷ οὔσης ἢ ἐπὶ κακῷ ἔτυχες τῆς περὶ ἐκείνου ἀκοῆς εἴτε τῆς θέας, ἤγουν ὅθεν ἐνέτυχες αὐτοῦ θεωρίας. Μ. 100. πήματ᾿] γρ. ἄλγεα. Μ. 101. ἐνίσπες] ἐπίσχες, εἰπέ. Η. 103. γεροντικῶς ὁ Νέστωρ μακροτέραν ποιεῖται τὴν ἀπόκρισινʼ ἄλλως τε ὁ ποιητὴς εὐκαίρως προσαναπληροῖ τὰ λελειμμένα τῇ Ἰλιακῇ ὑποθέσει. H. M. ὦ φίλʼ, ἐπεί] οὐκ ἀποδίδωσι τὸ ἐπεί. καὶ ἐπὶ τοῦ Μενελάου “ὦ φίνʼ, ἐπεὶ τόσα εἶπες” (Od. δ, 204.) . Ὁμηρικὸν δέ ἐστι τὸ ἔθος. H. M. ἐπεί] τὸ ἐπεί ἐνταῦθα βεβαιωτικὸν καὶ ἀργόν. οὐ γὰρ ἀποδίδοται Ὁμηρείῳ ἔθει. B. ἴσως κενοδοξῶν ὁ Νέστωρ ἑαυτὸν τοῖς πολεμοῦσι συναριθμεῖ ; πλὴν κοινοποιεῖται τὰ πάθη τῶν φίλων. E. 104. μένος ἄσχετοι] τὴν δύναμιν ἀκατάσχετοι. P. 106. πλαζόμενοι] οὐκ ἂν γὰρ τοσοῦτον ὑπέμειναν τοὺς πόνους. ἀπὸ κοινοῦ δὲ τὸ “ἀνέτλημεν” καὶ τὸ “ἐπεί μʼ ἔμνησας.” σαφῶς δὲ τῶν Ἑλλήνων πολέμαρχον παρίστησι τὸν Ἀχιλλέα. M. Q. ἰστέον ὅτι εἰς δύο διεμοιράσθη πᾶν τὸ Ἑλληνικὸν στράτευμα. καὶ τοῦ μὲν ἑνὸς μέρους ἦρχεν Ἀγαμέμνων τὴν Τροίαν παρακαθήμενος, τοῦ δὲ ἑτέρου Ἀχιλλεὺς, τοῦ ναυτικοῦ δηλονότι, ἐν ᾧ μέρει καὶ Ὀδυσσεὺς καὶ Νέστωρ ἠρίθμηντο. οὗτοι γοῦν ναυμαχοῦντες οἱ περὶ τὸν Ἀχι- λέα τὰς παρακειμένας πόλεις ἐπόρθουν, ἠπειρώτιδάς τε καὶ θαλασ- σίας. M. 108. κατέκταθεν ὅσσοι ἄριστοι] ὑπέρβατον· τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο ἀπὸ τῶν θνητῶν ἀνθρώπων; εἶτα τὰ ἄλλα διὰ μέσου, ἔνθα μὲν Αἴας, καὶ τὰ ἑξῆς. B. 109. ἔνθα μὲν Αἴας κεῖται] πρόδηλον ἐντεῦθεν ὅτι ὅπου ἐτελεύτη- σαν, ἐκεῖ ἐθάπτοντο, καὶ οὐκ ὀστέα παισὶν ἕκαστος ἤγετο (Il. η, 334.) . E. M. Q Αἴας κεῖται πελώριος] ὁ μέγας πρὸς τὸν Λοκρόν. E. 110. Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος] δικαίως ἐπέτεινε ἔπαινον τοῦ Πατρόκλου ὅτι πείσας αὐτὸν εἰς τὸν πόλεμον ἐξήγαγεν. E. Q. 111. ἔνθα δʼ ἐμὸς φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀμύμων] περιπα- θῶς λίαν. οὐ μόνον γὰρ ὡς υἱὸν, ἀλλὰ καὶ ὡς ἄριστον ἐπιποθεῖ. E. Q. ἀταρβής] γράφεται καὶ ἀμύμων. E. P. 113. ἄλλα τε πολλά] καὶ ταῦτα εἰς παραμυθίαν τοῦ νεανίσκου. πιθανὸς γάρ ἐστιν ὁ σύμβουλος ὅταν καὶ ἑαυτὸν ἐπιδεικνύῃ τὰ ὅμοια δυστυχήματα γενναίως φέροντα. E. M. Q. γρ. ἀλλά γε πόλλʼ. H. τίς κεν ἐκεῖνα] ἀποδίδοται τὸ “ἐπεί μʼ ἔμνησας” (103.) καὶ τὸ “ὅσσ” (105.) . P. τινὲς οὕτως τὸ ὑπέρβατον, ὦ φίλʼ, ἐπεί μʼ ἔμνη- σας ὀϊζύος, τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο; E. M. Q. 115. οὐδʼ εἰ πεντάετές γε] τινὲς οὕτως· οὐδὲ εἰ ἐπὶ πέντε καὶ ἓξ ἔτη παραμένων ἐρωτῴης ὑπὲρ τῶν συμβεβηκότων τοῖς Ἀχαιοῖς ἀνια- θείης ἂν καὶ ἀπέλθοις εἰς τὴν πατρίδα, ἀλλὰ παραμένοις ἂν δηλονότι ψυχαγωγούμενος ὑπὸ τῆς ποικιλίας τῶν διηγημάτων. ἐμοὶ δὲ οὐ δοκεῖ τοιαύτη εἶναι ἡ ἀπόδοσις, ἀλλʼ οὕτως ἔχει ὁ λόγος· τίς ἂν ἐκεῖνα πάντα διηγήσαιτο; οὐδʼ εἰ ἐπὶ πέντε ἔτη καὶ ἓξ ἔτη παραμένων ἐξερέοις ὅσα κεῖθι πάθομεν, δύναιτό τις πάντα μυθήσασθαι. εἶτα ἀπὸ ἄλλης ἀρχῆς “πρίν κεν ἀνιαθεὶς σὴν πατρίδα γαἵαν ἵκοιο,” καταλι- πὼν τὴν διήγησιν διὰ τὸ μῆκος. H. M. Q. 117. πρίν κεν ἀνιηθεὶς] πρὶν ἀκούσαις. ὁμοία δὲ ἡ φράσις ἐκείνῃ “πρίν μιν καὶ γῆρας ἔπεισι” (Il. α, 29.) . M. 121. ἤθελε] ἀντὶ τοῦ ἠδύνατο· “οὐδʼ ἔθελε προρέειν” (Il. φ, 366.) . B. Q. ἐδυνήθη· ὡς τὸ “οὐ θέλει τὰ δένδρα διδάσκειν με.” E. 124. ἤτοι γὰρ μῦθοί γε] πρεσβύτεροι, φησὶ, τῆς ἡλικίας οἱ λόγοι, καὶ πάνυ τὸ εἰκὸς ἐν αὐτοῖς σώζεται. E. 125. ἄνδρα νεώτερον] τὸ συγκριτικὸν ἀντὶ ἁπλοῦ. E. ὧδε] ἀεὶ παρὰ τῷ Ὁμήρῳ τὸ ὧδε ἀντὶ τοῦ κατὰ τοῦτον τὸν τρό- πον. B. 126. εἵως μὲν] τὸ ἀναφορικὸν ἀντὶ τοῦ ἀνταποδοτικοῦ τοῦ τέως. M. P. Q. 127. δίχʼ ἐβάζομεν] ἀντὶ τοῦ, οὐκ ἐδιχονοοῦμεν, οὐκ ἐν τῷ δημη- γορεῖν, οὐκ ἐν τῷ βουλεύεσθαι, ἀλλʼ ἕνα θυμὸν, καὶ τὰ ἑξῆς. B. E. 128. ἀλλʼ ἕνα θυμὸν ἔχοντε] λεληθότως παιδεύει ὁ ποιητὴς ὅτι ὁμόνοια τῶν ἀρίστων καὶ πόλεις ὅλας χειροῦσθαι πέφυκεν, ἐκ δὲ δι- χονοίας καὶ ὅλος ὁ στρατὸς διαφθείρεται. ἐκ μὲν γὰρ ὁμονοίας καὶ συμφωνίας Ὀδυσσέως καὶ Νέστορος πάντα τοῖς Ἀχαιοῖς ἀγαθὰ γενέσθαι, ἐκ δὲ διχονοίας τῶν ἡγεμόνων ἀπολέσθαι περὶ τοὺς νόστους φησὶ τὸ Ἑλληνικόν. H. M. Q. T. ὅρα δὲ πάλιν ἐπικαίρως τὰ λεί- ποντα τῇ ὑποθέσει. H. M. νόῳ καὶ ἐπίφρονι βουλῇ] διαφέρει νοῦς καὶ βουλή. ὁ μὲν γὰρ νοῦς γεννητικός ἐστιν, ἡ δὲ βουλὴ τελεστική. E. 129. ὄχʼ ἄριστα γένηται] λείπει τὸ, πάντα εἶχε καλῶς τοῖς Eλ- λησιν. E. 134. τῷ σφεων πολέες] ἐγκλιτικὴ μὲν ἡ σφεων. ὅμως τὸ τῷ πάλιν περισπασθήσεται. M. διὰ τοῦτο ἐξ ἑαυτῶν πολλοὶ, ἤτοι διʼ οἰκείας γνώμης, καὶ ἐκ τῆς μήνιδος τῆς Ἀθηνᾶς ἐπεσπάσαντο θάνατον. B. 135. μήνιος ἐξ ὀλοῆς] ἐπεὶ Αἴαντα τὸν Λοκρὸν οὐκ ἐκόλασαν βια- σάμενον ἐν τῷ ἱερῷ αὐτῆς τὴν Κασάνδραν. H. E. V. νῦν μὲν κοινῶς εἰς ἅπαντας τὴν μῆνιν, ἑξῆς δὲ σαφέστερον τὴν αἰτίαν τῆς ὀργῆς δηλοῖ ἐπὶ τοῦ Αἴαντος. Q. γλαυκώπιδος ὀβριμοπάτρης] διὰ τὸ ἀνδρικὸν τῆς φρονήσεως. τὰ γὰρ ἀνδρικώτατα τῶν ζῴων γλαυκά. E. 137. ἐς πάντας Ἀχαιοὺς] βούλονται τῆς ἐς προθέσεως ῥωννύναι τὸν τόνον τινὲς, ἵνα δυνάμει ἀναστροφὴ γένηται κατὰ τὸ “ὄρνιθες ὥς.” E. H. 138. οὐ κατὰ κόσμον] οὐ κατὰ καιρὸν ἐνδεχόμενον. E. ἐς ἠέλιον καταδύντα] δύναντος τοῦ ἡλίου μῦθον μυθείσθην. B. 139. οἱ δʼ ἦλθον] οὗτος ὁ στίχος διὰ μέσου. B. σἱ δʼ ἧλθον οἴνῳ βεβαρηκότες] οὕτω τὸ ἑξῆς· τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιοὺς μῦθον μυθείσθην τοῦ εἵνεκα λαὸν ἄγειραν μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐς ἠέλιον καταδύντα. οἱ γὰρ ἦλθον οἴνῳ βεβαρηκότες. Ἄλλως. τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς ἠέλιον κατα- δύντα μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον· (οἱ γὰρ ἦλθον οἴνῳ βεβαρηκότες) μῦθον μυθείσθην. Q. βεβαρηότες] βαρῶ, βαρήσω, βεβάρηκα, βεβάρηα. E. 146. ὃ οὐ] τὸ ὅ ἀντὶ τοῦ ὅτι. ἔστι δὲ ἀποκοπή. Q. 147. οὐ γὰρ αἶψα θεῶν τρέπεται νόος] ἐναντίον τοῦτο τῷ ἐν Ἰλιάδι “στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί” (ι, 497.) . λύοιτο δʼ ἄν ἐκ τοῦ προσώπου· τὰ μὲν γὰρ λέγει ὁ Νέστωρ, τὰ δὲ Φοῖνιξ· ὥστε οὐ ταὐτὰ ἐδοκίμαζον. λύεται δὲ καὶ ἐκ τοῦ καιροῦ· τὸ γὰρ προθυμούμενον, τὸ στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, τῷ καιρῷ ἥρμοσται. λύεται δὲ καὶ ἐκ τῆς λέξεως· πρόσκειται γὰρ τὸ αἶψα· στρέφονται μὲν γὰρ, οὐκ αἶψα δέ. B. E. Q. 149. ἕστασαν] δασύνεται· οὐ γὰρ ἀντὶ τοῦ ἑστήκεισαν ἐκεῖ. M. 151. νύκτα μὲν ἀέσαμεν] διετελέσαμεν, διηλλάξαμεν. H. Καὶ ἄλλως Πορφυρίου. τὸ ἀέσαμεν, οὐκ, ἐκοιμήθημεν, ἀλλʼ ἐπνεύσαμεν, ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνεῖν. λέγει δὲ καὶ ἀνάπνευσιν τὴν μικρὰν τῶν κακῶν παραμυθίαν, “ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο” (Il. λ, 801.) ,ἀπὸ τῶν ἐκ πολέμου ἐπʼ ὀλίγον ἀναπνεόντων· καὶ “ἀσπασίως φεύ- γοντες ἀνέπνεον Ἕκτορα δἵον” (Il. λ, 327.) · “ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε” (Il. χ, 222.) · “αὖτις δʼ ἀμπνύνθη” (Il. ε, 697.) . ἀφʼ οὗ καὶ τὸν εὑρίσκοντα πόρους εἰς ἀνάπνευσιν τῶν κακῶν, ὅπερ ἐστὶν ὁ φρόνιμος, πεπνυμένον φησίν. τὸ δὲ “χαλεπὰ φρεσὶν νοντες ἀλλήλοις” ἀντὶ τοῦ ἀγρυπνοῦντες καὶ χαλεπὰ μεριμνῶντες εἰς ἀλλήλους. E. H. M. Q. τινὲς δὲ τὸ ἀέσαμεν ἀντὶ τοῦ ἀνεπαυσά- μεθα, ἐκοιμήθημεν, ἢ διενυκτερεύσαμεν, ἐμείναμεν. M. Ἄλλως. ἀνεπνεύσαμεν τῆς στάσεως, ἀπὸ τοῦ ἄω. εἰ γὰρ, ἐκοιμήθημεν, πῶς ὁρμαίνοντες; ἐν δὲ ταῖς χαριεστέραις γέγραπται εἰάσαμεν, ὅπερ ἐστὶν ἄπρακτον ἀφήκαμεν, ἠῶθεν δὲ οἱ μὲν νέας. ἀνοίκειον γὰρ τὸ κοιμᾶσθαι αὐτοὺς ἐν τοσούτῳ κινδύνῳ, εἴ τις τὸ ἀέσαμεν ἀντὶ τοῦ ἐκοιμήθημεν ἐκδέξαιτο. E. H. M. Q. R. 153. εἰς ἅλα δἵαν] γρ. ἀμφιελίσσας. H. 154. βαθυζώνους τε γυναῖκας] τοῖς γὰρ ὑποδύταις αἱ βάρβαροι γυναῖκες μέχρι βάθους ἐπισύρουσαι χρῶνται. E. M. P. 156. αὖθι] ἀπὸ τοῦ αὐτόθι κατὰ συγκοπήν. B. 