Ancient Greek
Volume 1, Book 8
Scholia in Homerum, Scholia in Odysseam 1.8.4.1
Not analysed yet
1. Ἠὼς ἡ ἡμέρα σημαίνει πολλά. ὁτὲ μὲν τὸ κατάστημα τῆς ἡμέρας, ὡς ἔχει ἐνταῦθα· ὁτὲ δὲ ἡ σωματικὴ θεὸς, ὡς ἔχει ἐπὶ τοῦ “Ἠὼς δʼ ἐκ λεχέων” (Il. λ, 1.) · ὁτὲ δὲ τὸ ἀπὸ ἀνατολῆς ἕως με- σημβρίας τοῦ ἡλίου διάστημα, ὡς ἐν τῷ “ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ” (Il. θ, 66.) · ὁτὲ δὲ τὸ νυκτὸς καὶ ἡμέρας διά- στημα, ὡς ἐν τῷ “ἠὼς δέ μοι ἐστὶν ἥδε δυωδεκάτη ὅτʼ ἐς Ἴλιον εἰλήλουθα” (Il. φ. 80.) . H. Q. 2. ὤρνυτʼ ἄρʼ] νοητέον κατὰ τὸ σιωπώμενον καὶ τοὺς Ἀλκινόου υἱοὺς ἐγηγέρθαι. Q. 4. τοῖσιν δʼ ἡγεμόνευʼ] τὸ τοῖσιν ἀντὶ γενικῆς. Ἄλλως. πληθυν- τικῷ ἐχρήσατο ἀντὶ ἑνικοῦ τῷδε. H. 5. ἥ σφιν παρὰ νηυσὶ τέτυκτο] ὡς ἂν περὶ τὰ ναυτικὰ ἐσπουδα- κότας, εἰκότως καὶ τὸν τόπον τῆς ἐκκλησίας πλησίον τῶν νεωρίων κατεστήσατο. T. 6. κάθιζον ἐπὶ ξεστοῖσι λίθοισι] φαίνεται παρὰ τοῖς παλαιοῖς ἔθος ὂν ὥστε πρὸ τῶν θυρῶν λίθους τινὰς εἶναι κατεσκευασμένους καθεδρῶν τάξιν ἐπέχοντας, ἐφʼ ὧν ἀξιοῦντες ἐκαθέζοντο οἱ ἡγούμενοι. καὶ ἐπὶ τῶν Νέστορος οἰκιῶν τοῦτό φησιν ὅτι “ἦσαν προπάροιθε θυράων λευκοὶ ἀποστίλβοντες, οἷς ἔπι μὲν πρὶν Νηλεὺς ἵζεσκεν, ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς, Νέστωρ δʼ αὖ τότʼ ἔφιζε Γερήνιος” (γ, 407.) . E. Q. 7. μετῴχετο] τὸ μετῴχετο κεῖται διηνεκῶς ὅταν εἴς τινα πορεύη- ταί τις. B. 11. δεῦτʼ ἄγε] ἰδίως ἐξενήνοχε. τὸ γὰρ δεῦτε πληθυντικῶς φήσας τὸ ἄγε ἑνικῶς εἶπε. καὶ τὸ ἰδίως, “δεῦτʼ ἄγετʼ Ἀργείων Ἑλένην” (Il. η, 350.) . E. ἀμφότερα κελευσματικά εἰσιν ἐπιρρήματα. H. ἀμφότερα παρακελευστικῶς παρʼ Ὁμήρῳ κεῖται. V. 12. ὄφρα ξείνοιο πύθησθε] εἰκότως διὰ πάντων αὐτοὺς ἐπεγείρει, φήσασα αὐτὸν ξένον πλανήτην διαπρεπῆ τὴν ὄψιν, ἵνα οἱ μὲν φιλό- ξενοι πρὸς τὸν ξένον, οἱ δὲ φιλόκαλοι πρὸς τὸ κάλλος, οἱ δὲ φιλίστο- ρες πρὸς τὴν ἀκρόασιν τοῦ πολυπλανοῦς κινηθῶσιν. E. Q. T. ξείνοιο] ἐλλείπει ἡ περί, ἵνα ᾖ περὶ τοῦ ξένου. οὐ γὰρ αὐτὸς δια- λέγεται ἐπὶ τῆς ἐκκλησίας, ἀλλὰ κρεῖττον ἡγήσατο σιωπᾶν. T. 16. ἔπληντο] ἐπληρώθησαν. V. ἀγοραί τε καὶ ἕδραι] ἀντὶ ἑνικοῦ τοῦ ἀγορά· προεῖπε γοῦν εἰς ἀγορὴν ἰέναι. καὶ “ἐνθάδε τέ σφʼ ἀγορὴ, καλὸν Ποσιδήϊον ἀμφίς” (Od. ζ, 266.) . H. 17. θηήσαντο ἰδόντες] σαφῶς νῦν τὸ ἐθηήσαντο ἀντὶ τοῦ ἐθαύ- μασαν· ἐπιφέρει γοῦν, ἰδόντες. Q. κινοῦνται γὰρ ὄχλοι πρὸς τὰς ὄψεις. H. 19. θεσπεσίην] τὰ γὰρ πλεῖστα οἱ πολλοὶ πρὸς τὰς ὄψεις καὶ τὰ ἀξιώματα ἔχονται, ἐν τῇ ἰδέᾳ δυστυχοῦντας δʼ ἀναξίως πάσχον- τας. T. 21. ὥς κεν Φαιήκεσσι] αὐτὸς μὲν οὖν ἐλεηθῆναι εὔχεται, ἡ δὲ Ἀθηνᾶ καὶ τὰ σπουδαιότερα παρασκευάζει αὐτῷ, ἵνα μὴ μόνον ἐλέου ἀξιωθῇ καὶ ἀποσταλθῇ, ἀλλὰ διὰ τὴν τιμὴν ὡς ἂν σπουδαῖος καὶ δῶρα τύχῃ. T. 22. ἐκτελέσειεν ἀέθλους] πληθυντικῶς εἶπε τὸν τοῦ δίσκου ἆθλον. Κράτης δὲ τοὺς κατὰ Ἰθάκην ἤκουσε πόνους. Q. V. 23. πολλοὺς] ἀθετεῖ Ζηνόδοτος. οὐ γὰρ πολλοὺς ἐτέλεσεν ἐν Φαιακίᾳ, ἀλλʼ ἐδίσκευσε μόνον. H. Q. 24. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν] ἡ φήμη ἐκ φρονήσεως καὶ οἰκονομίας τοῦ Ὀδυσσέως. ἔστι δὲ καὶ τοῦ Ὁμήρου, ἵνα γνωρισθῇ καὶ τῷ κοινῷ λαῷ ὁ Ὀδυσσεὺς, μήπως καθʼ ὁδὸν κομιζόμενος παῤ αὐτῶν ἐμπαιχθῇ τι. διὸ καὶ εἰς τὰς δοκιμὰς αὐτὸν ἐξάγει, ὅπως πλείονος τιμηθῇ παρὰ τῶν Φαιάκων. E. 29. πρὸς ἠοίων] ἡ πρός ἀντὶ τῆς ἀπό, ἵνʼ ᾖ ἀπὸ τῶν πρὸς δυσμὰς ἢ τῶν πρὸς ἀνατολάς. B. οὐ προσέθηκεν ἄρκτον καὶ μεσημβρίαν, ὅτι ἁπλούστερον οἱ ἀρχαῖοι διῄρουν τὸν κόσμον, εἴς τε ἀνατολὴν καὶ δύσιν. T. ἠὲ πρὸς ἠοίων ἢ ἑσπερίων] ἢ τῶν πρὸς δυσμὰς ἢ τῶν πρὸς ἀνατο- λάς. οὕτως δὲ οἱ παλαιοὶ ἐμέριζον εἰς δύσιν καὶ ἀνατολὴν τὰ κοσμικά. “οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος οὐδʼ ὅπη ἠώς” (Od. κ, 190.) · “εἴτ᾿ ἐπὶ δεξιᾷ ἴωσι πρὸς ἠῶ, εἴτʼ ἐπʼ ἀριστερᾷ τοίγε ποτὶ ζόφον (Il. μ, 239.) . Q. 30. ὀτρύνει] ἐσπουδασμένως αἰτεῖ. H. ἔμπεδον εἶναι] τὴν πρὸς πάντας ἐχομένην πομπὴν ταύτην καὶ ἐπὶ τούτου τηρεῖν βεβαίαν. V. 31. ὡς τὸ πάρος περ ἐποτρυνώμεθα] ἤγουν ἐσπουδασμένως ποιή- σωμεν. δεξιὸν δὲ τὸ ἀνανεοῦσθαι τὴν τῶν Φαιάκων φιλοξενίαν, ἵνα μηδὲ τοιοῦτον πέμπειν ὀκνῶσι. τοῦτο γὰρ ἐν τῷ “πάρος περ” ἐδήλωσεν. H. Q. ὡς ἐξ ἀρχῆς ἡμῖν ἔθος. Gl. H. χρησίμως ταῦ- τα· προτρέπει γὰρ τοὺς πολίτας ἐκπεμφθῆναι πρὸς τὴν ἔκπεμψιν τοῦ ξένου. T. 32. οὐδὲ γὰρ οὐδέ] πλεονάζει ἡ μία οὐ δέ κατὰ Ἀττικούς. “οὐδὲ γὰρ οὐδὲ Δρύαντος” (Il. ζ, 130.) . “ούδὲ γὰρ οὐδέ κεν αὐτός” (Il. ε, 22.) . Q. οὐδὲ γὰρ] οὐδὲ ἄλλον τινά φησι