Ancient Greek · ~2 min
Volume 1, Book 7
Scholia in Homerum, Scholia in Odysseam 1.7.Η. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
Ἀθηνᾶ ἐπὶ τὴν πόλιν παραγενομένῳ Ὀδυσσεῖ ὑπαντᾷ, καὶ ἀξιώ- σαντι δείκνυσι τὸν Ἀλκινόου οἶκον, εἰς ὃν εἰσελθὸν Ὀδυσσεὺς προσ- πίπτει τοῖς τῆς Ἀρήτης γόνασι, καὶ δεῖται αὐτῆς πέμψαι αὐτὸν εἰς τὴν πατρίδα. ἀναστήσας δὲ αὐτὸν ὁ Ἀλκίνοος παρακαθίζει αὑτῷ καὶ δεῖπνον παρέχει. ἡ δὲ Ἀρήτη θεασαμένη τὴν ἐσθῆτα πυνθάνεται πόθεν ἔσχεν. ὁ δὲ διηγεῖται αὐτοῖς τὸν ἀπὸ Καλυψοῦς πλοῦν καὶ τὸ γεγενημένον ναυάγιον καὶ τὴν πρὸς αὐτοὺς ἄφιξιν, καὶ ὅτι δεηθεὶς Ναυσικάας ἔλαβε τὴν ἐσθῆτα. E. H. P. Q. MS. Barnes.