158. ἐστόρεσεν] ἔστρωσεν, γαλήνην ἐποίησεν, ἐγαληνοποίησε τὸν πόντον τὸν μεγάλα κήτεα ἔχοντα. Gl. H. 161. σχέτλιος] ἀπὸ τοῦ σχῶ τὸ κρατῶ· ὁ κατέχων ἐπιπολὺ τοὕ θυμοῦ καὶ σχετλιάζειν ἡμἅς ποιῶν. E. 164. ἦρα φέροντες] ἐπιθυμητά· ἀπὸ τοῦ ἀρῶ τὸ ἁρμόζω, ἦρα, ἐπίηρα, ἐπέραστα. P. Q. 165. ἀολλέσιν] ἐκ τοῦ ἁ τὸ ὁμοῦ, καὶ τοῦ εἱλῶ τὸ συστρέφω. ἢ ταχείαις, ἀπὸ τῆς ἀέλλης. E. 168. μετὰ νῶϊ] πρὸς ἡμἅς, μεθʼ ἡμἅς, ἐφʼ ἡμῖν Διομήδης καὶ Νέστωρ. εἴρηται δὲ ἐπὶ δυϊκῶν. M. 169. ἐν Λέσβῳ] ἐν τῇ Λέσβῳ δὲ κατέλαβεν ἡμᾶς μόλις ὁ ξανθὸς Μενέλαος, διαλογιζομένους ἡμᾶς ἢ ἵνα πλεύσωμεν ὑπεράνωθεν τῆς Χίου ἐπὶ τῆς νήσου τῆς ψυρίης, ἔχοντες αὐτὴν τὴν νῆσον ἐπὶ τὰ ἀριστερά· ἢ ὑποκάτωθεν τῆς Χίου παρὰ τὸν Μίμαντα. ἔστι δὲ τὸ μὲν ὄνομα ὄρους οὕτω πως καλουμένου. Μίμας ὄρος ἐρυθρὸν κατέ- ναντι Χίου, ἀπὸ Μίμαντος ἑνὸς τῶν γιγάντων ὀνομασθέν. B. Λέσβος νῆσος Τροίας ἔχουσα πόλεις πέντε, Πύρραν, Ἕρεσσον, Μιτυλήνην, Μήθυμναν, Ἄντισσαν. E. Q V. 170. ἢ καθύπερθε Χίοιο] ὑπεράνω, ἀντὶ τοῦ εἰς τὰ δεξιά. ὑπερέ- χειν γὰρ λέγομεν τὴν δεξιὰν τῆς ἀριστερᾶς. E. M. Q. 171. νήσου ἐπὶ ψυρίης] ἀντὶ τοῦ παρὰ νἥσον ψυρίαν, ὡς “Ὄσ- σαν ἐπʼ Οὐλύμπῳ μέμασαν” (Od. λ, 314.) . H. Q. R. νησίδιον μι- κρὸν πρὸ τῆς Χίου ἐστὶ τὰ ψύρα, ἀπέχον Χίου σταδίους ὀγδοήκοντα, ἔχον λιμένα νεῶν εἴκοσι. Ἀλκμὰν “πάρ θʼ ἱερὸν σκόπελον παρά τε ψύρα τὸν Διόνυσον ἄγοντες.” οἷον ἐν μηδενὶ αὐτὸν τιθέμενοι διὰ τὸ λυπρὸν τῆς νήσου. H. M. Q. R. ψυρία νησίδιόν ἐστιν ἀπέχον τε σταδίους ν΄ τῆς Χίου, ὃ καὶ αἰ- γιαλὸν ἔχει, ἐν ᾧ ἐστι λιμὴν ἐκδεχόμενος ἀπὸ τοῦ Αἰγαίου πελάγους ταρασσομένας τὰς ναῦς. μέμνηται Δημοσθένης. κεῖται δὲ ἡ Χίος νῆσος μέση τῶν ψυρίων καὶ τοῦ Μίμαντος. H. Q. V. Vind. 56. αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες] τὴν Χίον ἐπʼ ἀριστερά. ἀντὶ τοῦ περὶ νῆσον ψυρίαν. M. 172. ἢ καθύπερθε] ὁ ἢ σύνδεσμος δύο τόνω ἐπιδέχεται, ἢ περισπω- μένην ἢ βαρεῖαν, ὅπερ κάλλιον. E. ὑπένερθεν] ὑποκάτωθεν. V. παρ᾿ ἠνεμόεντα Μίμαντα] ἀνέμοις καταπνεόμενον, ἢ κατήνεμον, ὑψηλόν. H. Μίμας δὲ ὄρος ὑψηλὸν καὶ ἐρυθρὸν Ἰωνίας ἀντικρὺ Χίου τῆς νήσου, ἀπὸ Μίμαντος ἑνὸς τῶν γιγάντων ὀνομασθέν. E. H. Q. V. 174. πέλαγος μέσον εἰς Εὔβοιαν] τὴν τούτων μέσην ὁδόν. μέσον τὸ μέσον ψύρων καὶ τῆς Χίου. Εὔβοιαν νῆσον ἐγγὺς Ἀθηνῶν. M. 177. ἐς δὲ Γεραιστόν] ὄνομα λιμένος. Q. 178. ἐννύχιαι] αἱ Ῥιανοῦ γράφουσιν ἐννύχιοι. H. ἐννύχιοι] γρ. ἐννύχιαι. P. Ποσειδάωνι ταύρων] τὸ μὲν ὡς ἐγχωρίῳ θεῷ· ἐτιμᾶτο γὰρ ὁ Πο- σειδῶν ἐν Γεραιστῷ· τὸ δὲ ὡς θαλαττίῳ διὰ τὸν πλοῦν. E. Q. 179. μῆρʼ] μῆρα ὡς μῆλα. τὸ δὲ μετρήσαντες ἀντὶ τοῦ οὐριο- δρομήσαντες. H. Q. 180. τέτρατον ἦμαρ] ἀφʼ οὗ ἐκ Λέσβου ἀνήχθησαν ἀριθμουμένων τῶν ἡμερῶν. τέτρατον, ἀφʼ οὗ καὶ τὸ τέτρασι. B. μετάθεσις Ἰωνική. διαφέρει γὰρ μετάθεσις ὑπερθέσεως· ἡ μὲν γὰρ ἐν τῇ αὐτῇ συλλαβῇ γίνεται, ἡ δὲ ὑπέρθεσις ἐν ἑτέρᾳ, ὡς τὸ ὀθνεῖος. ἦν γὰρ νόθος νοθεῖος καὶ καθʼ ὑπέρθεσιν ὀθνεῖος. καὶ πάλιν γόνυ γόνυος καὶ δόρυ δόρυος, καὶ καθʼ ὑπέρθεσιν γουνός καὶ δουρός. E. Q. 184. ὡς ἦλθον, φίλε τέκνον] δαιμονίως ὁ ποιητὴς, ἐμβαλὼν εἰς ἐπιθυμίαν τῶν νόστων τὸν ἀκροατὴν ἀναρτᾷ πάλιν, ἵνα τὰ λοιπὰ διʼ ἄλλου χωρίου δηλώσῃ. τὸ γὰρ ἑνὶ πάντων τῶν κατὰ τοὺς νόστους πραγμάτων ἐμπειρίαν περιθεῖναι οὐ πιθανόν· ἐν μέρει δὲ δηλουμένων τῶν συμβεβηκότων ἀξιόπιστον γίνεται τὸ πᾶν. οὐκ ἄλογος οὖν οὐδʼ ἡ πρὸς Μενέλαον ἐκπομπὴ, ἀλλʼ ἵνα τὰ περὶ Ἑλένην ἐνταῦθα διατυ- πώσῃ ὄντα ἐν ἡδονῇ τῷ ἀκροατῇ. E. H. M. Q. φίλε τέκνον] ἀντὶ τοῦ φίλον τέκνον. B. ἤτοι πρὸς τὸ σημαινόμενον ἀπήντησε· φίλος γὰρ τὸ τέκνον οὐδέτε- ρον. ἢ πρὸς τὸ συνώνυμον, τὸ παῖς. V. ἀπευθής] μὴ μαθών τι περὶ τοῦ σοῦ πατρὸς ἢ τῶν ἄλλων. B. 188. εὖ μὲν Μυρμιδόνας] Νεοπτόλεμος κατὰ κέλευσιν Θέτιδος ἐμπρήσας τὰ ἴδια σκάφη πεζὸς ἄνεισι. χρησθεὶς δὲ ὑπὸ Ἑλένου, ἔνθα ἂν ἴδοι οἶκον ἐκ σιδηρῶν θεμελίων, τοίχων δὲ ξυλίνων καὶ ὀρόφου ἐρεοῦ, ἐκεῖ μένειν, ἐλθὼν εἰς τὴν Παμβῶτιν λίμνην τῆς Ἠπείρου, καὶ τοὺς ἐγχωρίους εὑρὼν δόρατα πήξαντας καὶ χλαίνας ἄνωθεν καταπε- τάσαντας καὶ οὕτω σκηνοῦντας, συμβάλλει τὸν χρησμόν. καὶ πορ- θήσας τὴν Μολοσσίαν ἐξ Ἀνδρομάχης ἴσχει Μολοσσὸν, ἀφʼ οὗ καὶ τὸ γένος ἐστὶ τῶν ἐν Μολοσσίᾳ βασιλέων, ὡς ἱστορεῖ Ἐρατοσθένης. E. H. M. Q. R. T. οἱ νεώτεροι τὸν Νεοπτόλεμον εἰς τὴν Ηπειρον ἐλθεῖν λέγουσι. V. ἐγχεσιμώρους] τοὺς περὶ τὰ ἔγχη κακοπαθοῦντας. B. τοὺς με- μωραμένους, ὅ ἐστι κάμνοντας, τοῖς ἔγχεσι. E. 189. 190. Ἀχιλλῆος . . . υἱὸς] μετὰ θάνατον αὐτοῦ. εὐκαίρως ἐνεφάνισεν ὅτι ὁ Νεοπτόλεμος καὶ Φιλοκτήτης ἧκον σύμμμαχοι. E. Q. 192. πόντος δέ οἱ οὔτινʼ ἀπηύρα] οὐκ ἀπήλαυσεν ὁ πόντος ὣστε οὐ κατεπόντισέν τινα. V. 193. ἀκούετε νόσφιν] διὰ τὸ ἀξίωμα τοῦ παθόντος καὶ διὰ τὴν τόλμαν τῶν ἀδικησάντων. E. M. Q. 195. ἐπισμυγερῶς] περισσὴ ἡ ἐπί, ὡς ἐν τῷ “βοῶν ἐπιβούκολος.” σμύχεσθαι δέ ἐστι τὸ ὑπὸ πυρὸς ἀναλίσκεσθαι. μετῆκται δὲ ἐπίρ- ρημα ἀπὸ τῶν ἐπισμυχομένων· καὶ “ἐπισμύξαι πυρὶ νῆας” (Il. ι, 653.) . δηλοῖ δὲ τὸ ἐπισμυγερῶς τὸ ἐπιπόνως, ἀξίως. B. E. H. Q. σμυγερῶς] ἐπιπόνως· τὸ μέτρον μετήλειπται. Αἰολικῶς δέ ἐστιν ἐπιπόνως. V. 199. 200. καὶ σὺ. . . εὖ εἴπῃ] καὶ παρὰ Ἀριστοφάνει προηθε- τοῦντο οὗτοι οἱ δύο στίχοι. ἐκ γὰρ τοῦ λόγου τῆς Ἀθηνᾶς (α, 301.) μετήχθησαν ἐνθάδε. H. M. Q. ἄλκιμος ἔσσʼ] ἐν συντόμοις ἡ προτροπή. μάλιστα γὰρ τῶν εὐφυῶν ἅπτεται ἡ ἐπὶ ταῖς καλαῖς πράξεσιν ἐσομένη δόξα. M. Q. 203. καὶ λίην κεῖνος μὲν] οὕτως ἥψατο ὁ λόγος τοῦ Τηλεμάχου, ὡς τὰ περὶ τὸν πατέρα ἀφεὶς μακαρίζειν Ὀρέστην. E. Q. 206. ὑπερβασίης ἀλεγεινῆς] ὕβρεως, ὑπερηφανίας, ἀδικίας. αὕτη γὰρ ὑπέρβασίς ἐστι τῆς δικαιοσύνης μεσότητος οὔσης. E. 209. πατρί τʼ ἐμῷ] περιττός· ἀρκεῖ γὰρ ὁ πρὸ αὐτοῦ. H. πατρί] προσληπτέον τὸ δυνηθῆναι βοηθῆσαι. E. τετλάμεν] τλῆναι καὶ προσθήκῃ τῆς μεν τλήμεναι, τροπῇ δὲ τοῦ η εἰς α καὶ ἀποκοπῇ τῆς αι διφθόγγου τλάμεν καὶ πλεονασμῷ τοῦ τε τετλάμεν. E. 213. μητιάασθαι] γρ. μηχανάασθαι. M. 214. ὁ μὲν πρῶτος ἢ ὀξύνεται, ὁ δὲ δεύτερος περισπᾶται. H. ἐχθαίρουσ᾿] τοῦτο ἐξηγητέον ἐκεῖθεν. ἔφη γάρ που “δεινὸν δὲ γένος βασιλήϊον κτείνειν” (π, 401.) ,καὶ ἐπάγει, “ἀλλὰ πρῶτα θεῶν εἰρώ- μεθα βουλάς,” εἰ χρὴ αὐτὸν ἀναιρεῖν· τὸ οὖν ἐχθαίρουσʼ ἀνὰ δῆμον, μισοῦσί σε, βουλεύονται ἀνελεῖν ἔκ τινος θεοπροπίας. τὸ δὲ ἑκών οὕτω νοητέον, ἑκουσίως ἀνέχει μὴ βουλόμενος ἐπεξελθεῖν τὴν ὕβριν. E. Q. 215. ἀνὰ δῆμον] οἱ κατὰ τὸν δῆμον ὄχλοι, τουτέστιν αὐτὸς ὁ δῆ- μος μισεῖ σε ἔκ τινος θεοπροπίου. B. ἐπισπόμενοι θεοῦ ὀμφῇ] πολλάκις γὰρ μεθίστασαν τοὺς βασιλεῖς μαντείαις ἐπισπόμενοι. ἱστορεῖ Ἔφορος ἐν τῇ ις΄ περὶ τοὺς θεούς. τούτῳ συνῳδόν ἐστι τὸ “δεινὸν δὲ γένος βασιλήϊόν ἐστι κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.” E. H. M. 216. σφι βίας ἀποτίσεται ἐλθών] ἀπορεῖ ὁ Ζηνόδοτος πότερόν ἐστιν ὁ λόγος, βίας αὐτοῖς, ἀντὶ τοῦ τὰς βίας αὐτῶν, ἢ, ἐλθών σφιν, ὅ ἐστιν ἐλθὼν αὐτοῖς, ὥσπερ λέγομεν ἀνίσταμαί σοι ἀντὶ τοῦ ἀνί- σταμαι κατὰ σοῦ. Q. T. Ζηνόδοτος γράφει, ἀποτίσεαι, καὶ τὸ ἑξῆς, ἢ σύγε μοῦνος. H. 217. ἢ ὅγε μοῦνος ἐὼν] ὁ μὲν ὡς ἀδύνατος μόνος κολάσαι τοὺς ἐχθροὺς ἀπωλοφύρετο “εἰ γὰρ ἐμοὶ τοσήνδε θεοὶ δύναμιν παραθεῖεν” (205.) ,ὁ δὲ ἠρέμα ἐνδείκνυται αὐτῷ ὅτι ἐν τοῖς τοιούτοις οὐκ ὄχλου δεῖ, ἀλλὰ δύναιτο ἂν καὶ μόνος τιμωρήσασθαι τοὺς μνηστῆρας. E. M. Q. καὶ αὐτὸς Ζηνόδοτος, σύ γε. E. Q. 219. περικήδετο] ὑφʼ ἓν τὸ περικήδετο ἀντὶ τοῦ ὑπερεκήδετο. οὕ- τως Ἀρίσταρχος καὶ Ἡρωδιανός. H. M. 224. τῷ] τούτου ἕνεκεν. M. 226. ὦ γέρον] τὸ, ὦ γέρον, μέσως λαμβάνεται, καὶ ἐπὶ ὕβρεως καὶ ἐπὶ τιμῆς, τὸ δὲ, ὦ γέροντες, τὸ πληθυντικὸν ἐπὶ μόνης τιμῆς. B. οὕπω τοῦτο ἔπος] οὐ τὸ φιληθήσεσθαι ὑπὸ Ἀθηνᾶς, ἀλλὰ πρὸς ἐκεῖνο ἀπήντησεν “τίς δʼ οἶδ᾿ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθὼν, ἢ ὅγε μοῦνος.” M. Q. τὸ τοὺς μνηστῆρας ἀναιρεθῆναι ὑπὸ Ὀδυσ- σέως. M. P. Q. 228. οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν] ὑπερβολικῶς τοῦτο εἴρηκεν ἐν ἤθει· ὅπερ οὐ συνεὶς ὁ Ζηνόδοτος γράφει, εἰ μὴ θεοὶ ὣς ἐθέλοιεν. H. M. Q. R. τοῦτο οἰκονομίαν λέγουσιν εἶναι τοῦ ποιητοῦ. ἐπεὶ γὰρ μετὰ Νέστορος διαλεγόμενον εἰσάγει τὸν Τηλέμαχον, ἄνδρα δὲ μήπω στε- ρεόφρονα ὄντα, οἰκείους καὶ τοὺς λόγους αὐτῷ ἀνατίθησιν. M. 230. Τηλέμαχε] οὗτος ὁ στίχος, λαγαρός ἐστι· διὸ Ζηνόδοτος ἴσως μετέγραφε, “Τηλέμαχʼ ὑψαγόρη μέγα νήπιε, ποῖον ἔειπες;” τὸν δὲ δεύτερον περιῄρει τελέως διὰ τὸ μαχόμενον αὐτῷ “εἰ μὴ θεοὶ ὣς ἐθέλοιεν.” (228.) H. M. 231. οὐ χρή σε ἐπὶ τῇ βραδύτητι δυσχεραίνειν. οὐδὲ γὰρ Ἀγα- μέμνονι τὸ ταχέως νοστῆσαι συνήνεγκεν. ὁ λόγος δὲ καὶ ὁ νοῦς οὕτως, ἄνδρα εἵμαρται τὸ ζῆν δύναται ὁ θεὸς σῶσαι κινδυνεύοντα· ᾧ δὲ εἵμαρται τὸ ἀποθανεῖν οὐδὲ οἱ θεοὶ δύνανται παρὰ μοῖραν βοηθῆσαι. E. Q. T. ῥεῖα θεός γʼ ἐθέλων] σημείωσαι τὸν στίχον, ὅτι καὶ ἀνωτέρω οὐ περὶ Τηλεμάχου, ἀλλὰ περὶ Ὀδυσσέως εἴρηται, “τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών;” (216.) H. M. Q. σαώσαι] γρ. σαώσειεν. H. 232. βουλοίμην δʼ ἂν ἔγωγε] ἀθετοῦνται στίχοι ἑπτὰ ἀπὸ τοῦ· “βουλοίμην δʼ ἂν ἔγωγε” μέχρι τοῦ “μοῖρʼ ὀλοή,” οἱ μὲν πρῶτοι τέσ- σαρες ὡς οὐκ ἀκολούθως τοῖς προκειμένοις ἐπενεχθέντες, οἱ δὲ ἑξῆς τρεῖς διὰ τὸ ἀσύμφωνον· ἐναντίοι γάρ εἰσι τῷ “ῥεἵα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.” E. H. M. Q. R. 236. ἀλλʼ ἤτοι θάνατον] ἀποροῦσι τινὲς διὰ τί ὁ Ὅμηρος παρεισ- άγει τὸ αὐτὸ καὶ ἓν πρόσωπον, τὸν δῆθεν Μέντορα, ἀνωτέρω μὲν λέγοντα ὅτι “ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι,” πάλιν δʼ ἐν τῷ παρακατιέναι λέγοντα ὅτι οὐδὲ θεοὶ δύνανται τὸν ὁμοίϊον θά- νατον οὐδὲ ἀπὸ τοῦ φίλου αὐτοῖς ἀνδρὸς ἀποσοβῆσαι. καὶ πρὸς τοῦτο φαμὲν ὅτι ὃ μὲν ἀνωτέρω λέγει τοιοῦτόν ἐστιν, ὡς εὐκόλως ἂν σώσαιεν καὶ ἀπὸ μακρόθεν οἱ θεοὶ ὃν ἄν βούλοιντο, κἂν ἐν ἀφύκτοις δεσμοῖς περιέχηται, μηδὲ πεπρωμένης οὔσης τῆς αὐτόθι τελευτῆς ἐκείνου καὶ ἴσως καὶ τὴν ζωὴν αὐτῷ παρατείνουσιν· ὃ δὲ παρακατιὼν λέγει τοι- οῦτόν ἐστιν, ἀλλὰ τὸν ὁμοίϊον θάνατον, ἤγουν τὸν πᾶσιν ὁμοίως διδό. μενον, οὐδʼ οἱ θεοὶ ἂν ἀποσοβήσειαν ἀφʼ οὗ βούλοιντο, ἀλλὰ τότε ὁπόταν ᾖ πεπρωμένον τὸ τελευτῆσαι αὐτόν. M. θάνατον μὲν ὁμοίϊον] κοινὸν, φυσικὸν, τὸν πᾶσιν ὁμοίως ἐπερχόμε- νον. ἢ καὶ ἄλλως. τὸ τισὶ μὲν κακὸν, τισὶ δὲ καλὸν, ὅπερ ἐστὶ καὶ πρὸς τὶ κακὸν, οὐ ῥηθήσεται ποτε ὅμοιον· ὃ δέ ἐστι πᾶσιν ἐξ ἴσου κακὸν, ἐκεῖνο καὶ ὅμοιον ῥηθήσεται, ἤτοι κοινὸν κακόν. B. E. Q. 237. ἀλαλκέμεν] ἀλκεῖν. καὶ ἐγένετο ἀλκέν κατὰ συστολὴν, καὶ ἐκβολῇ τοῦ ν καὶ προσθέσει τῆς μεν, ἀλκέμεν, καὶ ἐξ αὐτοῦ ἀλκέμε- ναι, καὶ πλεονασμῷ τῆς αλ, ἀλαλκέμεναι. E. 241. 242. κείνῳ δʼ οὐκ ἔτι νόστος] ὀβελίζονται δύο. τί γὰρ ὄφε- λος λέγεσθαι, τῆς Ἀθηνᾶς εἰπούσης “ποἵόν σε ἔπος φύγεν; ῥεῖα θεός γʼ ἐθέλων.” ἄλλως τε, εἰ οὕτως πέπεισται, τί ζητεῖ περὶ τῶν νόστων; H. M. Q. R. 244. ἠδὲ φρόνιν] φρονῶ φρόνις, ὡς κλονῶ κλόνις. ὁ δὲ Ἀριστοφάνης τὸ φρόνιν νῦν μεν ἐπὶ τῆς φρονήσεως, ἐν δὲ τῷ “κατὰ δὲ φρόνιν ἤγαγε” (Od. δ, 258.) ,τὴν καταφρόνησιν. E. M. Q. R. T. 245. τρὶς γὰρ δή μιν] παρὰ τὸ ἐν Ἰλιάδι πεποίηται, “μετὰ δὲ τριτάτοισιν ἄνασσεν (Ιl. α, 252.) . ἀλλὰ νῦν μὲν βασιλεῦσαι αὐ- τόν φησι τρὶς, ἐκεῖ δὲ ἅπαξ, βιῶναι δὲ ἐπὶ τρίτην γενεάν. περιγρα- φομένων οὖν τῶν τριῶν στίχων τὰ τῆς διανοίας χαρίεντα. E. M. Q. R. Ἄλλως. Πορφυρίου. ἐν γὰρ τῷ γένει τῶν ἀνδρῶν, ἤτοι τῷ πλή- θει, φασὶν ἐκ τρίτου ἀνάξαι τὸν Νέστορα, ἤτοι ἐπὶ τρισὶ γενεαῖς. οἱ γὰρ παλαιοὶ τὰς γενεὰς ἐψήφιζον ἕως ἐτῶν τριάκοντα. γενεὰ δὲ λέ- γεται ἡ τοῦ τίκτειν καὶ γεννᾶν τελείωσις, ἥτις τὴν τριακονταετῆ περίοδον ἔχει. ὁ γοῦν ἐν τῷ ἄρχειν δύο τριακονταετίας παραδραμών καὶ τὴν τρίτην ἐλαύνων εἰκότως λέγεται τρὶς ἀνάξαι. E. φασιν ἀνάξασθαι] διὰ τοῦ α τὸ ἀνάξασθαι ἀντὶ τοῦ βασιλεῦσαι. γένεα δὲ τὰς γενεάς. ἀθετοῦνται δὲ οἱ τρεῖς στίχοι οὗτοι ὡς περιτ- τοὶ “Νέστορʼ ἐπεὶ περίοιδε” καὶ “τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι” καὶ “ὥστε μοι ἀθανάτοις.” τὸ δὲ ἀθανάτοις Ἀριστοφάνης ἀθάνατος λέγει ἑνικῶς. H. M. 247. μέγα κῦδος Ἀχαιῶν] γρ. σὺ δʼ ἀληθὲς ἔνισπε. P. 248. πῶς ἔθανʼ Ἀτρείδης] καλῶς ἀναπλήρωσις τῆς Ἰλιάδος ἡ Ὀδύσσεια λέγεται. ἃ γὰρ κατέλειψεν ἐκεῖ, ἐνταῦθα λέγει. E. 250. Αἴγισθος δολόμητις] κυρίως ἐνθάδε τέτακται τὸ ἐπίθετον, ἵν᾿ ἐμφαίνηται ὁ δόλῳ κρατήσας τοῦ κρείττονος· ἐπιφέρει γοῦν “ἐπεὶ κτάνε πολλὸν ἀρείω.” H. M. Q. Ἄλλως. ἐκ τούτου συνετὸς ὁ Τηλέμαχος, συνιεὶς καὶ ἀφʼ ἑαυτοῦ, μὴ ἂν ἐκ φανερᾶς ἐπιθέσεως τὸν ἐλάττονα περιγενέσθαι τοῦ κρείττο- νος εἰ μὴ μετὰ δόλου. οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τοῦ, “ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ.” διὸ καὶ ὁ Νέστωρ ἀποδεξάμενος αὐτόν φησιν, ἤτοι μὲν καὶ αὐτὸς ὀΐεαι ὥς κεν ἐτύχθη, εἰ ζώοντʼ Αἴγισθον, καὶ τὰ ἐξῆς. E. 251. ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ] Ἀττικῶς κατʼ ἔλλειψιν, ἐν τῷ τόπῳ τοῦ Ἄργους. B. τινὲς δὲ, ἢ οὐκ Ἄργει ἔην ἐν Ἀχαιικῷ. H. Q. 252. εἰς τὸν φιλάδελφον· τοιούτους γὰρ ἐν Ἰλιάδι παρέδωκεν αὐ- τούς. H. 255. ἤτοι μὲν τόδε] προσαγωγῶς πάνυ τὴν εὐφυΐαν αὐτοῦ καὶ προσοχὴν ἐπαινεῖ, ὅτι εὐφυῶς, ἐπύθετο περὶ Μενελάου, ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ. E. Q. κʼ αὐτὸς] τὸ πλῆρές ἐστι τῆς συναλοιφῆς κεν ἀντὶ τοῦ δή. τὸ δὲ ὅμοιον ἐν Ἰλιάδι (ζ, 260.) “ἔπειτα δέ κʼ αὐτὸς ὀνήσεαι. ʼ H. M. αὐτὸς ὀΐεαι] ὑπολαμβάνεις ὃν τρόπον γεγόνασιν ἂν τὰ περὶ τοῦ Αἰγίσθου. B. τόδε κʼ αὐτὸς ὀΐεαι ὥσπερ ἐτύχθη] γρ. τάδε κʼ αὐτός. γρ. ὥσπερ. P. 258. ἔχευαν] τινὲς, ἔχευεν, ἵνα λείπῃ τὸ τίς· ἐὰν δὲ ἔχευαν, οἱ προσήκοντες τῷ Αἰγίσθῳ ἅμα δηλονότι ἐκώλυσεν αὐτὸς ὁ Μενέλαος. E. M. Q. 260. ἑκὰς ἄστεος] γρ. ἑκὰς Ἄργεος. H. 262. πολέας] γρ. πολλάς. H. 263. μυχῷ Ἄργεος] οὐ μυχῷ Ἀργεός φησιν ὡς εἴ τις λέγοι ἐν Κορίνθῳ, ἀλλʼ ἐν μυχῷ τοῦ οἴκου, ὃς ἦν ἐνι Ἄργει. E. M. Q. 266. κέχρητʼ ἀγαθῇσιν] γρ. κέκρητο. P. 267. πὰρ γὰρ ἔην καὶ ἀοιδὸς] τὸ ἀρχαῖον οἱ ἀοιδοὶ φιλοσόφου τάξιν ἐπέσχον καὶ πάντες αὐτοῖς προσεῖχον ὡς σοφοῖς, καὶ παιδευ- θῆναι τούτοις παρεδίδοσαν τοὺς ἀναγκαίους· ἔν τε ταῖς ἑορταῖς ἔν τε ταῖς ἀναπαύσεσιν ἐπὶ πολλὰς ἡμέρας συλλεγόμενοι τούτων ἤκουον εἴ που γέγονεν ἐπιφανὲς ἢ καλὸν ἔργον. καὶ ὁ καταλειφθεὶς οὖν παρὰ τῇ Κλυταιμνήστρᾳ ᾠδὸς πονηρὰς ἐπινοίας ἐγγίνεσθαι ἐκώλυε, διη- γούμενος ἀνδρῶν καὶ γυναικῶν ἀρετάς. καὶ ἕως τούτου ἐσωφρόνει ἕως αὐτῇ παρῆν οὗτος. τινὲς ἀοιδὸν τὸν μὴ αἰδοῖα ἔχοντα, κακῶς. τοῦ- τόν τινες Χαριάδην, οἱ δὲ Δημόδοκον καλοῦσιν, οἱ δὲ Γλαῦκον. E. M. πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς] συμπαρῆν γὰρ αὐτῇ καὶ ᾠδός. τὸ γὰρ ἀρχαῖον οἱ ᾠδοὶ φιλοσόφων τάξιν ἐπεῖχον. τινὲς δὲ κακῶς νοήσαντες τὸν εὐνοῦχον ἀπέδοσαν. M. Q. V. ἐνταῦθα δέ τινες ἀοιδὸν τὸν εὐνοῦ- χον νοοῦσιν ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ αιδοίου, τὸν ἐστερη- μένον τῶν αἰδοίων. M. ἀοιδὸς] οἱ μὲν ἀοιδοὺς λέγουσι τοὺς τραγῳδούς. διὰ τιμῆς γὰρ οἱ παλαιοὶ τούτους ἦγον· οἱ δὲ. . . . φασὶν εἶναι εὐνοῦχον λέγοντα τὸν ἀοιδὸν εἶναι τῆς Κλυταιμνήστρας. P. πὰρ γὰρ ἔην καὶ ἀοιδὸς] οὕτω Δημήτριος ὁ Φαληρεύς· Μενέλαος ἅμα τῷ Ὀδυσσεῖ ἐλθὼν εἰς Δελφοὺς τὸν θεὸν ἤρετο περὶ τῆς μελ- λούσης ἔσεσθαι εἰς Ἴλιον στρατείας. τότε δὴ καὶ τὸν ἐνναετηρικὸν τῶν Πυθίων ἀγῶνα ἀγωνοθετεῖ Κρέων, ἐνίκα δὲ Δημόδοκος Λάκων μαθητὴς Αὐτομήδους τοῦ Μυκηναίου, ὃς ἦν πρῶτος διʼ ἐπῶν γράψας τὴν Ἀμφιτρύωνος πρὸς Τηλεβόας μάχην καὶ τὴν ἔριν Κιθαιρῶνός τε καὶ Ἑλικῶνος, ἀφʼ ὧν δὴ καὶ τὰ ἐν Βοιωτίᾳ ὄρη προσαγορεύεται· ἦν δὲ καὶ αὐτὸς μαθητὴς Περιμήδους Ἀργείου, ὃς