τῶν παῤ αὐτὸν ἡκόντων ξένων πολὺν ἀναμεῖναι χρόνον, λυπούμενον ἐν τῇ μελλήσει καὶ βραδυτῆτι τῶν πεμπόντων, ὥστε τὸ ἐπὶ τῶν ἄλλων ἔθος εὔλογον εἶναι βεβαιοῦν νῦν καὶ φυλάξαι. T. 34. ἐρύσσομεν] ὁμιλητικῶς καὶ ἑαυτὸν παραλαμβάνει, ἵνα ἐκ τούτων χαρίζεσθαι δοκῇ τῆς ἀσφαλείας τοῦ πλοῦ χαριζόμενος. T. 35. πρωτοπλόον] τὴν πρῶτον πλεύσασαν, ἐπὶ θηλυκοῦ. ἐπὶ δὲ ἀρσενικοῦ προπαροξύνεται. καὶ πρωτοτόκος ὁμοίως ἐπὶ θηλυκοῦ βα- ρύνεται, ἐπὶ δὲ ἀρσενικοῦ προπαροξύνεται, ὁ πρωτότοκος υἱός. B. τινὲς, τὴν πρώτην πλέουσαν, ὅ ἐστι ναυαρχίδα. Q. 36. κρινάσθων κατὰ δῆμον] ἐπιλεχθήτωσαν κατὰ γειτονίαν. P. 38. θοὴν ἀλεγύνετε δαῖτα] ἀντὶ τοῦ θοῶς, ὡς “λῦσεν ἀγορὴν αἰψηρήν” (Od. β, 257.) . τὸ δὲ ἀλεγύνετε ἀντὶ τοῦ εὐτρεπίζετε, οὕτως διὰ τοῦ ε ἐν παρατατικῷ. H. Q. ἐκ τοῦ περὶ αὐτῶν εἰς τὸν πρὸς αὐτοὺς λόγον μετῆλθεν. H. 39. ἡμέτερον δῶ] εἰς τὸν ἡμέτερον οἶκον. V. 41. σκηπτοῦχοι βασιλῆες] τὴν μὲν δαπάνην ἐκ τοῦ ἰδίου ποιεῖ- ται, τὴν δὲ ἐκ τῆς ὑποδοχῆς φιλανθρωπίαν κοινὴν πάντων καθί- στησι. Q. 43. καλέσασθε δὲ θεῖον ἀοιδόν] ἵνα ἡδέως ἡ συνουσία γένηται. τὸ δὲ ὅλον δαιμονίως ᾠκονόμησεν ὁ ποιητὴς, ἵνα ᾄδοντος αὐτοῦ κλαίων Ὀδυσσεὺς ὑπόνοιαν τῷ Ἀλκινόῳ παράσχῃ καὶ ἀφορμὴν πυθέσθαι τίς ἐστιν· ἅμα δὲ καὶ ἡμεῖς τὰ περὶ τὴν πόρθησιν τῆς Ἰλίου μάθωμεν ἄδοντος αὐτοῦ. Q. 44. Δημόδοκον] οἰκεῖον τὸ ὄνομα διὰ τὴν παρὰ τῷ δήμῳ ὑποδο- χήω. Q. 45. ὅππη θυμὸς] ὅσα βούλεται αὐτὸς, ἢ ὅσα ἡ ἐπιθυμία τῶν ἀκουόντων. E. V. 47. μετγῴχετο] ἡ μετά ἀντὶ τῆς ἐπί. ᾤχετο ἐπὶ τὸν θεῖον ἀοι- δόν. Q. 48. κρινθέντε] τὸ κρινθέντε πρὸς τοὺς δύο. H. 49. ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο] γρ. ἱερὸν μένος Ἀλκινόοιο. M. 52. ἐν δʼ ἐστόν] διὰ τί ἱστὸν εἰρεσίᾳ χρώμενοι; κόσμου χάριν· ἢ ἴσως καὶ ἀνέμου. E. 53. ἠρτύναντο] ἡτοίμασαν τὰς κώπας ἐν τοῖς τροπωτῆρσι. τροπὸς γὰρ ὁ ἱμὰς ὁ συνδέων τὴν κώπην τῷ σκαλμῷ. B. H. Q. 54. κατὰ δʼ ἱστία λευκὰ τάνυσσαν] ἥπλωσαν αὐτὰ κατὰ τοῦ πλοίου, ἵνʼ ἕτοιμα ὦσιν εἰς τὸ ἑλκυσθῆναι. B. Q. 55. νοτίῳ] ἐν τῷ νηνέμῳ λιμένι, ἔνθα ἰσχυρὸς οὐκ ἔπνεεν ἄνεμος. H. ὑγρῷ, τῷ διύγρῳ. V. Ἀριστοφάνης, νοδίῳ. H. 56. πλῆντο] ἐπληρώθησαν. αἴθουσαι δὲ αἱ πρὸς ἥλιον τετραμμέ- ναι στοαί. V. 57. ἕρκεα οἱ περίβολοι, δόμοι ἀνδρῶν, οἱ ἀνδρῶνες. H. 59. τοῖσιν δʼ Ἀλκίνοος] μέμφονταί τινες ὡς ὀλίγα παρασκευά- σαντος Ἀλκινόου τοῖς Φαίαξι, πολλῶν ὄντων τῶν μελλόντων εὐωχεῖ- σθαι. καὶ Κράτης δὲ τὸ αὐτὸ πέπονθεν αὐτοῖς πάντας οἰόμενος τοὺς Φαίακας εὐωχεῖσθαι παρὰ τῷ Ἀλκινόῳ. οὐ γὰρ ἦν τὸ πλῆθοςα ἡθροισμένον, ἀλλὰ δώδεκα μὲν βασιλεῖς, αὐτὸς δὲ τρισκαιδέκατος, καὶ οἱ παῖδες αὐτοῦ, καὶ οἱ ἐρέται τῆς νηὸς πεντήκοντα δύο. H. Q. 60. ἀργιόδοντας ὕας] τοὺς χοίρους τοὺς ἔχοντας ὀδόντας λευ- κούς. H. 61. τοὺς δέρον] συλληπτικῶς. σύες γὰρ οὐκ ἐκδέρονται. Q. 62. ἐρίηρον] μεγαλωφελῆ, ἀγαθὸν, ἰσχυρόν. V. 63. τὸν πέρι Μοῖρʼ ἐφίλησε] οὔκουν, ὦ Ὄμηρε, θαυμασίως αὐτὸν ἡ Μοῖρα ἐφίλησεν, εἰ τῶν ὀφθαλμῶν μὲν ἐστέρησεν, ἀοιδὴν δὲ ἀντὶ τούτου ἐχαρίσατο, ὥσπερ δῆτα καὶ σὲ ὕστερον. E. ἐπειδὴ οὐκ ἐν- δέχεται ἄνθρωπον ὄντα τὰ πάντα εὐτυχεῖν. H. ὡς οὐ δυνατὸν ἀν- θρώπῳ τελείαν εὐδαιμονίαν ἔχειν· δοιοὶ γὰρ πίθοι (Il. ω, 527). ἀλλὰ ταῦτα, φασὶν, ὁ Ἀχιλλεὺς παραμυθίαν εἴρηκε τῷ Πριάμῳ· ἐνταῦθα δὲ ἐκ τοῦ ποιητοῦ προσώπου λέγεται. πῶς οὖν ἀγαπήσασα . . . . . T. πῶς οὖν ἐφίλησεν; ἤτοι ἐπεὶ οἱ τυφλοὶ μουσικώτεροι μὴ περὶ πολλὰ ἀσχολούμενοι. ἢ ἐπεὶ πάντως ἀνθρώπινον δυστυχεῖν, ἢ οἰκονομικῶς, ἵνα μὴ ἐπιγνῷ τὸν Ὀδυσσέα. τινὲς δέ φασιν εἰς ἑαυτὸν ταῦτα λέ- γειν τὸν ποιητήν. E. V. 66. μέσσῳ δαιτυμόνων] πιθανῶς, ἵνα πάντες ἐκ τοῦ ἴσου ἀκροῶν- ται. τὸ δὲ “ἐκ πασσαλόφιν” δηλοῖ κατὰ τοῦ πασσάλου. Q. 67. κὰδ δʼ ἐκ πασσαλόφι] καὶ ἐκ τοῦ πασσάλου δὲ ἐκρέμασε τὴν φόρμιγγα τὴν λίγειαν, ἤτοι τὴν ἀποτελοῦσαν ὀξὺ μέλος. Q. Ἀριστοφάνης, δῆσε φόρμιγγι. H. 68. ἐπέφραδε] ἵνα γνῷ ἔνθα κεῖται τὰς χεῖρας ἐπέθηκε. V. ἤτοι ἐσήμανεν, ἵνα ἀνέληται ταῖς χερσίν· ἢ τὰς χεῖρας ἐπέθηκεν ἐπὶ τὴν κιθάραν, ἵνα εἰδῇ ἔνθα κεῖται. E. V. ἤτοι ἐδήλωσεν ὁ Ποντόνοος τῷ μελῳδῷ τὴν κιθάραν λαβεῖν ταῖς χερσὶ καὶ κρούσασθαι. καὶ ἐπέ- φραδε χερσὶν ἑλέσθαι. ταῖς χερσὶν ἐσήμανεν, ἵνα ἀνέληται, δηλονότι τὰς χεῖρας αὐτοῦ ἐπιτεθεικὼς τῇ φόρμιγγι, ἵνα γνῷ τοῦ κεῖται. Q. 73. ἀνῆκεν] γράφεται, ἐνῆκεν. E. ἀνήγειρεν ἐπὶ τὴν ᾠδὴν ἐμπνεύ- σασα. E. V. 74. οἴμης] τραγῳδίας, ἢ ᾠδῆς. P. διηγήσεως· ὅθεν καὶ προοίμιον. P. Q. V. ἀπὸ τῆς οἴμης ἐκείνης. ἄκρως τὴν ἑαυτοῦ ποίησιν ὕψωσεν ὁ ποιητής. H. διὰ οἴμης, ἀπὸ προοιμίου καὶ διηγήσεως ἐκεί- νης. E. 75. νεῖκος Ὀδυσσῆος] φασὶ τῷ Ἀγαμέμνονι χρωμένῳ περὶ τοῦ κατὰ τὸν πόλεμον τέλους ἀνελεῖν τὸν ἐν Δελφοῖς Ἀπόλλωνα τότε πορθήσειν τὸ Ἴλιον ὅταν οἱ ἄριστοι τῶν Ἑλλήνων στασιάσωσι. καὶ δὴ παρὰ πότον διαλεχθέντων Ὀδυσσέως καὶ Ἀχιλλέως, τοῦ μὲν Ἀχιλλέως ἀνδρείαν ἐπαινοῦντος τοῦ δὲ Ὀδυσσέως σύνεσιν, μετὰ τὴν Ἕκτορος ἀναίρεσιν, ὁ μὲν βιάζεσθαι παρῄνει· διὸ καὶ ἀνῃρέθη· ὁ δὲ δόλῳ μετελθεῖν. καὶ Ἀγαμέμνονα ὡς τελουμένου τοῦ λογίου χαρῆ- ναι. ἐσήμανε δὲ τὴν αὐτοῦ διαφορὰν πρὸς Ἀχιλλέα. H. Q. V. διὰ λόγων ἐφιλονείκησαν, ὁ μὲν Ὀδυσσεὺς σύνεσιν ἐπαινῶν, ὁ δὲ Ἀχιλλεὺς ἀνδρείαν, μετὰ τὴν Ἕκτορος ἀναίρεσιν, ὅτε ὁ μὲν βιά- ζεσθαι παρῄνει, ὁ δὲ δόλῳ μετελθεῖν. E. 76"ὥς ποτʼ ἐδηρίσαντο] διὰ λόγων ἐφιλονείκησαν. τὸ δὲ, θαλείῃ, τῇ θαλλούσῃ ἢ θάλλειν ποιούσῃ. Q. V. 77. ἄναξ ἀνδρῶν Ἀγαμέμνων χαῖρε νόῳ] ἀπρεπὲς εἶναι δοκεῖ τὸ χαίρειν ἐπὶ ταῖς διαφοραῖς τῶν φίλων. λύουσι δὲ ἐκ τῆς λέξεως, οἱ μὲν, ὅτι μάχονται οἱ ἄνθρωποι οὐ μόνον ἀφιλέχθρως, ἀλλὰ καὶ φιλο- νεικοῦντες ὑπὲρ καλοῦ καὶ ἀρετῆς. οἱ δὲ ὅτι ἐπιφέρει χρησμὸν δε- δόσθαι τῷ Ἀγαμέμνονι, κατὰ τὴν τῶν ἀριστέων διαφορὰν αἱρήσειν τὴν Ἴλιον, τὴν Ἀχιλλέως μῆνιν αἰνιττόμενον. τὸν δὲ Ἀγαμέμνονα οἰηθέντα τῶν ἀριστέων τούτων εἶναι τὴν διαφορὰν ἣν ὁ χρησμὸς εἴ- ρδκε, χαίρειν ἀγνοοῦντα ὅτι τῶν κακῶν ἔτι συνέβαινεν ἀρχὴν εἶναι. H. Q. ἔχαιρε τῶν ἀριστέων φιλονεικούντων, τοῦ μὲν τὰ ψυχικὰ ἐπαινοῦντος, τοῦ δὲ τὰ σωματικά. ἔχαιρε δὲ ὁ Ἀγαμέμνων ἐπὶ τῇ τούτων φιλονεικίᾳ οὐχ ὡς χαιρέκακος, ἀλλὰ διὰ τὸ ἔχειν ἀπὸ χρσμοῦ, τότε ἐγγίζειν τὴν τῆς Τροίας ἅλωσιν ὅτε ἴδῃ τοὺς τῶν Ἀχαιῶν ἀρίστους φιλονεικοῦντας. καὶ ὁ μὲν Ἀχιλλεὺς ἔλεγε δἰ ἀνδρείαν ἁλῶναι τὸ Ἴλιον, ὁ δὲ Ὀδυσσεὺς διὰ μηχανῆς καὶ φρονή- σεως. B. E. ὁ Ἀγαμέμνων ἔχαιρεν ἐν τῷ νῷ ἡσύχως βλέπων τὴν φιλονεικίαν τοῦ Ὀδυσσέως καὶ τοῦ Ἀχιλλέως διὰ τὴν τῆς Τροίας ἅλωσιν. τότε γὰρ πέπρωτο κρατηθῆναι τὴν Τροίαν ὅτε φιλονεική- σουσιν οἱ ἄριστοι. Q. 80. Πυθοῖ] Πυθὼ πόλις Φωκίδος. ἡ αὐτὴ καὶ Δελφοί. E. H. Q. ἀπὸ κοινοῦ τὸ “ὅθʼ ὑπέρβη λάϊνον οὐδόν.” H. Πυθὼ τόπος ἐν Δελ- φοῖς, ἔνθα ἦν μαντεῖον Ἀπόλλωνος. ὠνομάσθη δὲ οὕτως ἀπὸ τοῦ τὸν δράκοντα ἐκεῖσε παῤ αὐτοῦ ἀποκτανθῆναι καὶ σαπῆναι ἐκεῖ. πύθω γὰρ τὸ σήπω. λέγεται δὲ καὶ Πυθὼ καὶ Πυθών. ἀπεβίβασε δὲ ὁ Ἀπόλλων τῷ Ἀγαμέμνονι μὴ κρατηθῆναι τὴν Τροίαν πρὶν οἱ ἄριστοι τῶν Ἑλλήνων μάχην ποιήσουσιν. ὅπερ καὶ γέγονεν. εἶτα συνεκρο- τήθη ὁ πόλεμος. E. 81. 82. ἐν ἐνίαις τῶν ἐκδόσεων οὐκ ἐφέροντο· διὸ ἀθετοῦνται. H. 85. κὰκ κεφαλῆς] ἡ κατά ἀντὶ τῆς περί. H. 87. τὸ ἤτοι ἀντὶ τοῦ μέν. B. Δῖος] γράφεται θεῖος. E. 88. ὀμορξάμενος] ἀποσπογγισάμενος. H. ἀπὸ φᾶρος] οὐκ ἀναστρεπτέον τὴν ἀπό. H. 92. ἂψ Ὀδυσεὺς] ὁ Ἀριστοφάνης “αἶψ” Ὀδυσεύς” γράφει. H. κατὰ κρᾶτα] ὑποκάτω τῶν ὀφρύων. H. 98. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης] οὕτως Ἀρίσταρχος· οἱ δὲ ἄλλοι “ἤδη μὲν θυμὸν κεκορήμεθα δαιτὸς ἐίσης.” H. ἐίσης] ὁμοίας, τῆς ἰσομοίρου. H. δαιτὸς ἐίσης] ἢ τῆς ποιούσης τὸν δαινύμενον ἐπίσης κεκορῆσθαι, ἢ τῆς ἰσομοίρου, τῆς ἐπίσης πᾶσι δεδομένης. E. 100. νῦν δʼ ἐξέλθωμεν] διὰ τί οἱ Φαίακες εὐωχηθέντες ἠγωνίζοντο γυμνικὸν ἀγῶνα, δρόμον καὶ δίαυλον καὶ οὐ τὴν ἄλλην ἄθλησιν; παν- τελῶς γὰρ ἀπόνων ἀνθρώπων ταῦτα. ἴσως δὲ, ἁρμόττον τοῖς ἤθεσι δέον ποιεῖν, ἐπειδὴ μίμησις ἡ ποίησις, οὕτω πεποίηκεν. ὅτι δὲ τοιοῦ- τοι δῆλον. ἔφασαν γὰρ “ἀεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε” (248.) . E. Q. 102. ὅσον περιγιγνόμεθʼ ἄλλων πύξ τε παλαιμοσύνῃ τε] καὶ πῶς φησιν “οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί” (246.) ; ἐν ὅσῳ τοίνυν ἄπειροί εἰσιν Ὀδυσσέως οἴονται νικᾶν ἅπαντας ἐν τού- τοις, ὅτε δὲ τῇ πείρᾳ δείξας ἑαυτὸν Ὀδυσσεὺς ἐκαυχήσατο περὶ τῶν ἄλλων ἄθλων μόνον παραιτησάμενος τὸν δρόμον, ἀντιμεταλαβὼν τὰ ἐγκώμια Ἀλκίνους φησὶν “ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι, ἀεὶ δʼ ἡμῖν δαίς τε φίλη, εἵματά τʼ ἐξημοιβά” (247—249.) . H. Q. 105. οὕτως αἱ Ἀριστάρχου. H. 108. θαυμανέοντες] θαυμάζοντες. ὡς τὸ χειμάζω χειμαίνω, ὀνο- μάζω ὀνομαίνω, οὕτως θαυμάζω θαυμαίνω καὶ θαυμανέω. B. E. H. θεασόμενοι, θαυμάσαι μέλλοντες. P. 111. Ἀκρόνεως] ὄνομα κύριον. Gl. H. Ἀκρόνεως λέγεται ὁ τὸ ἄκρον τῆς νεῶς ἔχων. ὠκύαλος ὁ ὠκὺς κατὰ τὴν ἅλα. H. 114. τινὲς ψιλοῦσι τὸ ἀμφίαλος· δύναται μέντοι καὶ δασύνε- σθαι. H. 119. τὸ Ἅλιος προπαροξύνεται, ὡς τὸ ἄνιος, ξένιος, κρόνιος. H. Ἅλιος προπαροξύνει ἡ συνήθης ἀνάγνωσις Ἡρωδιανοῦ. M. 121. ἀπὸ νύσσης] ἀπὸ τῆς ἀφετηρίας. B. Q. 122. κονίοντες πεδίοιο] λείπει ἡ διά. ἐν τῷ πεδίῳ κόνιν ἐγείροντες. ὡς τὸ “Ἄργεος ἦεν Ἀχαιικοῦ” (Od. γ, 251.) . ἀντὶ τοῦ ἐν Ἄργει. Q. 124. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν] τουτέστιν, ὅσον ἀφο- ρίζονται τῶν βοῶν ἀροτριάσει ἡμίονοι, ὡς προφερέστεραι οὖσαι ἄρο- τρον ἐλαύνειν, καθὰ καὶ ἐν Ἰλιάδι λέλεκται. B. ὅσον δὲ βοῶν ὑπέρ- τεροι ἡμίονοι. E. οὖρον λέγει τὸ μέσον τῶν ἡμιόνων, ἤγουν τὸν ζυγόν. ὁ γὰρ ζυγὸς μέτρον ἔχει, καὶ οὐ προβέβηκε τὸ ἓν μέρος τοῦ ἑτέρου, ἵνα μὴ πρὸς κακὸν γένηται τοῖς ζῴοις. τινὲς δὲ οὕτως λέγουσιν, ὥσπερ τοὺς βόας συγκρίνοντες τοῖς ἡμιόνοις, λέγοντες ὡς ἡμίονοι προτρέχουσιν ἐν τῷ κάμνειν, ἐὰν δύο ἡμίονοι ἀνὰ μέρος ζευχθεῖεν καὶ δύο βόες ἀνὰ μέρος, ἀλλʼ οὐκ εἰς ἕνα ζυγόν. ὅσον οὖν προβαίνουσιν οἱ ἡμίονοι, τοσοῦτον καὶ αὐτὸς τῶν ἄλλων Φαιάκων. E. οὖρον, ὅρμημα. σημεῖον φανε- ρὸν ἦν τὸ μέτρον τῶν ἡμιόνων παρὰ τοῖς ἀρχαίοις. P. Q. καὶ ἐν Ἰλιάδι (κ, 351.) “ὅσσον τʼ ἐπίουρα πέλονται ἡμιόνων, αἱ γάρ τε βοῶν προ- φερέστεραί εἰσι ἑλκέμεναι νειοῖο.” ὅσον φησὶν ἐν τῇ ἠροτριασμένῃ γῇ ἐστι διάστημα τῆς τῶν ἀροτριώντων ἡμιόνων κινήσεως παλιστρό- φου, τοσοῦτον ὑπερενίκα ἀεθλεύων τῷ δρόμῳ τῶν ἄλλων ὁ καλούμενος Κλυτόνηος, φέρων τὸ ὄνομα ἐκ τοῦ κλυτὸν καὶ ἔνδοξον εἶναι κατὰ τὰς νῆας. σύνθετον γὰρ τὸ ὄνομα ἐκ τοῦ κλυτὸς ὁ ἔνδοξος καὶ τοῦ ναῦς. σύνθετα δὲ τούτῳ τῷ τρόπῳ καὶ τὰ τῶν πρότερον ὁμοιότροπα ὀνόματα τῶν ἀπαριθμηθέντων ἀνωτέρω τοῖς ῥηθεῖσιν Ὁμηρείοις ἔπεσιν. Q. 127. ἀπεκαίνυτο] ἐνίκα, καταχρηστικῶς. E. Q. 133. τὸν ξεῖνον ἐρώμεθα, εἴ τινʼ ἀέθλων οἶδε] ἄπειρον ᾤετο τὸν Ὀδυσσέα ἄθλων, ὡς δῆλον κἀκ τῶν Εὐρυάλου. τοιαύτην γὰρ ἐχόντων τὴν ὑπόληψιν περὶ αὐτοῦ πάντων τῶν Φαιάκων καὶ Εὐρύαλος εὐθάρ- σησεν εἰπεῖν “οὐ γάρ σʼ οὐδὲ, ξεῖνε, δαήμονι φωτὶ ἐΐσκω ἄθλων” (159.) . Q. ἠθικῶς ἄρα· οἱ γὰρ ἔν τινι κατορθοῦντες καὶ πρὸς τοὺς ξένους ἐπιδεικτιῶντες κἀκείνους πειρᾶν προτρέπειν παρέχονται, οἰόμε- νοι προὔχειν αὐτῶν διὰ τοῦ παρὰ τοῖς ξένοις εὐδοκιμεῖν. T. 134. φυήν γε μὲν] καὶ ταῦτα ἐκ συμβαίνοντος· κατειρωνεύονται γὰρ οἱ ἔν τινι ἐπιτηδεύματι προὔχειν οἰόμενοι. μᾶλλον δὲ καὶ χρη- στὸν ἦθος ὑποβάλλει, ἵνα, ἐὰν ἀποτύχῃ, συγγνώμης δικαίας τύχῃ διὰ τὸ κεκακῶσθαι τὸ σῶμα. T. 137. συνέρρηκται] συντεταπείνωται, ἢ ἐνέρρηκται, ἐγκέκρουσται· συντέθραυσται, συμπέπτωκεν, ἠλάττωται. H. T. 142. οὔτε Ἀρίσταρχος οὔτε Ἀριστοφάνης οὔτε Ζηνόδοτος ἐπί- στανται τοῦτον τὸν στίχον. H. οὗτος ὁ στίχος ἐν ταῖς Ἀρισταρ- χείαις οὐ φέρεται. H. 144. στῆ] γρ. βῆ. M. 145. δεῦῤ ἄγε] ἀμφότερα κελευστικὰ ἀντὶ τοῦ ἴθι. H. V. 147. ᾖσιν] ὑπάρχῃ. καὶ τὸ σιν ἐπέκτασις. B. E. τὸ δὲ ᾖσιν γέγονεν οὕτως, ὦ ᾖς ᾖ καὶ κατʼ ἐπέκτασιν ᾖσιν. H. Q. οὐκ ἔστι μεῖζον κλέος ἀνέρος ὅσος ἐστί. Q. οὐκ ἔστι μεῖζον κλέος ἀνδρὸς ἕως ἂν ζῇ πλὴν ἡ διὰ τῶν χειρῶν καὶ ποδῶν ἀρίστη πρᾶξις. T. 150. σοὶ δʼ ὁδὸς] χρησίμως, ἵνα καὶ αὐτὸς προθυμότερος γένηται· τὸ δὲ ἐπαρτέες ἀντὶ τοῦ ἑτοῖμοι, κατηρτισμένοι. T. 151. ἐπαρτέες] ἀπηρτισμένοι, εὐτρεπισμένοι, εὐτρεπεῖς, ἕτοιμοι, ἐπηρτισμένοι. B. E. 153. τί με ταῦτα κελεύετε] ὡς δὴ μείνας παῤ αὐτοῖς ἡμέρας δύο καὶ τὰς προσηγορίας αὐτῶν ἐπίσταται. ἀπὸ ἑνικοῦ δὲ εἰς πληθυντι- κὸν μετέβη πάλιν τὸ ποικίλον τῆς ποιητικῆς ἐνδεικνύμενος. ὁ δὲ νοῦς, τί κελεύετε με ταῦτα; E. 154. καὶ μᾶλλον] περιττὸς ὁ καί. H. 158. νείκεσέ τʼ ἄντην] γρ. φώνησέν τε. M. 161. γρ. θαμά. H. 162. οἵτε πρηκτῆρες ἔασι] ἔμπειροι τῶν φορτίων, ἢ τοῦ μισθοῦ ἀπαιτηταί. E. 163. φόρτου τε μνήμων καὶ ἐπίσκοπος] τῶν πρὸς ὁδοιπορίαν. Gl. H. ἔμπειρος τῶν φορτίων, ὡς λέγομεν νῦν ὁ ναύκληρος. H. ὁ μεμνημένος πόσου ἐστὶν ἕκαστον ἄξιον, ὃν γραμματέα καλοῦσιν εἰκός. οὐ γὰρ αὐτὸν δεσπότην τῶν φορτίων φησὶν, ἀλλʼ ὥσπερ τινὰ τῶν φορτίων φροντίζοντα καὶ τῶν πλεόντων. τοῦτο δέ τινες σημειοῦν- ται πρὸς τὸ ἀγνοεῖν γράμματα τοὺς ἥρωας. τῇ γὰρ μνήμῃ φασὶ τὰ ἐγκείμενα κατέχειν διὰ τὸ ἀπείρως ἔχειν γραμμάτων. ὅθεν καὶ τοὺς Φοίνικας ἐμπόρους ὑπὸ τῆς χρείας αὐτῆς ἐπὶ τὴν τῶν γραμμάτων εὕρεσιν ἐλθεῖν. ἡ δὲ χρῆσις παρὰ τοῖς παλαιοῖς ἔχει, τὸν γραμ- ματέα καὶ τὸν ἐπιμελητὴν μνήμονα καλεῖσθαι. Ἀριστοφάνης δὲ ἀντὶ τοῦ ἐπίσκοπος ἐπίστροφος σημειοῦται. E. Q. ἐπιμελόμενος τῶν φορτίων, ἢ μνημονεύων ἕκαστον πόσου ἦν ἄξιον. E. P. V. φόρτου τε μνήμων] προεστὼς καὶ ἐπιμέλειαν φόρτου ποιούμενος καὶ τοῦτο ἐσπουδακὼς, ὃν ἡμεῖς