Ancient Greek
Volume 1, Book 8
Scholia in Homerum, Scholia in Odysseam 1.8.ΑΛΛΩΣ.-2
Not analysed yet
Ἡμέρας ἐπιγενομένης ὁ Ἀλκίνοος εἰς ἐκκλησίαν συναγαγὼν τοὺς Φαίακας ἐδήλωσεν αὐτοῖς περὶ τοῦ παρόντος ξένου. ἔπειτα δὲ ἀγῶνα συντελεῖ αὐτοῖς ἐπὶ τῆς ἀγορᾶς. ἐν προτρεψαμένου τοῦ Ὀδυσσέως Λαοδάμαντος τοῦ Ἀλκινόου παιδὸς, τοῦ δὲ παραιτησαμένου διὰ τὰς ἐχούσας αὐτὸν συμφορὰς, Εὐρύαλος θρασύτερος ἐπιπλήσσει αὐτόν. καὶ μετʼ αὐτοῦ εὔκλειαν πολυτελῆ καταγγείλας ὁ Ἀλκίνοος ἐκέλευσε Δημόδοκον τὸν κιθαρῳδὸν παρεῖναι· ὑφʼ οὗ ᾄδεται ἄλλα πολλὰ καὶ ὡς Ἀφροδίτη καὶ Ἄρης ἐφωράθησαν ὑπὸ Ἡφαίστου δεσμούς τινας κατʼ αὐτῶν τεχνησαμένου· ἔπειτα καὶ Ἰλίου ἅλωσιν καὶ περὶ τὸν δούριον ἵππον. ὧν καὶ ἀκροασάμενος Ὀδυσσεὺς ἐδάκρυσεν. ἔνθα πυνθάνεται αὐτοῦ ὁ Ἀλκίνοος τὴν αἰτίαν τῶν δακρύων καὶ προτρέπεται τὰ περὶ αὐτὸν διηγήσασθαι. καὶ τέλος ἐνταῦθα ἔσχεν ἡ ῥαψῳδία. E. H.