Ancient Greek · ~3 min
Volume 1, Book 3
Scholia in Homerum, Scholia in Odysseam 1.3.Γ ΥΙΙΟΘΕΣΙΣ.
Not analysed yet
Τηλέμαχος εἰς Πύλον καταχθεὶς ἅμα τῇ Ἀθηνᾷ ἐν Μέντορος μορφῇ καταλαμβάνει τοὺς Πυλίους θυσίαν ταύρων ἐπιτελοῦντας τῷ Ποσειδῶνι, καί τι περὶ τοῦ πατρὸς αὐτῷ πυθομένῳ ἐκτίθεταί τινα τῶν Ἰλιακῶν διηγημάτων. μετὰ τοῦτο ἡ μὲν Ἀθηνᾶ ἐν ὀρνέου μορφῇ ἀπαλλάττεται, ὁ δὲ Νέστωρ θυσίαν αὐτῇ συντελέσας τὸν Τηλέμα- χον ἅμα τῷ υἱῷ Πεισιστράτῳ εἰς Λακεδαίμονα ἀποπέμπει. Q. S. V. Τηλέμαχον ἐλθόντα σὺν Ἀθηνῷ ξενίζει Νέστωρ, καὶ διηγεῖται αὐτῷ τὰ συμβεβηκότα τοῖς Ἐλλησι καὶ τὸν ἐκ Τροίας ἀπόπλουν. πυθόμενος δὲ τὰ περὶ τοὺς μνηστῆρας καὶ γνωρίσας τὴν Ἀθηνᾶν ἀπιοῦσαν θυσίαν αὐτῇ ἐπιτελεῖ. λαβὼν δὲ ὁ Τηλέμαχος ἅρμα σὺν Πεισιστράτῳ τῷ Νέστορος υἱεῖ εἰς Σπάρτην ἀπαίρει. νυκτὸς δὲ ἐπι- γενομένης ξενίζονται παρὰ Διοκλεῖ ἐν Φηραῖς. Ρ. S. V.