ἐπίπλουν καλοῦμεν. τὸ δὲ “θαμί- ζων” πυκνῶς πλέων· τὸ δὲ “πρηκτῆρες” πράττοντες· τὸ δὲ “κερδέων” τῶν ἐκ τῆς πράσεως· τὸ δὲ “ἁρπαλέων,” πρὸς ἃ ἁρπακτικὸν ἄν τις ἀσμένως λάβοιτο δόλον. ἐμπορευτικῷ τινὶ καὶ καπήλῳ ἔοικας ἀνδρὶ μᾶλλον ἢ ἀγωνιστῇ. T. ἐπίσκοπος ᾖσιν] προναύκληρος ὑπάρχοι. E. ἔφορος ἢ φύλαξ. V. ᾖσιν] γρ. εἶσι καὶ εἰσέρχῃ. H. ὁδαίων] φορτίων ἐφοδίων, ἢ τῶν πρὸς ὁδοιπόρον ἐπιτηδείων. E. Q. ἠΐων. MS. Barnes. γρ. ἑταίρων. P. 164. κερδέων θʼ ἁρπαλέων] τῶν ἡδέων ἤτοι ἀδίκων, ἃ ἄν τις ἁρπάζῃ διʼ ἡδονήν. H. ὠφελειῶν ὧν ἄν τις ἁρπάσειε δἰ ἡδονήν. E. P. V. ἢ τῶν ἀδίκων. E. 166. ξεῖν᾿, οὐ καλὸν ἔειπες] ἔθος ἐστὶν Ὁμηρικὸν ἐκ τῶν λόγων χαρακτηρίζεσθαι καὶ τὸν τρόπον τοῦ ἐντυγχάνοντος. καὶ ἐν ἄλλοις περὶ τοῦ Τηλεμάχου “αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος, οἷ᾿ ἀγο- ρεύεις” (δ, 611.) · οἰόμενος τὸν εὐγενῆ καὶ πεπαιδευμένον ἀναγκαίως ὁμιλεῖν, πρεπόντως δὲ πάντα λέγειν. Ὀδυσσεὺς δὲ, οὐ γὰρ διεβε- βαιώσατο τὸ ἀτάσθαλον αὐτὸν εἶναι, ἀλλʼ ἐοικέναι φησὶ τούτῳ διὰ τὸ ἀντειπεῖν καὶ εἰρηκέναι. Q. T. 167. οὕτως οὐ πάντεσσι θεοὶ] ἄκρως ἐντρέπει ἀξιόπιστον ποιούμε- νος τὸν ὀνειδισμόν. αὐτῷ τούτῳ λυπεῖ τῷ φάσκειν ἀσύμφωνον ἔχειν τῇ μορφῇ τὸν τρόπον. Q. 168. ἀγορητύν] διάλεκτον, δημηγορίαν. V. 169. ἀκιδνότερος] ἀσθενὴς, ἀπρεπής. οἱονεὶ γὰρ παρὰ τὸ μὴ κίειν διʼ ἀσθένειαν. ἢ παρὰ τὸ αἰκίζω ἀκιδνόν κατὰ ἀποβολὴν τοῦ ι, τὸ οἱονεὶ ᾐκισμένον καὶ εὐτελές. ἢ παρὰ τὸ κινῶ ἀκιδνὸν τὸ μὴ κινούμε- νον. H. Q. δύσμορος, παρὰ τὸ αἰκίζω τὸ αἰσχύνω. E. παρὰ τὸ αἰκίζω ἀκιδνός γίνεται, ἀφʼ οὗ καὶ συγκριτικὸν ἀκιδνότερος ἐστὶν ἀσθενέστερος ἢ προπετέστερος, ἢ ἀμφότερον. V. 170. ἀλλὰ θεὸς μορφὴν] δαιμονίως ἀφαιρεῖται τὸ φρόνημα τῶν ἐπὶ εὐμορφίᾳ μελαγοφρονούντων. τῆς γὰρ μορφῆς στέφανόν φησιν εἶναι τὸν λόγον. εἰσόμεθα δὲ καὶ τὴν ἑξῆς ἐργασίαν, ἡδόμενοι αὐτὸν ὁρῶσι διὰ τὴν ἐκ τῶν λόγων πειθώ. ὥστε ὅπερ ἐδόκει ἴδιον εἶναι τοῦ κάλλους, τοὺς ὁρῶντας εὐφραίνειν, τοῦτο τοῖς λόγῳ κεκοσμημένοις Ὅμηρος ἀποδίδωσιν. H. Q. T. ἄλλῳ μὲν καλῶς ἀγορεύειν καὶ ὁμιλεῖν, τῷ δὲ μορφὴν ἔχοντι μὴ καλὴν στέφει λόγοις, ἤτοι σεμνύνει. Q. 171. τερπόμενοι λεύσσουσιν] ὅτι ὁ δυνάμενος λέγειν καλῶς καὶ μεγάλως καὶ ἰσχυρῶς ἐν τῷ δήμῳ, οὗτος ἐπιφανέστερός ἐστιν. T. λεύσσουσιν] λεύσσοντες, ὅ ἐστι βλέποντες. V. 172. μετὰ δὲ πρέπει ἀγρομένοισιν] σύμφωνον τῷ προκειμένῳ, τερ- πόμενοι λεύσσουσιν. ὁ δὲ λέγει οὖν ἱκανὸν ἐν πᾶσιν ἐμπρέπει. Q. 173. θεὸν ὣς εἰσορόωσιν] τῇ ὑπερβολῇ δαιμονίως· οὐ γὰρ μόνον ὡς καλὸν ὁρῶσιν, ἀλλʼ ὡς θεόν. T. 174. ἄλλος δʼ αὖτʼ εἶδος] ὁ κατὰ τὴν μορφὴν εὐτελής. οὐκοῦν ὁ μὲν αἰσχρὸς τὴν ὄψιν, λόγῳ δὲ κεκοσμημένος ὡς θεὸς διαπορεύεται διὰ τῆς πόλεως, ὁ δὲ καλὸς τὴν μορφὴν κἂν ὅμοιος ᾖ θεῷ, χάριν δὲ καὶ σύνεσιν ἐν τῷ λέγειν μὴ ἔχῃ, οὐδενὸς ἄξιος φαίνεται. T. 175. ἀλλʼ οὔ οἱ χάρις] ὅ ἐστιν, οὐδέν σοι ὄφελος τοῦ τοιούτου κάλλους, ἐπεὶ εἰς ὀνειδισμὸν χωρεῖ. οἷόν ἐστι καὶ τὸ ἐν Ἰλιάδι (γ, 39.) “δύσπαρι εἶδος ἄριστε.” ἡ δὲ διάνοια οὐδʼ ἂν θεὸς βουλό- μενος κατασκευάσαι. B. E. Q. περιστρέφεται] παρακολουθεῖ, πάρεστιν. V. 176. οὐδέ κεν ἄλλως] εἰ θεὸς θελήσαι καλὸν ποιῆσαι τοιοῦτον οἷος εἶ σύ. V. 177. οὐδὲ θεὸς τεύξειε] οὐδʼ ἂν θεὸς ἐπιβαλλόμενος κατασκευάσαι καλὸν καλλίονα κατασκευάσειε. οὐκ ἐβουλήθη δὲ παντάπασιν λυπῆ- σαι τὸ μειράκιον, ἀλλὰ τὸ κάλλος ἐπαινῶν οὐκ ἐπαινεῖ τὸν νοῦν. T. νόον δʼ ἀποφώλιός ἐσσι] εἰ θεὸς θελήσει καλὸν ποιῆσαι, οὐκ ἂν ἄλλως κατασκευάσειεν, ἀλλὰ σοὶ ὅμοιον. τὸ δὲ ὅλον τοιοῦτόν φησιν· ὡραῖος μὲν εἰ λίαν καὶ ὅσον πρὸς εἶδος ἄξιος ἐπὶ μέσου ἵστασθαι καὶ ὁρᾶσθαι· ὅσον δὲ πρὸς νοῦν καὶ τὰς ἐκ νοῦ χάριτας, ἤτοι τοὺς λό- γους, ἀπὸ τοῦ φωτὸς καὶ τοῦ μέσου ἀφίστασο. ἀποφαόλιος καὶ ἀποφώλιος, ἀνάξιος τοῦ ἐν μέσῳ καθῆσθαι ὁμάδῳ ἀνδρῶν. ἐκ γὰρ τοῦ φάος καὶ τοῦ ὅλον καὶ τοῦ οἶος ὁ μόνος καὶ τῆς ἀπό προθέσεως τῆς σημαινούσης τὸ α στερητικὸν ἡ λέξις συνετέθη. καὶ ἔστι κυρίως ἀποφώλιος ὁ μὴ ἄξιος συναριθμεῖσθαι ἀνδρῶν ὁλότητι ἐν φωτὶ, ἤγουν ἐν καιρῷ ἔργων ἢ λόγων δεομένῳ. φωλεοὺς λέγουσι τὰ παιδευτήρια. ὁ γοῦν μὴ φοιτῶν εἰς τὰ παιδευτήρια λέγεται ἀποφώλιος. E. 178. ὤρινάς μοι θυμὸν] ἠρέθισας καὶ ἐτάραξας. καὶ σφοδροτέρῳ κεχρημένος τῷ λόγῳ ὑποπαραιτεῖται. T. ὅ ἐστιν, ἐτάραξάς μου τὴν ψνχήν. B. 182. νῦν δʼ ἔχομαι κακότητι] εἰκότως ὑποπαραιτεῖται προβαλ- λόμενος τὴν κακοπάθειαν τοῦ σώματος. οὕτως γὰρ ἂν αὐτῷ συνέβαινε κατορθώσαντι μὲν θαυμάζεσθαι, ἀποτυγχάνοντι δὲ συγγνώμης τυ- χεῖν. Q. T. 183. πείρων οὐκ ἔστιν ἀπὸ τοῦ περῶ πλεονασμῷ του ι. οἶδε γὰρ καὶ τὸ “πεῖρε κέλευθον” (Od. β, 434.) . Q. 184. προδιορθώσει κέχρηται, ἵνα μὴ δοκῇ νεανιεύεσθαι ἐπιπηδῶν τοῖς ἄθλοις. H. T. 185. θυμοδακὴς] τὴν ψυχὴν δεδηκώς. T. 186. ἦ ῥα] τὸ ἦ ὅτι μὲν ταὐτὸ σημαίνει τῷ ἔφη δισυλλάβῳ καὶ τῷ φῆ διγραμμάτῳ ῥήματι παρʼ Ὁμήρῳ δῆλον. καὶ δοκεῖ γεγενῆ- σθαι τὸ ἦ ἀπὸ τοῦ φῆ κατʼ ἀφαίρεσιν τοῦ φ. τίς δὲ ἡ διαφορὰ τοῦ ἦ πρὸς τὸ φῆ ζητοῦσιν. διαφέρειν δὲ φαίνεται ὅτι τὸ μὲν ἦ ἐπὶ προειρημένοις λόγοις λέγεται, ὡς ἐνταῦθα, καὶ ἐν τούτοις “ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων” (Il. α, 528.) · “ἦ καὶ ἐπʼ ἀργυ- ρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν (Il. α, 219.) . προειπόντος γὰρ τοῦ Διὸς καὶ τοῦ Ἀχιλλέως ταῦτα ὁ ποιητὴς λέγει, καὶ διʼ ἀμφοτέρων ὅλων τῶν ποιήσεων οἵτως αὐτῷ μόνον ὑποτάττεται. τὸ δὲ φῆ καὶ ἔφη καὶ προτάσσεται τῶν ῥηθησομένων λόγων καὶ τούτοις ὑποτάσ- σεται. καὶ μία μὲν αὕτη διαφορὰ τοῦ φῆ καὶ ἔφη πρὸς τὸ ἦ· δευ- τέρα δὲ αὕτη. τὸ μὲν γὰρ ἦ καθʼ ἕνα σχηματισμὸν ἐκφέρεται καὶ σημαίνει ῥῆμα, τὸ εἶπεν, ὁριστικὸν ἑνικὸν ἀορίστου χρόνου δηλωτικὸν ὑπάρχον τρίτου προσώπου, τὸ δὲ φῆ κλίσιν εἰς ἅπαντας τοὺς χρόνους καὶ τοὺς ἀριθμοὺς καὶ τὰ πρόσωπα καὶ τὰ γένη λαμβάνεται, καὶ τρέπεται καθάπερ τῶν ἄλλων ῥημάτων τὰ παραπλήσια. παρὰ δὲ τοῖς Ἀττικοῖς ἔστι τι μονοσύλλαβον ῥῆμα καὶ μονογράμματον, ἦ, σημαίνει δὲ δύο. τὸ μέν τι ταὐτὸ τῷ παῤ Ὁμήρῳ· χρῶνται γὰρ αὐτῷ παραπλησίως ἀντὶ τοῦ ἔφη κατὰ τοῦ τρίτου προσώπου· τὸ δέ τι ταὐτὸν τῷ ὑπῆρχον, ὃ ποιεῖ ἦν, ὅπερ ἐπιπολάζει νῦν. τῶν δὲ Ἀττι- κῶν οἱ μὲν ἀρχαῖοι μονογράμματον αὐτὸ προεφέροντο, οἱ δὲ νεώτεροι σὺν τῷ ν καθάπερ τῶν πρεσβυτέρων τινές. χρῆται δὲ τούτῳ ὁ ποιητὴς ποτὲ μὲν εἰς δύο συλλαβὰς διαιρῶν αὐτὸ καὶ δύο γράμματα βραχέα, οἷον ἐπὶ τοῦ Νέστορος, “εἰ τότε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκά- νει” (Il. δ, 321.) . καὶ “τοῖος ἔʼ ἐν πολέμῳ, ἔργον δέ μοι οὐ φίλον ἔσκεν, οὐδʼ οἰκωφελίη” (Od. ξ, 222.) · ποτὲ δὲ τὸ πρότερον ἐκτείνων γράμμα εἰς τὸ συγγενὲς τὸ η, οἷον “ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης (Od. μ, 368.) . ἐν γὰρ τούτοις ταὐτόν τι λέγει τῷ ἤμην. τὸ δὲ μονοσύλλαβον οὐχ εὑρίσκομεν παῤ αὐτῷ κατὰ τῆς δυνάμεως ταύτης, ἀλλὰ κατὰ τῆς ἑτέρας μόνης. τῶν δὲ Ἀττικῶν ἐστι παρὰ Κρατίνῳ ἐν Πυτίνῃ “γυνὴ δʼ ἐκείνου πρότερον ἦ, νῦν δʼ οὐ- κέτι.” καὶ παρὰ Σοφοκλεῖ ἐν τῇ Νιόβῃ “ἦ γὰρ φίλη ᾿γὼ τῶνδε τοῦ προφερτέρου.” καὶ ἐν Οἰδίποδι Τυράννῳ “ἦ δοῦλος οὐκ ὠνητὸς, ἀλλʼ οἴκοι τραφείς.” καὶ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ “οὐ μὴν γὰρ ἐγὼ ἔτι ἐν δυνάμει που ῥδίως.” E. καὶ αὐτῷ φάρει] οὐκ ἀποδυσάμενος οὐδὲ ζωσάμενος ἧκεν ἐπὶ τὸ δισκεῦσαι, ἵνα μὴ πυκτεύσας ἢ παλαίσας ἐχθρὸν ποιήσῃ τὸν ἡττη- θέντα. σεμνὸν δὲ καὶ τὸ μὴ ἀποθέσθαι τὴν οὐλὴν μηδὲ ἀπογυμνωθῆναι, καὶ τὸ ἐνεργῆσαι δὲ ἅμα αὐτῷ εἰπεῖν ἔκπληξιν διὰ τοῦ τάχους παρί- στησιν. T. καὶ σὺν αὐτῷ τῷ φάρει ἀναίξας ἔλαβε τὸν δίσκον. διὰ τὸ τοὺς ἄλλους ἀπεκδύεσθαι ὃ ἐφόρουν ἐπάνω ἱμάτιόν φησι, καὶ αὐτῷ φάρει, δεικνύων τὸ ἀνδρεῖον αὐτοῦ. B. σὺν τῷ ἱματίῳ, ὡς εἶχεν. V. τὰ μὲν ἄλλα ἀθλήματα ἄλλοι ἐτύγχανον ἠγωνισμένοι. καλῶς δὲ ὁ ποιητὴς τὸ τοῦ δίσκου τελευταῖον ἀπέλιπεν, ἵνα ἐπὶ τούτου τὴν ἐπι- στήμην δείξηται, ἐφʼ οὗ οὐδὲ ἓν πρόσωπον ὡρισμένην ἔχει τὴν ἔχθραν ὥσπερ πάλη καὶ πυγμή. εἰκὸς γὰρ ἦν ἐξ ἐκείνων τῶν ἀγωνισμάτων ἢ πλῆξαι ἢ πληγῆναι. H. Q. 187. πάχετον] κατὰ συγκοπὴν τοῦ παχύτερον καὶ μετάθεσιν τοῦ τ καὶ ρ. E. 188. ἢ οἵῳ Φαίηκες] παρὸ οἱ Φαίακες. διασαφητικὸς ὁ ἢ. B. Q. 189. περιστρέψας] ὅτι ὁ δίσκος ἐκ μέσου σχοῖνον εἶχεν. E. V. 190. βόμβησεν δὲ λίθος] ὁ δίσκος λίθος ἦν. καὶ Ἐρατοσθένης ἐν Ὀλυμπιονίκαις ἱστορεῖ, τὸν μὲν σόλον λέγων σιδηροῦν ἢ ξύλινον ἢ χαλκοῦν τετρημένον κατὰ τὸ μέσον καὶ ἔχοντα καλώδιον ἐξημμένον, οὗ ἐχόμενοι βάλλουσιν οἱ ἀγωνιζόμενοι. οὕτω καὶ ἐπὶ Πατρόκλῳ κέχρηται. διό φησιν “αὐτὰρ Πηλείδης θῆκεν σόλον, ὃν πρὶν μὲν ῥίπτασκε” (Il. ψ, 826.) . ὅθεν κατωμάδιον αὐτὸν λέγεσθαι “ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται (Il. ψ, 431.) . διὰ τοῦτο καὶ νῦν ἔφη “τόν ῥα περιστρέψας.” B. H. Q. T. τὸ δὲ ἑξῆς, ἤχησεν ὁ λίθος πρὸς τῇ γῇ, ὡς τοὺς Φαίακας καταπτῆξαι. δύναται δὲ καὶ ἔνευσαν πρὸς τὴν γῆν, ὅπερ οἱ ἐν καταπλήξει ποιοῦσιν. B. H. Q. V. 191. δολιχήρετμοι] μακραῖς κώπαις χρώμενοι. ἢ ὧν ἡ κωπηλα- σία νεανικὴ καὶ μέχρι ποταμοῦ διατείνουσα. E. Q. 192. σήματα] σημεῖα. τινὲς δὲ, βήματα. V. πολλοὶ γὰρ προ- εδίσκευσαν. σήματα δὲ τὰ πηγνύμενα τοῖς δίσκοις. T. 195. διακρίνειε] διαχωρίσειε. V. 196. ἀμφαφόων] ψηλαφῶν. H. οὔτι μεμιγμένον ἐστὶν ὁμίλῳ] οὐκ ἐν τῷ πλήθει τῶν σημείων, ἀλλὰ διʼ αὐτὸ ἢ τοῦ προὔχειν πολύ. T. 197. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον] θάρσει ἐπὶ τῷ ἄθλῳ. ἡ δὲ σύνταξις Ἀττική. Q. 198. τόν γʼ ἵξεται] τόδε γʼ ἵξεται Ἀρίσταρχος. M. 200. χαίρων οὕνεχʼ ἑταῖρον] ὅστις ἦν ἡ Ἀθηνᾶ ὁμοιωθεῖσά τινι τῶν φίλων Ὀδυσσέως, ὡς πολλάκις φαίνεται ἥκουσα εἰς βοήθειαν. B. 201. κουφότερον] ἀλαζονικώτερον, θρασύτερον, κομπηρότερον, ἐπῃρ- μένον, παρρησιαστικώτερον, θαρρῶν τῷ φίλῳ καὶ τῇ νίκῃ. B. E. Q. εὐθυμότερον. V. ταπεινότερον ἢ πραότερον· ἀποθέμενος γὰρ τῷ ἐπὶ τῷ ὀνείδει βάρει διὰ τῆς πράξεως ἐναργέστερος ἐγένετο· ἢ ἀλαζονι- κώτερος, θαρρῶν τῷ φίλῳ καὶ τῇ νίκῃ. T. 202. τοῦτον νῦν ἀφίκεσθε] τὸν τόπον καταλάβετε. ἢ ἀντὶ τοῦ, τοῦδε τοῦ δίσκου πρῶτον ἐφικέσθω τις. E. τὸν τόπον ἢ τὸν λίθον. V. τὸν ἆθλον, ἢ τὸν τόπον. T. τούτου πεῖραν ἐπιλάβετε. P. [204. τῶν δʼ ἄλλων ὅτινα: τὸ ὅτινα ποιητικὸν ἂν κεῖται μὲν ἀντὶ τοῦ ὅντινα, γίνεται δὲ ἀπὸ τοῦ τινά πλεονασμῷ τοῦ ο, καθ᾿ ὁμοιότητα τοῦ ὅτου καὶ ὅτῳ καὶ ὅτοισιν ἀντὶ τοῦ οἷστισι καὶ ὁτέοισι, καὶ ὅτι- νας ἀντὶ τοῦ οὕστινας, καὶ ὅτις ἀντὶ τοῦ ὅστις. οἷον “ὅτις σφέας εἰσαφίκηται” (Od. μ, 40.) ,καὶ “ἠδʼ ὅτις οὐκ ἀλέγει” (Od. π, 307.) . B]. 206. οὔτι μεγαίρω] οὐδὲν φθονῶ πάντων μου πειραθῆναι Φαιήκων· νῦν δὲ παρρησίᾳ χρῆται ὁ βουλόμενος μὴ εὐτελὴς φανῆναί τις καὶ εὐκαταφρόνητος· τοῦτο γὰρ αὐτῷ μόνον ἐφόδιον πρὸς σωτηρίαν, τὸ δόξαι φρόνιμον εἶναι τοῖς σπουδαίοις ἐπιτηδεύμασιν. T. 207. πλήν γʼ αὐτοῦ Λαοδάμαντος] εἰκότως τούτου ὑπεξῆλθε, διὰ τὸ τῆς φιλοξενίας ὄνομα. T. 209. οὐτιδανὸς] οὐκ ἀσθενὴς, ἀλλὰ τοιοῦτον ὅμοιος τῷ οὐδενί. T. 211. ἕο τʼ αὐτοῦ πάντα κολούει] τὰ ἑαυτοῦ πάντα σμικρύνει. E. πάντα τὰ ἑαυτῷ συμφέροντα ἀφανίζει καὶ ἐλαττοῖ. P. Q. V. κολο- βοῖ καὶ ἀποκόπτει. Q. κατασείει, κωλύει, ἐμποδίζει. V. 212. οὐδʼ ἀθερίζω] ἤτοι ἀποπέμπομαι. ἀπὸ τῶν ἀνθερίκων τῶν ἀσταχύων εἴρηται. ὥσπερ γὰρ ἐκεῖνοι τοῦ γεννηθέντος σίτου ἐν τῷ ἀστάχυι ἐκτὸς ἐκφύονται καὶ προΐασι πορρωτέρω, οὕτω πως καὶ ὁ πόρρω τινὸς ἀφιστάμενος ἀθερίζεσθαι τοῦ τοιούτου λέγεται. E. Q. ἀντὶ τοῦ οὐκ ἀποσκυβαλίζω· οἱ γὰρ λικμῶντες συνεκβάλλουσι τοὺς ἀθέρας. T. ἀποδοκιμάζω, ἀποβάλλω. P. V. γρ. οὐδʼ εὐθερίζω. H. 213. ἀλλʼ ἐθέλω ἴδμεν] τὸ ἴδμεν ἐπὶ ἀπαρεμφάτου σπανίως. B. 214. πάντα γὰρ οὐ κακός εἰμι] οὐ κακός εἰμι ἐν τοῖς ἄθλοις ἐκείνοις, ὅσοι ἄεθλοί εἰσιν ἐν τοῖς ἀνθρώποις. ἣ οὕτως, πανταχοῦ γὰρ τῶν ἄθλων οὐ κακός εἰμι ὅσοι ἆθλοι ὑπάρχουσιν ἐν ἀνθρώποις. B. εἰς πάντα γὰρ ἆθλα οὐ κακός εἰμι. ποῖα δὲ ἆθλα; ὅσα εἰσὶν ἐν τοῖς ἀνδράσιν. σημειωτέον δὲ ὅτι τῷ ἆθλα οὐδετέρῳ ἀρσενικὸν ἐπήγαγε τὸ ὅσσοι, πάλιν τὸ ποικίλον τῆς ποιητικῆς δεικνύων. H. Q. 215. εὗ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι] μεταχειρίζεσθαι. Q. προοικονομεῖ τὴν μνηστηροκτονίαν. Q. T. 219. οἶος δή με Φιλοκτήτης] ἀξιοπίστως ἑνὶ παραχωρήσας βε- βαίαν αὐτῷ τὴν κατὰ τῶν πολλῶν ὑπεροχὴν ἐποιήσατο. H. T. 220. δήμῳ ἐνὶ Τρώων] ἤδη τι τῶν ἑξῆς ὑποβάλλει, τίνων ἐστὶ καὶ ὁποίας στρατείας μετεσχηκώς. εἰκότως οὖν ἔμελλεν ἐπισπᾶσθαι πρὸς τὴν ἑαυτοῦ γνώμην τοὺς παρόντας. φαίνεται δὲ διὰ τούτων ὁ ποιητὴς εἰδὼς τὴν ἐκ τῆς Λήμνου ἀνακομιδὴν τοῦ Φιλοκτήτου. E. Q. T. τοξαζοίμεθα] εὐστόχως τοξεύοιμεν. Q. V. 222. σῖτον ἔδοντες] εἶπε τοῦτο διά τινα γένη, οἵτινες οὐκ ἤσθιον σῖτον. διὸ καὶ ἀκριδοφάγοι τινὲς καὶ ἰχθυοφάγοι ἐκαλοῦντο, ὡς καὶ τὸ Σκυθικὸν καὶ Μασσαγετικὸν κρεοφάγοι καλοῦνται. τινὲς γὰρ τῶν ἀκριδοφάγων ἰδόντες ἄρτον κόπρον εἶναι ἐνόμιζον. B. 223. ἐριζέμεν οὐκ ἐθελήσω] ἀντὶ τοῦ, οὐ δυνήσομαι, ὡς τὸ “οὐδʼ ἔθελε προρέειν (Il. φ, 360.) . Q. T. 224. οὔθʼ Ἡρακλῆϊ] ποιητικῶς ἐξέτεινε τὸ ι τοῦ Ἡρακλῆϊ, ὅτι εἰς μέρος λόγου λήγει καὶ κοινή ἐστιν. Q. συλληπτικῶς· οὐ γὰρ Ἡροκλῆς ἤρισε περὶ τοξικήν τινι, ὁ δὲ Εὔρυτος Ἀπόλλωνι ἤρισεν. διὸ καὶ ταχέως ἀπέθανε πρὸ τοῦ δέοντος καιροῦ. E. P. συλληπτικῶς— —τινί. ἢ ἐπεὶ ἔτρωσε θεοὺς, ὥς φησιν ὁ αὐτός “τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς παῖς Ἀμφιτρύωνος δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι βεβλήκει” (Il. ε, 392.) . ὁ δὲ Εὔρυτος Ἀπόλλωνι ἤρισεν, ὡς ἐν Ἰλιάδι φησὶν “οὔτ᾿ Εὐρύτῳ, ᾧ περὶ τόξον ἑκηβόλος οὐδʼ ἀπόνητο.” Q. θἰχαλιῆϊ] ἡ Οἰχαλία