ἐδίδαξεν αὐτόν τε τὸν Μυκηναῖον Αὐτομήδην, καὶ Λικύμνιον τὸν Βουπράσιον καὶ Σίνιν, καὶ τὸν Δωριέα, καὶ Φαρίδαν τὸν Λάκωνα, καὶ Πρόβολον τὸν Σπαρτιά- την. τότε δὴ Μενέλαος τῇ προνοίᾳ τῆς Ἑλένης ἀνέθηκεν ὅρμον Ἀθηνᾷ. τὸν δὲ Δημόδοκον εἰς Μυκήνας λαβὼν Ἀγαμέμνων ἔταξε τὴν Κλυταιμνήστραν τηρεῖν. ἐτίμων δὲ λίαν τοὺς ᾠδοὺς ὡς διδασκά- λους τῶν τε θείων καὶ παλαιῶν ἀνδραγαθημάτων, καὶ τῶν ἄλλων ὀρ- γάνων πλέον τὴν λύραν ἠγάπων. δηλοῖ δὲ καὶ Κλυταιμνήστρα τὴν εἰς αὐτὸν τιμήν· οὐ γὰρ φονεύειν, ἀλλʼ ἀφορίζειν αὐτὸν ἐκέλευσε. Τιμόλαος δὲ ἀδελφὸν αὐτόν φησιν εἶναι Φημίου, ὃν ἀκολουθῆσαι τῇ Πηνελόπῃ εἰς Ἰθάκην πρὸς παραφυλακὴν αὐτῆς· διὸ καὶ βίᾳ τοῖς μνηστῆρσιν ᾄδει. E. H. M. Q. R. τοσοῦτον δὲ καὶ πρὸς τὰ πολιτικὰ διέτεινεν ἡ τῶν κιθαρῳδῶν μουσικὴ ὡς τῶν Σπαρτιατῶν τὴν πόλιν ὠφελεῖσθαι λέγουσιν ὑπὸ τούτων τῶν ἀνδρῶν τὰ μέγιστα καὶ πρὸς ὁμόνοιαν καὶ πρὸς τὴν τῶν νόμων φυλακήν. ὡς καὶ τὴν Πυθὼ, αὐτόθι φυομένης ταραχῆς, εἰπεῖν, τὸν Λέσβιον ᾠδὸν ἀκούειν καὶ παύσασθαι τῆς φιλονεικίας. ὃ καὶ γέγονεν. E. Q. 268. εἴρυσθαι] ὥσπερ γίνεται ἀπὸ τοῦ εἱλίσσω τὸ εἱλίξας, οὕτως καὶ ἀπὸ τοῦ εἰρύω εἴρυμι τὸ εἴρυσθαι. B. 269. ἀλλ᾿ ὅτε δή μιν] τὸν ἀοιδὸν, ἢ τὴν Κλυταιμνήστραν, ἢ τὸν Αἴγισθον, ἢ τὸν Ἀγαμέμνονα. E. τὴν Κλυταιμνήστραν. δαμῆναι] ὑποταγῆναι τῷ Αἰγίσθῳ. P. 270. ἄγων ἐς νῆσον ἐρήμην] ὁ Αἴγισθος. E. εἰς Κάρφην. E. H. 271. κύρμα] ἐπιτυχίαν, ἀπὸ τοῦ κυρῶ τὸ ἐπιτυγχάνω. B. 272. ἐθέλων] Ὅμηρος τρισυλλάβως. H. 274. πολλὰ δʼ ἀγάλματα] Ὅμηρος ὁπόταν τὸ γένος προείπῃ τὸ συνεκτικόν τινων, ἐπιφέρειν εἴωθε καὶ τὰ περιεχόμενα εἴδη, οὐ μέντοι διὰ τοῦ διαζευκτικοῦ συνδέσμου, ὃς οὐκ ἔστι συναγωγὸς, ἀλλὰ διὰ τοῦ τε τοῦ συμπλεκτικοῦ καὶ ἀναφορικοῦ ὑπάρχοντος, πάντα σημαί- νων, ὥσπερ ἐν τούτοις “πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν.” τίνα οὖν ταῦτα; “ὑφάσματά τε χρυσόν τε.” τὸ εἶδος. τοιοῦτον καὶ τὸ “νηῶν δʼ ἔκφερʼ ἄεθλα, λέβητάς τε τρίποδάς τε, ἵππους θ” ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα, ἠδὲ γυναῖκας ἐϋζώνους, πολιόν τε σίδηρον (Il. ψ, 259.) πάλιν εἰπὼν μῆλα ἐπάγει τὸ εἶδος “ἔϊές τε καὶ αἶγεςʼ (Od. α,184.) . καὶ “Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἤρχον” (Il. β, 494.) . ποῖοι; “οἵ Ὑρίην ἐνέμοντο.” πάλιν “οὐ φυτὸν" εἰπων (Od. ω, 246) ἐπάγει “οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, οὐκ ὄχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον," καὶ πρὸς μὲν τὸ φυτὸν τὴν συκῆν ἀπέδωκε, πρὸς δὲ τὸν κῆπον τὴν πρασιάν. κῆπον δὲ λέγει τὸν κατα- πνεόμένον τόπον, πρασιὰν δὲ ἀπὸ τῶν λαχανευομένων τόπων, ἃ καὶ ἐπʼ ἐσχάτοις φυτεύουσιν. “ἔνθα δὲ κοσμηταὶ πρασιαί (Od. η, 127.) . καὶ τὰ μὲν συνεκτικὰ οὕτως· τὰ δὲ διαζευκτικὰ “μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων." (Od. ρ, 384.) M. ἄγαλμα λέγει ὁ ποιητὴς πᾶν ἐφʼ τις ἀγάλλεται, καὶ οὐ τὸ ξόανον. M. Q. ἀγάλματα παρὰ τοῖς νεωτέροις αἱ στῆλαι, ἐνταῦθα δὲ τὰ ἀναθήματα. M. 275. ἐκτελέσας μέγα ἔργον] τὸ τοῦ γάμου καὶ τῆς βασιλείας κρατῆσαι. B. ἔλπετο] Ἰακῶς τὸ ἔλπετο, οὐκ ἤλπετο. M. 276. ἅμα πλέομεν] Ζηνόδοτος ἀναπλέομεν, κακῶς· Ὅμηρος γὰρ τὸν εἰς Τροίαν πλοῦν ἀνάπλουν φησίν. M. 278. Σούνιον] ἀκρωτήριον τῆς Ἀττικῆς. ἱερὸν δὲ εἴρηται παρὰ τὸ ἀνατεθεῖσθαι τῷ Ποσειδῶνι. M. ἀκρωτήριον Ἀττικῆς. τὸ δὲ ἑξῆς, ἱερὸν ἄκρον. Q. 279. ἔνθα κυβερνήτην] δαιμονίως προῳκονόμηται πρὸ τοῦ μεσοῦν- τος χειμῶνος τελευτᾶν τὸν κυβερνήτην. H. Φοῖβος Ἀπόλλων] ὁ φοιβάζων καὶ μαντευόμενος καὶ τὰ τῶν θεῶν ἄδηλα δηλοποιῶν· ἢ ὁ ἐκ Φοίβης γυναικὸς γεννηθεὶς Ἀπόλλων. λέ- γει δὲ τὸν ἥλιον Ἀπόλλωνα ἀπὸ τοῦ μὴ πολλοὺς ἡλίους εἶναι· τὸ γὰρ α στερητικόν. ἀγανοῖς δὲ, τοῖς λαμπροῖς· ἢ τοῖς ἄγαν ὀξυτάτοις, ἀπὸ τοῦ ἄγαν ἵεσθαι καὶ πέμπεσθαι· ἢ τοῖς γλυκυτάτοις διὰ τὴν συντομίαν τοῦ θανάτου. ἐκ γὰρ τῆς τοῦ ἡλίου κινήσεως γίνονται πολλάκις θάνατοι αἰφνίδιοι. E. 280. οἷς ἀγανοῖς] ἢ ταχυτάτοις, ἄγαν ἱεμένοις. καὶ ἀγανός ἐτυ- μολογεῖται ἀπὸ τοῦ ἄγαν νέειν εἰς αὐτὸν πάντας, ὡς καὶ ἀγαθός ἀπὸ τοῦ ἄγαν θέειν περὶ αὐτόν· τὸν γὰρ ἀγαθὸν πάντες φιλοῦντες εἰς αὐ- τὸν τρέχομεν· ὁμοίως καὶ εἰς τὸν ἀγανὸν ἤτοι λαμπρὸν καὶ ἐνάρετον πάντες πορευόμεθα. B. ἤγουν λοιμικῇ νόσῳ τετελεύτηκεν. P. 282. Φρόντιν Ὀνητορίδην] παρὰ τὸ φροντίζειν καὶ ὄνησιν εἶναι ἔπλασε τὸ ὄνομα. H. ἐκαίνυτο] τὸ δὲ ἐκαίνυτο, ἐνίκα. κυρίως δὲ ἀπὸ τοῦ καίνειν, ὅ ἐστι κόπτειν. πᾶς γὰρ καίνων ἤτοι τιτρώσκων τὸν ἐναντίον νικᾷ. ὅθεν καὶ καίνω ῥῆμα τὸ νικῶ καὶ καίνυμι. B. ἐνίκα. κυρίως δὲ καίνυσθαι τὸ κτείναντα νικῆσαι. καίνειν γὰρ τὸ φονεύειν. E. V. 286. ταῦτα ἐπίσταται ὁ Νέστωρ, ἢ τοῖς ἐκ τοῦ ναυαγίου τοῦ περὶ τὴν Κρήτην διασεσωσμένοις. H. 287. Μαλειάων] ὅτι ὡς Κρητάων (Od. ξ, 199.) καὶ Μαλειάων ἔφη. καὶ ὡς “Κρήτη τις γαῖά ἐστι” (Od. τ, 172.) ,καὶ “περι- γνάμπτοντα Μάλειαν” (Od. ι, 80.) . H. M. Q. 289. λιγέων τε] διχῶς Ἀρίσταρχος, λιγέων δέ, καὶ, λιγέων τε. H. ἐπʼ ἀϋτμένα] ἀρσενικῶς τὸν ἀυτμένα, ἀπὸ ὀρθῆς τῆς ἀϋτμήν, τουτέστι τὴν σφοδρὰν πνοήν. H. Q. 290. τροφέοντο] γρ. τροφόεντα. Q. τροφόεντα] γρ. τρεφό- εντα. P. Ἀρίσταρχος γράφει τροφόεντο ἀντὶ τοῦ ηὐξάνοντο. H. τροφέοντο] ηὐξάνοντο. M. V. 292. κύδωνες] ἔθνος Κρήτης· καὶ Κυδωνὶς πόλις Κρήτης, ποτα- μὸν ἔχουσα Ἰάρδανον. Q. V. Ἰαρδάνου] ἀπὸ τῆς Ἰαρδάνης εὐθείας, ὅς ἐστι ποταμὸς Κρήτης. M. 293. Λισσὴ] τινὲς μὲν ὄνομα κύριον τὴν νῦν Βλισσὴν καλουμένην, οἷον λεία. ὁ δὲ Κράτης σὺν τῷ ν γράφει Λισσήν. τὸ δὲ ἐξῆς, ἔστι τέ τις ἐπὶ τοῖς ἐσχάτοις μέρεσι τῆς Γορτυνίας ὑψηλὴ πέτρα. H. M. Q. λεία πέτρα. ἢ κατὰ μεταπλασμὸν εἶπε τὸ νῦν καλούμενον παρὰ τοῖς Κρησὶ σὺν τῷ β Βλίσση. ἔστι δὲ ἀκρωτήριον τῆς Γορ- τυνίας. ὁ δὲ Κράτης σὺν τῷ ν γράφει Λισσήν. M. V. Λισσὴ αἰπεῖα] ἔοικεν Ὅμηρος ἐναντιοῦσθαι αὑτῷ. P. 295. ῥίον] τὸ ῥίον λέγει μικρὸν ὂν μέγα κῦμα τὸ προσπῖπτον ἀπείργειν. μικρὸν δὲ λίθον εἶπεν ὡς πρὸς σύγκρισιν τῶν ἐκεῖ γινομέ- νων λίθων. B. σκαιὸν] οἱ μὲν τὸ δυτικὸν, οἱ δὲ τὸ δεινὸν καὶ ἄγριον. Q. δεινὸν, χαλεπόν. V. 296. ἐς Φαιστὸν] ἀκρωτήριον τῆς Γόρτυνος πόλεως Κρήτης ἀπὸ μὲν τῶν πολλῶν μερῶν λίαν περικλυζόμενον καὶ εἰ βραχεῖά τις αὔρα γένηται, ἀπὸ δὲ μεσημβρίας οὐδʼ ὅλως, καίτοι τοῦ νότου μέγιστα ἐγείροντος κύματα, διὰ τὸ κατὰ τοῦτο τὸ μέρος προηκούσαις εἰς θά- λασσαν πέτραις περιαράσσεσθαι τὰ κύματα. τινὲς δὲ τὴν Φαιστὸν πόλιν λέγουσι τῆς Κρήτης. E. H. Q. μικρὸς δὲ λίθος] τὸ γὰρ ὑπὸ τοῦ νότου κῦμα τὴν Φαιστὸν ἂν ἐποίει ἀλίμενον, εἰ μὴ προκείμενος ὁ λίθος ἐκώλυεν ἐντὸς μέγα γίνε- σθαι κῦμα, προκαταγνυμένων περὶ αὐτὸν τῶν κυμάτων. γράφει δὲ Ζηνόδοτος “Μαλέου δὲ λίθος·” Μάλειον γὰρ ὀνομάζεται τὸ πρὸ τοῦ Φαιστίων λιμένος ἀκρωτήριον. E. M. Q. V. μικρὸς δὲ λίθος] μικρὸν λίθον εἶπεν ὡς πρὸς σύγκρισιν τῶν ἐκεῖ γινομένων κυμάτων· ὅλον δὲ οἰκονομημένως, ἵνα τοῖς περὶ τὸ χωρίον αὐτῶν ἀσινὴς ἡ ἔκβασις γένηται προεκλυομένου τοῦ κύματος. H. Ἄλλως. Πορφυρίου. διὰ τί ὁ μὲν βορέας μέγα κῦμα κυλίνδει, ὁ δὲ νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ; ἔστι δὲ τὸ μὲν κυλίνδειν τὸ ἐξ ὕψους τι καταφέρειν, τὸ δὲ ὠθεῖν τὸ ἐκ ταπεινοτέρων εἰς ὕψος ἀνάγειν βεβιασμένως. καὶ φαμὲν ὡς εἰδὼς Ὅμηρος ὅτι ἡ ἡμετέρα οἰκουμένη βορειοτέρα ἐστὶ καὶ ὑψηλὴ, ἡ δὲ ἀντοικουμένη νοτιωτέρα καὶ ταπεινὴ ὡς πρὸς ἡμᾶς, εἰκότως ὡς ἂν τοῦ βορέου ἐκ τοῦ ὑψηλοῦ πνέοντος κυλίνδειν αὐτὸν ἔφη τὰ κύματα· τοῦ δὲ νότου ἐκ τοῦ ταπει- νοτέρου πνέοντος ἀνωθεῖν ἔφη τοῦτον τὰ κύματα. ὅθεν καὶ τῆς Ἰλίου καὶ τοῦ Ἑλλησπόντου βορειοτέρων ὄντων τῆς Ἑλλάδος ἀνάπλουν καὶ ἀναγωγὴν καλεῖ τὸν ἀπὸ τῆς Ἑλλάδος δρόμον εἰς Ἴλιον. E. H. Q. R. ἐπεὶ δὲ πασῶν πόλεων καὶ νήσων ἃς κατέλεξεν ἐν τῷ καταλόγῳ περὶ τὸ Ἑλληνικὸν οὐδεμία βορειοτέρα ἢ προσάρκτιος μᾶλλον Ἰθάκης, ἐν δὲ τοῖς προσαρκτίοις μείζους αἱ νύκτες, εἰκότως τὴν νύκτα φησὶν ἐν τῇ Ἰθάκῃ μακροτάτην εἶναι, λέγει δὲ “νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκουέμεν· οὐδέ τί σε χρὴ πρὶν ὥρη κατα- λέχθαι· ἀνίη καὶ πολὺς ὕπνος” (Od. ο, 392.) . E. Q. 298. σπιλάδεσσιν] Ὁμηρικὸν τοῦτο. σπιλάδεσσι δὲ ταῖς παρα- λίαις πέτραις, παρὰ τὸ ἐσπιλῶσθαι· ἢ ταῖς κατὰ θάλασσαν περιει- λημμέναις ἐν ὀλίγῳ ὕδατι. E. Q. V. 301. πολὺν βίοτον] κατὰ τὸ εἰκὸς τοῦ Μενελάου ἥκοντος διηγ- γέλθη περὶ τοῦ πλήθους τῶν χρημάτων ἅπερ ἀπʼ Αἰγύπτου ἤγαγεν. οὐ κατʼ ἀδολεσχίαν δὲ ἐπὶ ταῦτα ἧκεν ὁ Νέστωρ, ἀλλʼ ἀποπληρῶν τὴν ζήτησιν τοῦ νεανίσκου, ὡς οὐκ ἦν ἐπὶ τῆς οἰκίας ὁ Μενέλαος, οὐδὲ αὐτὸς ἐτιμωρήσατο τὸν Αἴγισθον. αὐτὸ δὲ τὸ κεφάλαιον φράζει· τὸ δὲ κατὰ μέρος περὶ Εἰδοθέας καὶ Πρωτέως καὶ τῆς ἐνταῦθα διατριβῆς αὐτὸς ὁ παθὼν διηγήσεται. πιθανῶς δὲ συμμεμέρισται τὰ τῆς διη- γήσεως. Q. 304. δέδμητο] Ἀρίσταρχος δέδμηντο, ὡς “ἡ πληθὺς ἀπονέοντο” (Il. ο, 305.) . H. M. Q. R. 307. ἄψ ἀπʼ Ἀθηναίων] Ζηνόδοτος μὲν, ἄψ ἀπὸ Φωκήων. ἐκεῖ γὰρ κατῴκει ὁ Στρόφιος, εἰς ὃν ἀνετρέφετο Ὀρέστης κατὰ νεωτέρους, Ἀρίσταρχος δὲ, ἂψ ἀπʼ Ἀθηναίης. ὡς ἐκεῖ “ἵτετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην” (Od. η, 80.) . H. M. Q. ἐπαιδεύετο ἴσως ἐκεῖ. οἱ δὲ νεώτεροι παρὰ Στροφίῳ αὐτὸν τετρά- φθαι φασίν. ὅθεν καὶ, ἄψ ἀπὸ Φωκήων, γράφεται. E. T. 309. 310. ἤτοι ὁ τὸν κτείνας] ἔν τισι τῶν ἐκδόσεων οὐκ ἤσαν. ὁ δὲ Ἀρίσταρχός φησιν ὅτι διὰ τούτων παρυποφαίνεται ὅτι συναπώλετο Αἰγίσθῳ ἡ Κλυταιμνήστρα. τὸ δὲ εἰ καὶ ὑπὸ Ὀρέστου, ἄδηλον εἶ- ναι· οὐδὲ γὰρ τὰ περὶ τὴν Ἐριφύλην φησὶν εἰδέναι αὐτόν. M. Q. R. T. τάφον] κατεσκεύασε δεῖπνον. τάφος γὰρ τὸ ἐπὶ νεκροῖς δεῖπνον. B. δαίνυ τάφον Ἀργείοισιν] κατεσκεύασε δεινὴν ἔκπληξιν ἢ κρίσιν ἐν τῷ Ἀργει. E. τάφος σημαίνει πέντε· τὴν νῆσον, ὡς τὸ “Ταφίοισι φιληρέτμοισιν ἄνασσε” (Od. α, 419.) · τὴν ἔκπληξιν, ὡς τὸ “ταφὼν δʼ ἀνόρουσεν Ὀδυσσεύς,” ἢ Ἀχιλλεύς· τάφος ὁ ἐπιτάφιος δεῖπνος, ὡς τὸ “ὧδε δαίνυ τάφον Ἀργείοισι·” τὸ μνημεῖον, καὶ τὸ σῆμα. E. Ἄλλως. ἢ εὐτρέπισεν αὐτῷ τάφον ἐκ τῶν Ἑλλήνων, ἢ εὐωχίαν ἐποίησεν ἐπιτήδειον. ἔθος γὰρ ἦν τοῖς παλαιοῖς τινὸς τελευτήσαντος λαμπράν τινι εὐωχίαν ἑτοιμάζειν ἐπʼ αὐτῷ, ὅπερ καὶ τάφος παρʼ ἐκεί- νοις ἐκέκλητο. E. 310. μητρός τε στυγερῆς] φείδεται διὰ τούτων τοῦ Ὀρέστου. τὸ μὲν γὰρ εὐφημότερον εἶπεν ὅτι ἔθαψε τὴν μητέρα, τὸν δὲ θάνατον παρεσιώπησεν. E. Q. V. 311. βοὴν] μάχην. ἔνθα γὰρ μάχη ἐκεῖ καὶ βοή. E. 313. καὶ σὺ φίλος] οὗτος ὁ τόπος ἀνέπεισε Ζηνόδοτον ἐν τοῖς περὶ τῆς ἀποδημίας Τηλεμάχου διόλου τὴν Κρήτην ἔναντι τῆς Σπάρτης ποιεῖν. οἴεται γὰρ ἐκ τούτων τῶν λόγων κατὰ τὸ σιωπώμενον ἀκη- κοέναι τὸν Νέστορα παρὰ τοῦ Τηλεμάχου ὅτι καὶ ἀλλαχόσε περὶ τοῦ πατρὸς πευσόμενος παρεσκεύαστο πλεῖν. διὸ καὶ ἐν τῇ ά ῥαψωδίᾳ (93.) ἔγραψε “πέμψω δʼ ἐς Κρήτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,” καὶ ἡ Ἀθηνᾶ ἀλλαχοῦ “πρῶτα μὲν ἐς Πύλον ἐλθὲ, κεῖθεν δʼ ἐς Κρή- την τε παρʼ Ἰδομενῆα ἄνακτα, ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλ- κοχιτώνων” (α, 284.) . H. M. Q. R. ἄπο τῆλʼ ἀλάλησο] ἀναστρεπτέον τὴν πρόθεσιν. Q. 316. τηϋσίην] ἀπὸ τοῦ δεύω, τὸ βρέχω, δευσίη, καὶ τροπῇ τοῦ δ εἰς τ καὶ διαλύσει τοῦ ευ τεῦσίη, καὶ τροπῇ τοῦ ε εἰς η, τηῦ- σίην. E. ἐμοὶ οὕτω δοκεῖ, σὺ δὲ τηῦσίην ὁδὸν ἔλθῃς. P. ἀντεστραμμένως γὰρ πάνυ ἔπραττε βραδύνων ὁ Τηλέμαχος. ὁ μὲν γὰρ ἔκδοτον κατέλιπε τὸν ἀδελφὸν τοῖς ἐχθροῖς, ἦκε δὲ μετὰ χρημάτων, ὁ δὲ ἐπὶ μὲν τῇ μητρὶ ἐθάρρει, ἐκινδύνευε δὲ τὰ ὑπάρχοντα ἀπολέσαι, ὑποχείρια τοῖς ἐχθροῖς ἀφείς. H. Q. 317. κέλομαι καὶ ἄνωγα] σημείωσαι ὅτι τὸ κέλομαι καὶ τὸ ἄνωγα λαμβάνονται ἐπὶ τοῦ παραινεῖν καὶ συμβουλεύειν. E. ἀλλʼ ἐς Μενέλαον] συνεμπέπτωκε τῷ τῆς Ἀθηνᾶς βουλήματι ὁ Νέστωρ πρὸς Μενέλαον αὐτὸν στέλλων, οὐχ ὅτι προήκουσέ τι, ἀλλʼ ὅτι νεωστὶ ὁ ἥρως ἐπανεληλύθει. εἰς Μενέλαον δὲ ἀντὶ τοῦ πρὸς Με- νέλαον, ὡς “εἰς Ἀγαμέμνονα δῖον ἄγον.” M. εἰώθασιν οἱ πολλοὶ ὅταν μηδὲν ἔχωσιν ὠφελῆσαι, καὶ παρʼ ἄλλων μαθεῖν κωλύειν. ὁ δὲ Νέστωρ οὐ τοιοῦτος. δεῖ γὰρ τὸν συνετὸν ἄλλοις ἄλλων μαθημάτων παραχωρεῖν. H. Q. R. 319. ὅθεν οὐκ ἔλποιτό γε θυμῷ] ὅθεν οὐκ ἄν τις προσδοκήσαι σω- θῆναι, ἐκεῖνος δηλονότι, ὅντινα πρῶτον ἀποσφήλωσιν ἄελλαι. Q. 320. ἀποσφήλωσιν] ἀποσφαλῆναι καὶ ἀποκρουσθῆναι ποιήσουσιν ἐν αὐτῷ τῷ ἔτει. E. 321. ὅθεν τέ περ οὐδʼ οἰωνοί] ὑπερβολικῶς τοῦτό φησιν. ἐπάγει οὖν “πεμπταῖοι δʼ Αἶγυπτον” (ξ, 257.) H. M. τῇ ταχυτῆτι δὲ τοῦ ζῷου πρόσεστι καὶ μῆκος χρόνου ὑπὲρ τοῦ ἐμφῆναι τὸ διάστημα. τὸ δὲ ὅλον ἐν ὑπερβολῇ, καὶ ὅτι ἀκμὴν ξενικὰ ταῦτα τὰ χωρία τοῖς Ἕλλησιν. H. M. Q. 322. αἰτόετες] διʼ ὅλου τοῦ ἔτους διὰ τὸ πολὺ τὴν ὁδοιπορίαν ἀναβαλλόμενοι. E. 324. πάρα τοι δίφρος τε] δίφρος λέγεται παρὰ τὸ δύο φέρειν, ὧν ὁ ἕτερος παραβάτης, ὁ δὲ ἕτερος ἡνίοχος, τραπέντος τοῦ υ εἰς ι. παρὰ δʼ Αἰγυπτίοις τρεῖς ἵσταντο, διὸ καὶ τριστάται ἐλέγοντο. E. 325. ἔσονται] γράφεται καὶ, ἕπονται. B. 327. αὐτὸν] Ἀρίσταρχος, αὐτός, οὐκ αὐτόν. H. 328. ψεῦδος] ἐναντίον ἐστὶ τοῦτο τῷ “ἴσκε ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὅμοια·” καὶ γὰρ πεπνυμένος ὑπόκειται· ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ. τὸ γὰρ κατὰ καιρὸν κατεπείγοντα ψεύδεσθαι, τοῦτο φρόνησιν εἶναι φασίν. H. 329. κνέφας] ἀπὸ τοῦ κενὸν φάους εἶναι νέφας καὶ κνέφας. E. 332. τάμνετε μὲν γλώσσας] ἔθος ἦν τρεπομένοις πρὸς τὸ καθεύ- δειν τῶν ἱερείων τὰς γλώσσας ἀποτέμνειν καὶ καίειν τοῖς θεοῖς τοῖς λόγου ἐπιμελομένοις. διὸ καὶ ἐπὶ μόνης τῆς Νέστορος θυσίας εἴρη- ται τὸ ἔθος. εὔηθες γὰρ τὸ λέγειν, σύντεμε τοὺς λόγους. λέγεται δὲ Ἀττικὸν εἶναι τὸ ἔθος λαβὸν τὴν ἀρχὴν ἐντεῦθεν. V. Ἀπορία. διὰ τί τοῖς θεοἵς ἀπένεμον τὰς γλώσσας; Λύσις. οἱ μὲν ὅτι κράτιστον τῶν μελῶν ἡ γλῶσσα, οἱ δὲ ὅτι δεῖ τὰ ἐν συμποσίοις λεχθέντα τηρεῖν. ὅθεν καὶ παροιμία “μισῶ μνάμονα συμπόταν.” B. ἵνα ἄλαλος φανῇ ὁ Τηλέμαχος τῷ Μενελάῳ. ἔθος ἦν τοῖς Ἕλλησι τὰς γλώσσας τῶν ἱερείων ἀποτέμνειν καὶ καίειν τοῖς θεοῖς αὐτῶν. E. Ἄλλως. τετραχῶς λέγεται. τὰς γλώσσας γὰρ τῷ Ἑρμῇ ἀνετί- θουν ὡς ἐφόρῳ τοῦ λόγου. καὶ ὅτε ἔμελλον κοιμηθῆναι, ἔθυον γλώσ- σας δεικνύντες ὅτι τῆς ἡμέρας παρελθούσης οὐ χρὴ ἔτι λαλεῖν, ἀλλὰ καιρὸν ποιεῖσθαι ὕπνου μετὰ τὸ δειπνῆσαι τὴν νύκτα, καὶ ὅτι τὰ ἐν συμποσίῳ δομενα οὐ χρὴ τῇ ἐπαύριον ἐν τῷ μεμνῆσθαι ἐκείνων λέ- γειν πρὸς ἄλλους, ἀλλὰ σιωπᾶν ταῦτα. διὸ καί τις σοφὸς “μισῶ μνάμονα συμπόταν.” καὶ ὅτι τὰ μυστικὰ καὶ θεοῖς ἁρμόζοντα οὐ χρὴ πρὸς τοὺς ἀμυήτους καὶ ἰδιώτας λέγειν ἀνθρώπους. καὶ ὅτι τὸ κάλλιστον τοῦ ἱερείου ἡ γλῶσσα, τὸ δὲ κάλλιστον τοῖς θεοῖς ἀνετί- θουν. διὸ καί τις εἶπε πρός τινα σοφὸν, τί κρεῖττον ἐκ τῶν μερῶν ὅλων τοῦ ἱερείου; ὁ δὲ εἶπεν, ἡ γλῶσσα. καὶ αὖθις, τί χεῖρον; καὶ ἔφη πάλιν τὴν γλῶσσαν, ὡς ποτὲ μὲν ὕμνοις θείοις καὶ ἀγαθοῖς λόγοις χρωμένην, ποτὲ δὲ βλασφήμοις καὶ ὕβρεσι καὶ λοιδορίαις. E. Ἄλλως. ἀλληγορικῶς, τάμνετε, ἀντὶ τοῦ παιδεύετε τὰς γλώσσας ὥστε μὴ κακολογεῖν. ἢ παραθήγετε εἰς τὸ τοὺς θεοὺς ὑμνεῖν. πρὸ γὰρ τοῦ κοιμηθῆναι δεῖ ψάλλειν. Ἀντίπατρος δὲ ὅτι χρὴ αὐτὴν παύειν πρὸς κοίτην ἰόντας. Πορφύριος δὲ, ὡς ἐπὶ μαρτύρων τῶν θεῶν διελέγοντο. ὥσπερ κατὰ τὸ οὖς τῶν ἐκπωμάτων ἔσπενδον ὀττευό- μενοι τὰς ἀκοὰς τῶν θεῶν, οὕτω καὶ τὰς γλώσσας ἔβαλλον ὀτ- τευόμενοι τὰ ῥηθέντα πρὸς θεούς. οἱ δὲ ὅτι τοῖς χθονίοις τὰς γλώσ- σας ἀπήρχοντο, τοὺς βλασφήμους λόγους καὶ τὰς λοιδορίας ἐξ αὐτῶν διὰ τούτων ἐκκαθαίροντες. E. 334. κοίτοιο] ἀρσενικῶς εἶπε τὴν κοίτην. Q. 335. ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον] ἡρωϊκὸν πρόσωπόν ἐστι τὸ λέγον. ὁ δὲ ποιητὴς εἰς ὠκεανὸν τὴν δύσιν καὶ ἐξ ὠκεανοῦ τὴν ἀνα- τολήν φησι γίνεσθαι. M. Q. R. Ζηνόδοτος, ᾤχετο. H. 336. οὐδὲ ἔοικε . . . . . θαασσέμεν] τοῖς γὰρ ἐπουρανίοις θεοῖς μεθ᾿ ἡμέραν θύειν καλόν. διόπερ καὶ τὰς δειλινὰς θυσίας οἱ μάντεις παραιτοῦνται, ἡλίου δʼ ἀνίσχοντος ἐπιτελοῦσιν. M. Q. R. ἐν μὲν ταῖς ἑορταῖς καὶ παννυχίζειν εἴθιστο, ἐν δὲ θυσίαις οὐχ ἁρμόττον ἐδόκει ἐπιδιατρίβειν νύκτωρ πίνοντας μή τι καὶ τοῦ πότου προκόπτοντος συμβαίη ἄτοπον. H. M. Q. νέεσθαι] εἰς ὕπνον, ἢ εἰς τὸ θῦσαι. E. 337. ἔκλυον] ὑπήκουσαν. κλύειν γὰρ τὸ ἁπλῶς ἀκούειν καὶ τὸ ὑπα- κούειν. E. ἡ ἐκ καί ἡ εἰς ἐπὶ ἀψύχου, εἰς πόλιν καὶ ἐκ πόλεως· ἡ δὲ ἀπό καὶ ἡ πρός ἐπὶ ἐμψύχου· ἡ δὲ παρά δηλοῖ καὶ τὴν πρός κοί την ἀπό. E. 341. γλώσσας δʼ ἐν πυρὶ βάλλον] ἐζήτησαν διὰ τί τοῖς θεοῖς ἀπένεμον τὰς γλώσσας. οἱ μὲν ἐνόμισαν, ὧν ἐστι Λέανδρος ἢ Ἀρητά- δης, κατὰ πατρῷον ἔθος Ἰώνων. ἔστι γὰρ πάτριον ἔθος Ἰώνων. Ἀπίων δὲ ὅτι κράτιστον τῶν μελῶν ἡ γλῶσσα, τὰ δὲ κράτιστα τοῖς θεοῖς ἀπένεμον. οἱ δὲ ὅτι δέ’ παύειν αὐτὴν εἰς κοίτην ἰόντας· ὅθεν καὶ τῷ Ἑρμῇ πυμάτῳ σπένδεσκον (Od. η, 138.) . οἱ δὲ ὅτι δεῖ τὰ ἐν συμ- ποσίοις λεχθέντα τηρεῖν ἐχεμυθοῦντας· ὅθεν καὶ παροιμία “μισῶ μνάμονα συμπόταν.” ἢ ὅτι τὰ ῥηθέντα τοῖς θεοῖς ἀνετίθεσαν· ὡς ἐπὶ μαρτύρων γὰρ θεῶν διελέγοντο. ἀμέλει καὶ κατὰ τὸ οὖς τῶν ἐκπω- μάτων ἔσπενδον τὴν ἀκοὴν τῶν θεῶν οἰωνιζόμενοι· οἱ δὲ διὰ τοῦ καίειν τὰς γλώσσας ἐδόκουν αὐτὰς καθαίρειν τῶν βλασφημιῶν. οὕτω καὶ τὰς γλώσσας ἔθυον ὀττευόμενοι τὰ ῥηθέντα εἰρῆσθαι πρὸς θεούς. καὶ γὰρ τοῖς χθονίοις θεοῖς ταύτας ἀπήρχοντο, τοὺς βλασφήμους λόγους καὶ τὰς λοιδορίας ἐξ ἑαυτῶν διὰ τούτων ἐκκαθαίροντες. H. M. Q. R. 345. καθαπτόμενος] παρακαλῶν, φιλοφρονούμενος. σημείωσαι τὸ καθαπτόμενος ἐπὶ καλοῦ. E. 346. Ζεὺς τόγʼ ἀλεξήσειε] τὸ ὑμᾶς χωρισθῆναι ἀπʼ ἐμοῦ ὡς πε- νιχροῦ ἢ ἀνελευθέρου. V. τὸ ὑμᾶς χωρισθῆναι ἀπʼ ἐμοῦ. ἰδίως δὲ πέφρακε. βούλεται γὰρ εἰπεῖν, ἀλεξήσαι ὁ Ζεὺς τὸ ἐπὶ νεὼς αὐ- λισθῆναι ἐᾶσαι ὑμᾶς. H. Q. ὑπερβατόν· ἵνα ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε, Ζεὺς τό γʼ ἀλεξήσειε. H. 347. παρʼ ἐμεῖο] λείπει τὸ ἐαθέντες. B. 348. ἀνείμονος ἠὲ πενιχροῦ] ἄλλο πενιχροῦ καὶ ἄλλο ἀνείμονος. πενιχροῦ μὲν τοῦ εὐτελῆ τινα ἔχοντος, ἀνείμονος δὲ τοῦ κἂν ἱματίων ἀποροῦντος. E. πενιχροῦ] ὥστε παρά τινος πτωχοῦ, ἵνα ἐαθῆτε ἀπελθεῖν ἐπὶ τὴν νῆα. B. 349. οὔτε χλαῖναι] αἱ Ἀριστάρχου “ᾧ οὔτι,” αἱ δὲ φαυλότε- ραι “ᾧ οὔτε.” Ζηνόδοτος δὲ “οὔπερ χλαῖναι καὶ κτήματα πόλλ᾿ ἐνὶ οἴκῳ,” ἀκαίρως. M. ῥήγεα] οὐχ ἁπλῶς τὰ ἱμάτια, ἀλλὰ τὰ βαπτὰ ἱμάτια καὶ περι- βόλαια. ῥῆξαι γὰρ οἱ παλαιοὶ ἔλεγον τὸ βάψαι. E. M. Q. V. 352. οὔ θην δὴ τοῦδʼ ἀνδρὸς] δεικτικῶς τὸ τοῦδε· ὁ φίλος τοῦδε δεικτικῶς ἀντὶ τοῦ, ἐμοῦ· ἢ ἀναφορικῶς τὸ τοῦδε ἐπὶ Ὀδυσσέως ἀκουστέον. Q. ἤτοι ἀναφορικῶς, τοῦ Ὀδυσσέως, ἢ δεικτικῶς τοῦδε τοῦ ἀνδρὸς, ἀντὶ τοῦ, ἐμοῦ. M. V. 353. νηὸς ἐπʼ ἰκριόφιν] ἐπὶ τῶν καταστρωμάτων καὶ σανιδωμάτων τῆς νεώς. B. V. ἰκρίον λέγεται ὁ ἱστός. λέγεται ἰκρία καὶ τὰ κεκυρτωμένα ξύλα ἐν τοῖς πλευροῖς ὄντα τοῦ πλοίου, ἐν οἷς προσήλωνται αἱ σανίδες. ἰκρία λέγεται καὶ τὰ κατεστρωμένα σανίδια ἐν τῷ σανδαλίῳ, οἷά εἰσι τὰ τῶν ἰχθυβόλων. ἐπίκριον δὲ λέγεται τὸ κερατάριον ἀπὸ τοῦ ἐπὶ τῷ ἰκρίῳ ἤγουν τῷ ἱστῷ εἶναι. E. 360. ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν εἶμι] οἰκονομικῶς. ἑώρα γὰρ ὁ ποιητὴς ὅτι οὐκ ἦν πιθανὸν οὐδὲ εὐσεβὲς διόλου παρεῖναι τὴν Ἀθηνᾶν τῷ Τηλεμάχῳ· ἀλλʼ οὐδὲ πρὸς Μενέλαον ἐλθεῖν εὐπρεπὲς παρθένον θυομένων γάμων. ἵνα δὲ μὴ ἐπιζητῶμεν ποῦ ὁ Μέντωρ, ἐπάγει, “ἀτὰρ ἠῶθέν γε μετὰ Καύκωνας.” M. Q. 361. ἀλλʼ ἄλλοι] γρ. καὶ, οἱ δʼ ἄλλοι. P. 362. οἶος γὰρ] οἰκειοτάτη ἡ πρόφασις, ὅτι νέοι πάντες οἱ συνε- σταλμένοι Τηλεμάχῳ, παραθαρσῦναι δὲ χρὴ τούτους. M. οἶοσι] ἀντὶ τοῦ οἶος. τὸ δὲ ι ἐπέκτασις. B. γεραίτερος] ἀντὶ τοῦ ἁπλοῦ τοῦ γεραιός. κακῶς δὲ Ζηνόδοτος γεραίτερος γρ. M. 363. φιλότητι] φιλίας τρόπῳ ἕπονται τῷ Τηλεμάχῳ ἐν ὁμη- λικίῃ. B. 364. ὁμηλικίη] ἀντὶ τοῦ ὁμήλικες. H. 366. μετὰ Καύκωνας] νῦν τῶν ἐν Ἀρκαδίᾳ μέμνηται. οὐκέτι δὲ ἡ Ἀθηνᾶ πρὸς τὸν Μενέλαον σὺν τῷ Τηλεμάχῳ ἀφικνεῖται διότι γάμοι ἐπετελοῦντο υἱοῦ καὶ θυγατρὸς Μενελάου. ἀλλοτρία δὲ τούτων ἡ Ἀθηνᾶ. E. V. παραιτεῖται τὴν εἰς Λακεδαίμονα ἄφιξιν, διότι γάμους οἶδεν αὐ- τόσε γινομένους, ὧν ἀλλότριός ἐστιν ὁ δαίμων. Q. Ἄλλως. μεταξὺ τῆς Ἠλείας καὶ Πύλου οἱ Καύκωνες οἰκοῦσιν ἐν τῇ Τριφυλίᾳ ἀπὸ Καύκωνος τοῦ Ἀρκάδος ὠνομασμένοι. εἰσὶ δὲ καὶ ἄλλοι ἐν Παφλαγονίᾳ οἱ τοῖς Τρωσὶ συμμαχίαν πέμψαντες. “καὶ Λέλεγες καὶ Καύκωνες (Ιl. κ, 429.) . E. Q. πῶς ψευδῶς εἶπεν ἡ Ἀθηνᾶ; οὐκ ἔστι τοῦτο μεμπτὸν, ἀλλʼ οἰκο- νομικόν. εἰ μὴ γὰρ οὕτω εἶπεν, οὐκ ἂν εἰάθη παρὰ τοῦ Νέστορος ὑποχωρῆσαι, καὶ οὕτως οὐδὲ ἐφάνη τίς ἦν, εἰ μὴ ὑπεχώρησεν. ἔλεγε γὰρ ὄπισθεν ὁ Νέστωρ τῷ Τηλεμάχῳ “εἴ σʼ οὕτως φιλέει” (218.) ,τῷ Τηλεμάχῳ ὡς πατρὶ αὐτοῦ. καὶ νῦν μέλλει δεῖξαι αὐτὴ ὅτι προ- φανῶς αὐτῷ συνέπεται ὡς τῷ πατρί. καὶ ἅμα ποιῆσαι θέλει πλείονα τὸν Τηλέμαχον προσφιλῆ τῷ Νέστορι. εἰ γὰρ ὡς ἄνθρωπος ὑπέχώ- ρησεν, οὐκ ἂν ταῦτα οὕτως ἐγένετο, καὶ οὐδʼ αὐτῇ θυσίαν ἐποίησεν ὁ Νέστωρ. Ε. 367. ἔνθα χρέος] ὅσον γὰρ παρέρχεται ὁ καιρὸς αὐξάνει τὸ χρέος. E. ἔνθα χρεῖός μοι] Ἀρίσταρχος χρείως. δύναται δὲ καὶ χρεῖος διὰ τοῦ δ μικροῦ. αἰσχρὸν γὰρ τὸ δοκεῖν διὰ βραχὺ ἀργύριον ἀπαλλάτ- τεσθαι. H. M. 368. ἐπεὶ τεὸν ἵκετο δῶμα] Ζηνόδοτος, ἐπεὶ τὰ σὰ γούναθʼ ἱκάνει. H. Q. V. 369. δὸς δέ οἱ ἵππους] ὑπὲρ τοῦ θᾶττον διανυσθῆναι τὴν ὁδόν· ἐν μεσογείῳ γὰρ ἡ Λακεδαίμων. H. 372. φήνῃ εἰδομένη] εἶδος ὀρνέου ὅμοιον ἀετῷ. θαυμάζει δὲ ὁ γε- ραιὸς ὅτι νέῳ ὄντι τῷ Τηλεμάχῳ συνηκολούθησεν ἡ Ἀθηνᾶ. H. εἶδος ὀρνέου ἀετῷ ὅμοιον ὀξυπετεῖ φαιδρῷ προσαρμόζοντι τῇ Ἀθηνᾷ. φαεινὸν γὰρ ὡς ἀπὸ τοῦ φαίνω γινόμενον· καὶ ἡ Ἀθηνᾶ ἤγουν ἡ φρόνησις φαεινοτάτη καὶ λαμπροτάτη ἐστίν. ὥσπερ καὶ τῷ Ἀπόλ- λωνι ἤτοι τῷ ἡλίῳ ἀνετέθη ὁ κύκνος διὰ τὸ μουσικὸν καὶ λαμπρὸν καὶ λευκόν. ἐνταῦθα δὲ μυθικῶς λεκτέον. Ε. ἕλε πάντας Ἀχαιούς] Ἀχαιοὺς, ἤτοι τοὺς Πυλίους, οὐ τὸν Νέ- στορα. οἱ μὲν γὰρ Πύλιοι ἐξεπλάγησαν, Νέστωρ δὲ οὐ τοῦτο θαυ- μάζει, ἅτε δὴ πολλὰς ἐπιφανείας θεῶν ἑωρακὼς, ἀλλʼ ὅτι νεωτέρῳ τῷ Τηλεμάχῳ συνηκολούθησεν Αθηνᾶ. E. M. Q. ὑπὲρ τοῦ πιστεῦσαι τοῖς λεγομένοις τοὺς ἀκούοντας ἐκφανῆ ποιοῦσαν ἑαυτὴν παρεισάγει τὴν θεόν. M. πάντας ἰδόντας] γράφεται Αχαιούς. E. H. 375. οὔτις ἔολπα] γρ. οὔ σε ἔολπα. P. 378. ἀλλὰ Διὸς θυγάτηρ] στοχάζεται ἀφʼ ὧν καὶ ἐν Ἰλιάδι παρηκολούθησεν. ἀναγκαία δὲ νῦν ἡ περὶ τὸν θεὸν ἐπιφάνεια, ἵνα καὶ ὅταν Ὀδυσσεὺς ἐν τῷ πρὸς Τηλέμαχον ἀναγνωρισμῷ λέγῃ “αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης” (π, 207,), πιστεύοι ὁ νέος προ- κατηχημένος ὑπὸ τοῦ Νέστορος ὅτι φιλεῖ τὸν Ὀδυσσέα ἡ Ἀθηνᾶ. Q. κυδίστη Τριτογένεια] Τριτογένεια ἡ φρόνησις, καθὸ τρίτον γένος ἤτοι καθόλου τῆς ψυχῆς, τριμερὴς γὰρ ἡ ψυχή. ἢ ἀπὸ τοῦ τρεῖν καὶ φοβεῖσθαι τοῖς ἐναντίοις παρέχουσα· ἢ διὰ τρία ταῦτα, διὰ τὸ εὐλο- γίζεσθαι, διὰ τὸ λέγειν καλῶς, καὶ διὰ τὸ πράττειν ἃ δεῖ. ἢ ὡς ἐκ τριῶν συναυξηθεῖσα, βροντῆς, Διὸς καὶ Τρίτωνος. ἢ ὅτι λέγεται ἡ τριτὼ κεφαλὴ κατʼ ἐγχώριον διάλεκτον ὡς ἐκ τριτοῦς, ἤτοι κεφαλῆς, τοῦ Διὸς γεννηθεῖσα. E. ἀγελείη] ὁ δὲ Ζηνόδοτος, κυδίστη. H. M. 380. ἵληθι] ἀπὸ τοῦ ἵλημι. διὰ δὲ τὸ μέτρον ἐκτέταται ἡ παρα- λήγουσα, ὡς ἐν τῷ “δίδωθι δέ μοι κλέος ἐσθλόν.” ὑγιῶς οὖν Καλλί- μαχος ἔκλινεν “ἵλαθί μοι, φαλαρῖτι πυλαιμάχε.” H. M. Q. R. Ζηνοδότος ἀλλὰ ἄνασσʼ ἐλέαιρε. H. M. 382. βοῦν ἦνιν] ἑνὸς χρόνου. παρακολούθημα τοῦτο πᾶσι βουσὶ, βοῦν ἦνιν. τὰ ἄλογα μέρη τῆς ψυχῆς λέγει. E. ἦνιν] ἐνιαύσιον. Q. 383. ἀδμήτην] ἐφερμηνευτικὸν καὶ διασαφητικόν. E. 390. τοῖς δʼ ὁ γέρων] ἀπηλλάττοντο μὲν ὡς ἐπὶ κοίτην· διὰ δὲ τὴν ἐπιφάνειαν τῆς θεᾶς ἐδέησεν αὐτὸν κρατῆρα στῆσαι. M. Q. ἀνὰ κρητῆρα κέρασσεν] ἤτοι ἐκ δευτέρου ἐκέρασεν. ἐκέρασε γὰρ ἤδη αὐτοῖς καὶ πρῶτον. B. 391. ἑνδεκάτῳ ἐνιαυτῷ] ἀμφίβολον, κἄν τε δεκάτῳ, κἄν τε ἑνδε- κάτῳ E. 392. τὸ σχῆμα σεμνοπρεπές. P. ὤϊξεν ταμίη] ἡ ὑπηρέτις ἤνοιξεν οὐ διὰ τοῦ πώματος, ἀλλὰ διὰ τῆς ὀπῆς, ἥτις ἐν ἑκάστου πίθου πώματι ὑπάρχει. M. ὤϊξε] τὸ ι προσγεγραμμένον· ἐξεφωνήθη δὲ καὶ τὸ ι. E. κρήδεμνον] τοῦ πίθου τὸ πῶμα μεταφορικῶς· λέγεται γὰρ καὶ ἐπὶ τειχῶν πόλεων. B. E. Q. 393. πολλὰ δʼ Ἀθήνῃ] ἐνταῦθα διὰ τὴν ἐπιφάνειαν καὶ ἐπίκλησιν τῆς Ἀθηνᾶς αὖθις μετὰ τὸ καὶ τὰς γλώσσας ἐκτεμεῖν παριστᾷ ὁ ποιητὴς τοὺς περὶ τὸν Νέστορα πίνοντας, ἀλλὰ καὶ αὐτὸν, ἐπεὶ οὐδέ- ποτε μετὰ τὸ τὰς γλώσσας θῦσαι ἤσθιον ἢ ἔπινον, ἀλλʼ εὐθὺς εἰς ὕπνον ἐτρέποντο. M. 394. ἀποσπένδων] γρ. ἐπισπένδων. Q. 395. ὅσον ἤθελε θυμὸς] οὐ κατὰ κόρον, ὕβρις γὰρ τοῦτο, ἀλλʼ ὅσον ἤθελεν ὁ θυμὸς, ἤτοι ἤρκει αὐτοῖς. Ε. 396. κακκείοντες] κοιμηθησόμενοι· ἐνεστὼς δὲ ἀντὶ μέλλοντος· κείω γὰρ τὸν μέλλοντα οὐκ ἔχει, ὥσπερ καὶ τὰ ἄλλα ὅμοια, καὶ χρῆται τῷ ἐνεστῶτι ἀντὶ μέλλοντος. E. 399. ὑπʼ αἰθούσῃ ἐριδούπῳ] αἴθριος, ἄστεγος· καὶ αἴθουσα, ὁ ἐξ ἀέρος τόπος καὶ ὑψηλός· διὸ καὶ ἐρίδουπος λέγεται. B. τῇ πρὸς ἥλιον τετραμμένῃ στοᾷ, παρὰ τὸ αἴθεσθαι ἐν αὐτῇ φῶς, ὅ ἐστι καί- εσθαι. ἐριδούπῳ δὲ μεγάλους ἤχους ἀποτελούσῃ, ὑπὸ ἀνέμων κατα- κρουομένῃ καὶ ἠχούσῃ· ἢ τῇ μεγάλως ἠχούσῃ, ἐάν τις ἐντὸς ταύτης· φωνήσῃ. E. Q. V. ὑπὸ τῇ ἐξωτάτω ἐν μεγάροις οἰκήσει. P. 400. 401. οἱ ἄλλοι γυναῖκας ἔχουσι. διόπερ οὐ συνιδὼν ὁ Ζηνό- δοτος τὸ φιλότεκνον τοῦ ποιητοῦ τοὺς δύο στίχους περιέγραψεν. H. M. Q. R. 401. ὅς οἱ ἔτʼ ἠΐθεος] νέος, ἄζυξ. Gl. H. ὁ ἀπὸ ιε΄ ἐτῶν ἕως ιη΄ ἠΐθεος λέγεται. ἔστι δὲ ὁ ἄγαμος. H. ἠΐθεος ὁ μὴ ἐλθὼν εἰς γάμον. λέγεται δὲ ὁ ἀπὸ τεσσαρεσκαίδεκα ἐτῶν ἄχρι τῶν ὀκτωκαί- δεκα φθάσας ἠΐθεος, διὸ καὶ τοὺς θεοὺς μὴ εἰς γάμον ἔρχεσθαι· οἱ δὲ τὸ ἠΐθεος ἀπὸ τοῦ αἴθω τὸ καίω, οἱ γὰρ νέοι αἴθονται ὑπὸ τῆς θέρμης τῆς ἐκ νεότητος. E. 402. γρ. αὐτὸς δʼ ἐκάθευδε. ὁ Νέστωρ. H. 408. ἀλείφατος] λείπει τὸ ὡς· ἔστι γὰρ ὡς ἐλαίου. M. λείπει τὸ ὡς, ὡς ἀπὸ ἀλείμματος. ἀντίστροφον τὸ σχῆμα, ἵνα ᾖ ἐφʼ οἷς. B. ἡ εὐθεῖα τὸ ἄλειφαρ. ὡς ἀπὸ τοῦ ἐλαίου. γλίσχρον δὲ ἂν τὸ ἔλαιον στιλπνὸν ποιεῖ τὸ χριόμενον, οἷον τὸ μάρμαρον. E. 411. Νέστωρ αὖ τότʼ ἔφιζε] διὰ τί ὁ Νέστωρ βασιλεὺς ὢν, τοῖς αὐτοῦ παισὶν ἐπιτέλλει τὰ τῶν δούλων καὶ τῶν ὑπὸ χεῖρα; φασὶν οὖν ὅτι ἁπλοϊκῶς καὶ ἀκενοδόξως τότε διέκειντο καὶ οὐκ ἔχοντες ἔπαρσιν. ἀλλαχοῦ δὲ καὶ θυγατέρες τῶν τοιούτων βασιλέων μετὰ οἰκείων χειρῶν ἔπλυναν τὰ ἱμάτια. ὥστε οὐκ ἦν αὐτοῖς εἰς ἀτιμίαν τὸ οὕτω ποιεῖν διὰ τὴν ἁπλότητα. E. οὖρος Ἀχαιῶν] φύλαξ, ἐκ τοῦ ὅρος ὁ περιορισμός. εὐτυχία, βοή- θεια, ἢ τερπνότης. E. Q. 412. σκῆπτρον] ἀπὸ τοῦ σκηρίπτω τὸ ἐπακουμβίζω. E. υἷες ἀολλέες] εἰς τὸ εὔδαιμον τοῦ οἴκου· οὐ γὰρ ὠνητοὶ οἱ περὶ τὸν Νέστορα, ἀλλʼ ὑπὸ τῶν παίδων ὑπηρετεῖται· εἰ δὲ μακαρίζομεν τοὺς ἐν ὑπηρεσίαις ἀνδραπόδων ὑπερέχοντας, ὅρα πῶς εὐδαιμονέστερος ὁ ὑπὸ τῶν υἱῶν θεραπευόμενος. Q. ἀολλέες] ἐκ τοῦ α, ὃ δηλοῖ τὸ ὁμοῦ, καὶ τοῦ εἱλῶ τὸ συστρέφω, εἱλέες· καὶ τροπῇ τοῦ ε εἰς ο, τοῦ ι εἰς λ· ἢ τροπῇ τοῦ ι εἰς ν, τοῦ δὲ ν εἰς λ διὰ τοῦ ἑτέρου λ. E. 416. 417. Inter hos versus in marg. P. insertus est hic: Αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τε γένοντο. 418. καρπαλίμως] κραιπνὸς, κραιπνάλιμος, καὶ ἐξ αὐτοῦ καρπα- λίμως. E. ἡδέως ἄγαν. εὐφραίνεται γὰρ ὁ πρεσβύτης ἐπιτάττων ἕκαστα τοῖς παισίν. Q. ἐέλδωρ] ἀπὸ τοῦ ἕλω τὸ προκρίνω, ἕλωρ, καὶ κατὰ πλεονασμὸν τοῦ δ, ἐέλδωρ. E. 420. θεοῦ ἐς δαῖτα] τοῦ Ποσειδῶνος. Q. θάλειαν] τὴν ποιοῦσαν θάλλειν τὸν θύοντα καὶ χαίρειν. οὐ γὰρ μάτην θύει, ἀλλὰ ὥστε βοηθεῖσθαι καὶ φυλάττεσθαι παρὰ τοῦ ᾧ θύει. E. 422. ἔλθῃσιν ἐπιβουκόλος ἀνήρ] ἐπὶ τούτῳ, ἤτοι σὺν τῷ ἀποστελ- λομένῳ. τὸ γὰρ ἐλαύνειν οὐκ ἐπὶ βασιλεῖ ἁρμόζει. διὸ πρόσκειται τὸ “ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ.” E. Q. ὅτι τὸ βοῶν παρέλκει καὶ μετὰ τῆς προθέσεως εἴρηται ἐπιβουκόλος. H. 424. πάντας ἰὼν ἑτάρους] Ἑλληνικώτατα, ἵνα κἀκεῖνοι τῶν ἱερῶν μετασχῶσι. M. Q. 425. χρυσοχόον Λαέρκεα] τινὲς τὸ λαέρκεά φασιν ὄνομα κύριον, τινὲς δὲ ἐπίθετον παρὰ τὸ ἐπαρκεῖν τοῖς λαοῖς. E. 427. εἴπατε δʼ εἴσω] Ἀριστοφάνης τὸ “εἴπατε δʼ εἴσω” ἀντὶ τοῦ εἰσαγγείλατε. H. Q. 430. ἐποίπνυον] μετὰ σπουδῆς ἤρχοντο· πονύω, ποπνύω, καὶ ποιπνύω. E. ἐνήργουν καὶ ἐπόνουν. παρὰ τὸ πονῶ ποπνύω καὶ ποιπνύω. T. 431. νηὸς ἐΐσῃς] ἰσοτοίχου, ἰσοπλεύρου, οὐχ ἑτερορρεποῦς. E. 432. ἦλθε δὲ χαλκεὺς] ἤτοι χρυσοχόος. τοῦτο δʼ εἴρηκεν, ὅτι τοῖς αὐτοῖς χρῆται ἐργαλείοις ὅ τε χαλκεὺς καὶ ὁ χρυσοχόος. E. ὁ χρυσοχόος· ἀπὸ γὰρ τοῦ πρώτου φανέντος μετάλλου πάντας τοὺς δημιουργοὺς οὕτως ἐκάλουν, ὡς καὶ τὸν Ἥφαιστον, “ἣν ἄρα χαλκεὺς Ἥφαιστος ποίησεν” (Ιl. ο, 309.) . M. Q. 433. ὅπλʼ ἐν χερσὶν ἔχων] οὐδὲν γὰρ ὄφελος ἐπίστασθαι μὲν, μὴ ἔχειν δʼ ἐργαλεῖα. Q. ἔργα (sic pro ὅπλα)] τὰ ἐργαλεῖα. V. 435. οἷσίν τε χρυσὸν εἰργάζετο] τίνα δὲ ἦν ταῦτα; δηλονότι οἷς ἐχώνευον. Q. ἤτοι τοῖς προειρημένοις, ἄκμονι, σφύρᾳ, πυράγρᾳ· ἢ καὶ οἷς τὸν χρυσὸν εἰργάζετο. Q. 438. ἵνʼ ἄγαλμα θεὰ] ἡμεῖς μὲν ἄγαλμα τὸ ξόανον, Ὅμηρος δὲ πᾶν δῶρον ὃ βλέπει τις καὶ χαίρει καὶ ἐφʼ ᾧ ἀγάλλεται ἄγαλμά φησιν. E. 440. ἀνθεμόεντι] τῷ ἀνθηρῷ, ἐν ᾧ τις ἥδεται διὰ τῆς θέας· ἢ ἀνθε- μόεντι τῷ ποικίλῳ, λαμπροτάτῳ διὰ τὰ ἐντετορευμένα αὐτῷ ἐπιτερπῆ· ἢ ἀνθεμόεντι τῷ ἀναθεματικῷ, τῷ ὡς ἀνάθημα κειμένῳ. E. M. Q. λέβητι] λέβης γὰρ ὁ ξέστης ἀφʼ οὗ λείβεται τὸ ὕδωρ· λέγεται καὶ τὸ χέρνιβον εἰς ὃ λείβεται τὸ ὕδωρ. E. λέβης μὲν νῦν τὸ καθʼ ἡμᾶς χέρνιβον· πρόχοος δὲ ἐξ οὗ ἐπιχεῖται τὸ ὕδωρ, ὃ νῦν χέρνιβα προσαγορεύει, ἵνα νοῶμεν ἐν τῷ λέβητι κεῖσθαι τὸν πρόχοον, οὐκ αὐτὸ τὸ ὕδωρ. M. Q. 441. ἑτέρῃ δʼ ἔχεν οὐλὰς] οὐλαὶ καὶ οὐλοχύται τὸ αὐτό. λέγονται δὲ τὰ προθύματα· ἐμίγνυον γὰρ κριθὰς καὶ ἅλατα χυτῷ ἢ ὕδατι ἢ οἴνῳ, καὶ ἔθυον αὐτὰ πρὸ τοῦ ἱερείου, εἶτα τὸ ἱερεῖον. τινὲς δὲ οὐλο- χύτας λέγουσι τὰ ἀγγεῖα ἐν οἷς εἰσιν αἱ κριθαὶ, αἵτινες οὐλαὶ ἐκα- λοῦντο. κριθὰς δὲ ἐνέβαλον τοῖς θύμασι χάριν εὐφορίας καρπῶν τῶν ἐκ γῆς, ἢ πρὸς ἀνάμνησιν τῆς ἀρχαίας τροφῆς· λέγουσι γὰρ, δίκην ἀγρίων ζῴων καὶ ἀλόγων ἔζων τὸ παλαιὸν οἱ ἄνθρωποι, διὰ τὸ σῖτον μὴ εἶναι μηδʼ ἄλλο τι οἰκεῖον τοῖς ἀνθρώποις, βοτάνας δὲ καὶ ἄκρα δένδρων ἤσθιον. εἶτα ἐφάνη ἡ κριθὴ, ἐξ ἧς διεκρίθησαν καὶ διεχω- ρίσθησαν οἱ ἄνθρωποι τῶν ἀλόγων ζῴων κατὰ τὴν τροφήν. E. κριθὰς ἐλαιοβρόχους. E. H. V. 442. μενεπτόλεμος Θρασυμήδης] οἰκείως τῶν μὲν ἄλλων τὰ ὀνό- ματα ψιλῶς ἐξήνεγκεν, ἐπὶ δὲ τοῦ Θρασυμήδους ἐπιθέτῳ κέχρηται. ὡς καὶ ἔμπροσθεν “Περσεύς τʼ Ἀρητός τε καὶ ἀντίθεος Θρασυμή- δης” (414.) . ἐστράτευται γὰρ ἤδη τῷ πατρί. διὰ τοῦτο καὶ τὸ ἀν- δρειότατον αὐτῷ μέρος τῆς διακονίας προστέτακται. H. M. Q. 443. χερσὶ] ἑνικῶς χειρί αἱ Ἀριστάρχου. H. 444. Περσεὺς δʼ ἀμνίον εἶχε] τὸ αἱματοδόχον ἀγγεῖον. καὶ γίνε- ται ἀπὸ τοῦ αἷμα αἱμνίον καὶ ἀμνίον· ἢ ἀπὸ τοῦ α στερητικοῦ μο- ρίου καὶ τοῦ μένος ἡ ψυχικὴ προθυμία, ἤτοι ἀμένιον, τὸ στερίσκον τοῦ μένους τὸ ζῷον καὶ τὸ αἷμα αὐτοῦ δεχόμενον ἤτοι τὴν ζωτικὴν δύναμιν. ἔστι δὲ τῶν ἅπαξ εἰρημένων ἡ λέξις. ἄλλοι δὲ μικρὸν μα- χοιρίδιον, ὃ καὶ σφάγιον καλοῦσιν οἱ Ἀττικοί. E. ἀμνίον ὡς πηνίον. Κρῆτες δὲ αἱμνίον αὐτό φασι. H. M. Ἄλλως. ἀμνίον. ἀγγεῖον εἰς ὃ τὸ αἷμα τοῦ ἱερείου ἐδέχοντο. Ζηνόδοτος δὲ ἐν ταῖς ἀπὸ τοῦ δ γλώσσαις τίθησι τὴν λέξιν. ἅπαξ δὲ ἐνταῦθα παρʼ Ὁμήρῳ ἡ λέξις. M. ἀμνίον εἶχε] ἔστι μὲν τῶν ἅπαξ εἰρημένων ἡ λέξις σημαίνει δὲ τὸ ἀγγεῖον, ὅπου τὸ τοῦ σφαττομένου ἱερείου αἷμα ἐδέχοντο. καὶ ἔστι κατὰ τὸ ἔτυμον ἀμένιον, ὅ ἐστι στερητικὸν τοῦ μένους ἤτοι τῆς ψυχῆς. οἱ Ἀττικοὶ σφάγιον αὐτὸ καλοῦσιν. M. V. Ἄλλως. ἀμνίον τὸ ἀγγεῖον τοῦ ὑποσφάγματος. Νίκανδρος δὲ καὶ Θεοδωρίδας ἀπὸ τοῦ δάμνασθαι προφέρονται ἀσυνδέτως δαμνίον. Πορσίλος δὲ ὁ Ἱεραπύτνιος παρὰ Ἱεραπυτνίοις ἔτι σώζεσθαι τὴν φωνὴν αἱμνίον, δα- σέως μετὰ τοῦ ι κατʼ ἀρχὴν προφερομένην παρὰ τὸ αἷμα. καὶ Ἀπολ- λόδωρός φησιν ὡς εἰκὸς ἦν καὶ παρὰ τῷ ποιητῇ οὕτως αὐτὸ προφέ- ρεσθαι, ὑπὸ δέ τινων περιῃρῆσθαι τὸ ι. Ἀττικοὶ δὲ σφάγιον αὐτὸ καλοῦσιν. εἰς τοῦτο δὲ πρῶτον αἷμα δεχόμενοι τοῖς βωμοῖς ἐπιχέου- σιν. ἐτυμολογεῖται ἀμένιόν τι ὂν, ὅ ἐστι στερητικὸν τοῦ μένους, ἤτοι τῆς ψυχῆς. H. M. Q. R. 445. χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο] ἀντίπτωσις, τῶν ὀλο- χυτῶν. Gl. ἢ ἀπὸ τῶν χερνίβων εἰς τὰς οὐλοχύτας. P. ἀντὶ τοῦ χερνίβων καὶ οὐλοχυτῶν πρῶτος ἦρχε. τὸ δὲ ἀπὸ τῶν χερνίβων περιρραίνειν τῷ ἱερείῳ καὶ τὰς κριθὰς προβάλλειν κατάρ- χεσθαι ἐκάλουν οἱ παλαιοί. E. H. M. P. Q. 450. αὐχενίους λῦσεν] αὐχενίους προσέθετο διὰ τὸ καὶ εἰς τοὺς ἀστραγάλους εἶναι τένοντας. πάντα δὲ τὰ διατεταμένα νεῦρα τένον- τας καλεῖ ὁ Ὅμηρος. E. Q. ὀλόλυξαν] μετὰ βοῆς ηὔξαντο. εἴρηται δὲ ἐπὶ τῶν γυναικῶν μό- νων. M. μετὰ βοῆς ηὔξαντο· τὸν γὰρ ὀλολυγμὸν Ὅμηρος γυναι- κείαν εὐχὴν λέγει. E. 453. τὸ ἀνελόντες δηλοῖ τὸ ἄνω ἑλόντες. ἐκ τούτου δὲ τὸ αὖ ἐρύ- σαντες δηλοῦται. B. H. M. Q. ἡ ἑτέρα τῶν Ἀριστάρχου ἀνίσχοντες, ἀντὶ τοῦ μετεωρίσαντες· διὸ σημειοῦνται ὡς διάφορα τὰ τῆς ἱερουρ- γίας. H. M. εὐρυοδείης] διὰ τί μικρὸν μέρος τῆς γῆς φησιν ἀπὸ χθονὸς εὐρυο- δείης; οὐκ ἂν τὴν ὅλην γῆν λέγοι εὐρυοδείην, ἀλλὰ τὸ κοινὸν τῆς γῆς ὄνομα μᾶλλον καὶ ἐπίθετον χαρίζει τῷ μικρῷ αὐτῆς μέρει. E. 454. σφάξεν Πεισίστρατος] ὁ μὲν Θρασυμήδης μετὰ πελέκυος ἔκοψε τὰ νεῦρα καὶ τὸ ὀστοῦν, Πεισίστρατος δὲ παντελῶς ἀπέκοψε τὴν κεφαλήν. E. 455. λίπε δʼ ὀστέα θυμὸς] ἡ ζωτικὴ δύναμις. ἐν τοῖς ὀστέοις ἔστι γὰρ δύναμις ζωτική. E. 456. διέχευαν] ὅλα διεμέλισαν τὰ μηρία, ὡς τὸ “πᾶσαι δʼ ὠΐγνυντο πύλαι” (Ιl. β, 809.) . H. M. διέκοψαν ἢ ἀνέπτυξαν, ὅλα διεμέλισαν τὰ μηρία. τῇ κνίσσῃ διπλᾶ ἐπὶ τοῖς μηρίοις θέντες, ἓν ἄνωθεν καὶ ἓν κάτωθεν, τῶν λοιπῶν μερῶν ἀπήρχοντο. B. εἰς μέρη καὶ μέρη διέτμαγον διασχίσαντες τὴν συνέχειαν. E. 457. κατὰ μοῖραν] πρεπόντως. B. ἐνδεχομένως. E. κατὰ μέρη διεῖλον. Q. κατά τε κνίσσῃ ἐκάλυψαν] πιμελῇ τῇ τὴν κνίσσαν ἐκπεμπούσῃ· κνίσσα γὰρ ἡ ὀσμὴ τῆς πιμελῆς ἡ συνανερχομένη τῷ καπνῷ. E. 458. ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν] ἐπὶ τῶν βωμῶν ὠμὰ ἔθηκαν μὴ εἰς πῦρ βληθέντα. E. 460. πεμπώβολα] πεμπώβολα τὰ ἐκ μιᾶς λαβῆς πέντε ὀβε- λίσκους ἔχοντα, ὡς ἡ τρίαινα τοῦ Ποσειδῶνος. B. E. Q. 462. μίστυλλον] ἀπὸ τοῦ μεῖον, τὸ ἔλαττον, γίνεται μιστύλλω ῥῆμα, τὸ κατὰ μικρὸν τέμνω τι. ἐνταῦθα τὴν κατὰ λεπτὸν διατομὴν μιμεῖται ὁ ποιητὴς τῇ κατακεκομμένῃ φράσει τῶν λέξεων. B. Q. 463. ἀκροπόρους] ὀξεῖς, ὧν τὸ ἄκρον διαπερονούμενον εὐχερῶς δίεισιν διὰ τὴν ὀξύτητα. H. V. τοὺς κατὰ ἄκρον πείροντας καὶ κεν- τῶντας. B. Q. τοὺς ἄκρως ἢ λίαν ὀξεῖς πόρους ἔχοντας, ἢ τοὺς ἄκρως πείροντας. E. 464. τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη] λουθῆναι αὐτὸν ἐποίησεν· οὐ γὰρ αὐτὴ ἔλουσεν. ἢ ὅτι ὑπὸ παρθένων ἔθος ἦν τοὺς ἥρωας λούεσθαι. πρὸς τὰ περὶ τῆς Ἥβης· λούει γὰρ καὶ αὐτὴ τὸν Ἄρεα ὡς παρθένος. πῶς οὖν διὰ τῶν ἀθετουμένων Ἡροκλεῖ συνοι- κεῖ ; H. M. Q. ἀδύνατον γὰρ τῷ Νέστορι . . . . παρθένον εἶναι θυ- γατέρα. λύεται δʼ ἐκ τοῦ ἔθους. ἔφαμεν γὰρ μὴ εἶναι παρθένου ἔργον τὸ λούειν, ὡς Ἀρίσταρχος οἴεται. T. 466. ἔχρισεν λίπʼ ἐλαίῳ] ἐχρίοντο ἐλαίῳ μετὰ τὸ λουθῆναι, διότι τὸ ἀνθρώπινον σῶμα σομφόν ἐστι καὶ ἠραιωμένον, καὶ ποτὲ μὲν ὑγραίνεται, ποτὲ δὲ ξηραίνεται, ὡς τοῦ ὑγροῦ ἐξερχομένου δι᾿ ἱδρώτων· ὑγραίνεται δὲ πάλιν ἐν τῇ θέρμῃ τοῦ λουτροῦ καὶ ἀνοίγεται· τότε δὲ ἐχρίοντο τῷ ἐλαίῳ ὡς γλίσχρῳ ὄντι καὶ κωλύοντι τὸ ὑγρὸν ἐξέρ- χεσθαι. ἐμφράττει γὰρ τὰς ὀπὰς τὰς τοῦ σώματος καὶ συνίστησιν αὐτό. E. 467. ἀμφὶ δέ μιν φᾶρος] ὑπερβιβασμὸς, ὡς τὸ “εἵματ᾿ ἀμ- φιέσασα καὶ λούσασα” (Od. ε, 264.) . M. σημειοῦνται τινὲς ὅτι ἐν τῇ πυέλῳ ὄντες περιεβάλλοντο διὰ τὸ αἰδεῖσθαι. H. M. τὸ δεύ- τερον πρῶτον εἶπεν, ὡς τὸ “οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα” (Ιl. α, 95.) . H. M. ἐν τῇ λεκάνῃ ἐνεδύοντο διὰ τὸ αἰδεῖ- σθαι. ἢ ἀδιαφόρως εἶπεν, καὶ ἄλλως τὸ πρῶτον εἶπε δεύτερον, ὡς τὸ “οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα” (Ιl. α, 95.) ,τὸ πρῶτον εἰπὼν δεύτερον. B. E. 468. ἔκ ῥʼ ἀσαμίνθου] ἀσάμινθος σημαίνει καὶ τὴν πύελον καὶ τὴν λεκάνην καὶ τὸν λουτρῶνα, περὶ οὗ νῦν λέγει. B. ἀσαμίνθου] ἀπὸ τοῦ ἄσις ὁ ῥύπος, ἥτις μινύθει καὶ ἀφανίζει αὐ- τόν. E. 469. ποιμένα λαῶν] γρ. ποιμένι. P. 470. οἱ δʼ ἐπεὶ ὤπτησαν] καλῶς ἀπὸ πάντων τῶν μερῶν τοῦ ζῴου κόπτοντες ἐκάλυπτον τὰ κεκομμένα ἐν πιμελαῖς, μιᾶς κειμένης ἄνω- θεν, ἄλλης δὲ κάτωθεν· ἃ καὶ δίπτυχα ὠνόμασαν, καὶ ἔθυον αὐτὰ, ἐπεὶ οὐκ ἦν ὅλον παντελῶς θύειν διὰ τὸ καὶ αὐτοὺς μέλλειν εὐωχεῖ- σθαι ἐκ τοῦ θυομένου. ἔκοπτον γοῦν ἐξ ὅλων τῶν μερῶν, ἵνα δοκῇ τὸ ὅλον θύεσθαι καὶ μὴ νομίζηται ἡ θυσία κολοβή. τὰ δὲ σπλάγχνα ἤσθιον δεικνύντες ὅτι ἐξ αὐτῶν ἐγκάτων ἐκ μέσης καρδίας θύουσι τὸ θῦμα τοὺς θεοὺς τιμῶντες καὶ μετὰ προαιρέσεως. E. κρέʼ ὑπέρτερα] τὰ ὑπεράνω τῶν ἀνθράκων. B. ἢ τὰ νωτιαῖα ἢ τὰ ὑπεράνω πάντων ὡς μείζονα κείμενα· ἢ τὰ ἔξω τοῦ ἱερείου πρὸς ἀντι- διαστολὴν τῶν τυθέντων. E. 472. οἶνον ἐνοινοχοεῦντες] περίφρασις ὁ τρόπος καλεῖται. Q. οἰνοχοεῦντες] κιρνῶντες. V. 475. παῖδες ἐμοὶ, ἄγε] σημείωσαι τὸ ἄγε πληθυντικὸν πρὸς τὸ ζεύξατε. E. 476. ἵνα πρήσσῃσιν ὁδοῖο] πορεύηται εἰς τὴν ὁδόν. Gl. M. ἐκ μεταφορᾶς τοῦ θαλασσίου πόρου· ἐπὶ γὰρ τῆς ξηρᾶς οὐ μετέχει. ἀλλʼ ἐπεὶ ὁ ἐν ξηρᾷ ὁδεύων πέρας ἔχει τῆς ὁδοῦ, διὰ τὸ πέρας τῆς ὁδοῦ φησι τὸ πρήσσῃσιν, ἤτοι διέλθῃ, καὶ εἰς πέρας ἔλθῃ τῆς ὁδοῦ καὶ περατώσῃ αὐτήν. E. Ἀττικῶς, ἔξωθεν τὸ μῆκος τῆς ὁδοῦ. B. 479. ἐν] γρ. ἄν. H. ἔθηκεν] γρ. ἔχευεν. H. 485. γρ. δʼ ἵππους εἰς τὸ ἐλαύνειν. M. 486. οἱ δὲ πανημέριοι] ἐκ τοῦ παρακολουθοῦντος τὸ προηγούμενον ἐδήλωσεν, ὡς ἐπὶ τοῦ “ἑζόμενοι λεύκαινον ὕδωρ” (Od. μ, 171.) . M. Q. R. σεῖον ζυγὸν] ἀντὶ τοῦ ὥδευον. Q. R. παρεκδοχικῶς εἷλκον· ἀπὸ τοῦ παρεπομένου τὸ προηγούμενον, ἀντὶ τοῦ ὥδευον. M. V. σεῖον] ἤλαυνον, ἔθεον, συνεκδοχικῶς. E. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν] Ἀριστοφάνης γράφει, θεῖον, ἀντὶ τοῦ ἔτρεχον· εἶτα, ζυγὸν ἀμφὶς ἔχοντες. ὁ δὲ Καλλίστρατός φησιν, ὥσπερ ἐπὶ τῆς οὐριοδρομούσης νηὸς τὸ τῆς εὐπλοίας ἐμφαίνεται διὰ τοῦ “τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης” (Od. λ, 11.) ,οὕτω καὶ ἐπὶ τοῦ συνεχοῦς δρόμου τῶν ἵππων τὴν ἀδιάλειπτον ἄνυσιν τῆς ὁδοῦ σημαίνει τὸ “σεῖον ζυγόν.” H. M. Q. R. T. 488. ἐς Φηρὰς] Φηραὶ μὲν τῆς Λακωνικῆς, Φεραὶ δὲ τῆς Θεσ- σαλίας, Φειαὶ δὲ τῆς Ἥλιδος. H. Q. τόπος Λακωνικῆς ἢ τῆς Mε- σηνίας. E. 489. υἱέος Ὀρτιλόχοιο] ἐντεῦθεν Ζηνόδοτος ἐν Ἰλιάδι (ε, 549.) ἔγραφε “Κρήθων Ὀρτίλοχός τε.” ἔστι γὰρ Ὀρτίλοχος μὲν Ἀλφειοῦ. τούτου δὲ Διοκλῆς, Διοκλέους δὲ Κρήθων καὶ Ὀρτίλοχος. H. M. Q. R. τὸν Ἀλφειὸς τέκε] Ἀλφειὸς ὁ διερχόμενος μέσον τῆς θαλάσσης ποταμὸς Ἤλιδος καὶ ἀπερχόμενος εἰς τὴν Ἀρέθουσαν πηγὴν τῆς Σι- κελίας καὶ εἰσβάλλων εἰς αὐτήν. ἰᾶται δʼ οὗτος τοὺς κατʼ ἐγχώριον διάλεκτον ἀλφοὺς, ἤτοι λελωβημένους, ἣν νόσον ἱερὰν ἡμεῖς καλοῖ- μεν. E. 490. νύκτʼ ἄεσαν] συνέσταλται τὸ α· ἀλλαχοῦ δὲ “νύκτα μὲν ἀέσαμεν” (γ,151.) . H. Q. νύκτα ἔσαν] γρ. ἄεσαν, ἀντὶ τοῦ ἀνεπαύσαντο, ἐκοιμήθησαν. Vind. ὁ δʼ ἄρα ξεινήϊα δῶκε] γρ. ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. H. M. 496. ἦνον] ἀντὶ τοῦ ἤνυον. B. Q. γρ. ἤνυον ἀντὶ τοῦ διήρχοντο. Vind. τοῖον] ἀντὶ τοῦ τοίως, ὅ ἐστι σφόδρα· οὕτω γὰρ μετὰ τάχους ἔτρεχον. M. P. Q.