πόλις Θεσσαλίας. Q. V. 226. τῷ ῥα καὶ αἶψʼ ἔθανεν] διὸ ταχέως ἀπέθανε πρὸ τοῦ δέοντος καιροῦ· οὐ γὰρ ἵκετο γήραος οὐδόν (Od. ο, 246.) . ἢ μᾶλλον ὅτι ἤρισεν αἶψα ἀπέθανεν. Q. 229. δουρὶ δʼ ἀκοντίζω] κακῶς, φησὶν, ἑαυτὸν ἐπαινεῖ. οἱ μὲν γὰρ ἐπαινοῦντες ἑαυτοὺς οὐδὲ θεῷ ἂν παραχωρήσειαν. οὗτος δὲ τί φησιν; “οἶος δή με Φιλοκτήτης,” καὶ πάλιν “ἀνδράσι δὲ προτέροισιν” . . . . ὁ Δημόδοκος δὲ ᾖδεν . . . . T. 230. δέδοικα ποσὶν μή τίς με] ἐν οἷς πτοεῖται αὐτὸς ἡττηθῆναί φησιν ἑαυτὸν εὐδοκιμεῖν, ἐν οἷς δὲ αὐτοὶ πτοοῦνται ὡς ἀδόκιμοι, αὐ- τόν φησι μὴ ὑπερέχειν. E. πάλιν ὑπεσταλμένος τῷ λόγῳ, ἐπειδὴ ἐν τοῖς προκειμένοις ἐδόκει μεγαλαυχεῖσθαι. T. 232. κύμασιν ἐν πολλοῖς] εἰπὼν κύμασιν ἠνίξατο τὴν ναυαγίαν. προσθεὶς δὲ τὸ “ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα,” τὴν τῆς θεοχολωσίας ἐκάλυψε βλάβην. E. Q. T. 236. ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα] τὸ ἑξῆς οὕτως, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις, ἄγε δὴ νῦν ἐμέθεν ξυνίει ἔπος· ἵνʼ ᾖ ὁ ἀλλά ἀντὶ τοῦ δή. B. Q. ἀχάριστα] ἄνεν χάριτος, ὅ ἐστι σκαιῶς καὶ ἀηδῶς. οὐ γὰρ ἐπὶ λοιδορίᾳ τῶν παρόντων, ἀλλʼ ἐπὶ τῇ αὑτοῦ συστάσει τὸν λόγον ἐποιεῖτο, ὅπερ καὶ ὁ Ἀλκίνους ποιήσει. B. R. Q. 240. ἐπισταίη] εἰδείη. V. 241. ἀλλʼ ἄγε νῦν ἐμέθεν] ἀλλὰ νῦν ἐμοῦ, φησὶν ὁ Ἀλκίνοος, ἄκουσον, ὅπως καὶ ἄλλῳ τῶν ἡρώων ἐμὸν ἔπος εἴπῃς, ὅτε δαινύῃ καὶ εὐωχῇ, παρὰ τὰ σῖτα καὶ τὰς τροφὰς, ἐν τῇ σῇ ἀλόχῳ καὶ τοῖς παισὶ καὶ τοῖς γονεῦσι, μεμνημένος τότε ὅτε ταῦτα ποιεῖς εἰς τὴν σὴν ἀπελθὼν πατρίδα καὶ τῆς ἡμῶν ἀρετῆς, οἷα καὶ ἡμῖν ὁ Ζεὺς ἔργα παρεσκεύασεν ἔχειν χρηστά. E. Q. ὄφρα καὶ ἄλλῳ] γρ. καὶ ἄλλοις. P. 245. ἐξ ἔτι πατρῶν] διὰ τί μὴ πάτρων; αἱ γὰρ συγκοπαὶ ἀναβι- βάζουσι τοὺς τόνους, ὁμόπατρος, ὅπατρος. ἀλλὰ λέγομεν ὅτι χαρα- κτῆρι συνεξέδραμε τῷ χηνῶν, μηνῶν, πάτρες πατρῶν. E. Q. 246. οὐ γὰρ πυγμάχοι] ἐλεγχθεὶς ἀρνεῖται λοιπὸν ἴσως εἰς τὸ μὴ παροξῦναι τὸν Ὀδυσσέα. P. Q. V. ποικίλως δὲ συνέταξε. καὶ γὰρ τὸ εἰμέν ἐν τῷ ἄριστοι ἀπὸ κοινοῦ λαμβάνεται. Q. οὐ γὰρ πυγμάχοι εἰμὲν] ἐφύσαμεν. οὐκ ἤδη τὴν δύναμιν Ἀλκί- νοος ἐσεμνύνετο περὶ τῶν ἰδίων πολιτῶν, ὁπότε δὲ ἔγνω ἐλάττονας πεφηνέναι τοὺς Φαίακας τοῦ Ὀδυσσέως, προσέθηκε τὸ “ἀμύμονες,” οὐχ ὑπερέχοντές ἐσμεν. T. 248. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη] τοῦτο παρακολουθεῖ τὴν ἐν τρυφῇ διάγουσαν. ἐλεγχόμενοι γὰρ ὡς ἐπὶ μέγα ἀγαθὸν καταφεύγουσιν ἐπὶ τὴν τρυφὴν, τῶν ἄλλων ἐπιδεόμενοι. αἰνίττεται δὲ τὸν τῶν Φαιά. κων εἰρηνικὸν βίον. T. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη] τὸν εἰρηνικὸν βίον δηλοῖ διὰ τούτων τῶν Φαιάκων. Q. 249. εἵματα δʼ ἐξημοιβὰ] παρεξηλλαγμένα, ἐξ ἀμοιβῆς φορού- μενα, ἓν παρʼ ἓν ἀλλάσσοντες. B. E. Q. ἕτερα ἐξ ἑτέρων μεταβαλ- λόμενα ἐπὶ τῆς αὐτῆς ἡμέρας, ὅ ἐστι περιουσίας δεῖγμα καὶ εὐπα- θείας. T. ἄλλοτε ἄλλο ἀμειβόμενα καὶ ἀλλασσόμενα. V. 250. βητάρμονες] παρὰ τὸ ἐν ἁρμονίᾳ βαίνειν, ἤτοι ὀρχησταί. B. ὀρχησταὶ, ἀπὸ τοῦ βαίνειν ἁρμοδίως. V. 251. παίσατε] ἐντελῶς διὰ τὸ μέτρον, Ἀττικῶς δὲ ἀντὶ τοῦ παίξατε. Q. Ζηνόδοτος, παίσατον, εἶπεν, οὐ κακῶς. H. Q. παίξατε] γρ. παίσατε. E. παίσατε] πλήξατε, Ἀττικῶς χορεύσατε. V. 253. ὀρχηστυῖ] ὀρχήσει. V. 254. φόρμιγγα λίγειαν] λίγειαν λέγει τὴν φόρμιγγα, ὅτι καὶ μία τῶν Μουσῶν Λίγεια καλεῖται. B. 257. γλαφυρὴν] κοίλην, διὰ τὸ γεγλύφθαι. V. 258. αἰσυμνῆται δὲ κριτοὶ] προπερισπωμένως οἱ ἀγωνοθέται, οἱ βραβευταί. H. προστάται τοῦ ἀγῶνος, οἱ τὸ καθῆκον νέμοντες τοῖς ἀγῶσιν. T. οἱ πρὸς ἡμῶν λεγόμενοι βραβευταὶ καὶ ἀγωνοθέται ἤτοι ἐπίσκοποι τοῦ ἀγῶνος. καὶ γίνεται ἀπὸ τοῦ αἴσιον, ἤτοι τὸ καθῆκον, νέμειν τοῖς ἀγωνιζομένοις. Ἄλλως. αἰσυμνῆται οἱ ἀρχήν τινα ἔχον- τες. βασιλεῖς μὲν ἦσαν τῶν Φαιάκων ιβ΄, προστάται δὲ ἀγώνων οἱ λεγόμενοι αἰσυμνῆται θ΄. κριτοὶ δὲ ἐπίλεκτοι. καὶ αἰσυμνῆται δὲ λέ- γονται οἱ πρῶτοι κριταὶ καὶ ἀγωνοθέται, οἵτινες τὸ αἴσιον ἤτοι τὸ κατὰ μοῖραν καὶ καθῆκον τοῖς ἀγωνιζομένοις ἀπένεμον. B. E. Q. ἐννέα πάντες ἀνέσταν] οἱ μὲν τὸ πάντες κατὰ παρολκήν φασι κεῖσθαι, ὡς καὶ ἀλλαχοῦ τὸ “δέκα πάντα τάλαντα (Il. τ, 247.) ,καὶ τὸ “οἱ δʼ ἐννέα πάντες ἀνέσταν” (Il. η, 161.) . οἱ δὲ οὕτως, αἰσυμνῆται δὲ πάντες οἱ ἐγερθέντες ἐννέα ἦσαν. Ἄλλως. αἰσυμνῆ- ται δὲ ἐννέα πάντες. οἱ κρείττονες γὰρ τῶν ὅλων οὗτοι ἐτύγχανον. E. 259. δήμιοι] οἱ ἐκ τοῦ δήμου παντὸς ἐπίλεκτοι, οὐχὶ οἱ βασιλεῖς. ἐκεῖνοι μὲν ιβ΄ ἦσαν, οἱ δὲ αἰσυμνῆται θ΄. T. πρήσσεσκον] ἔπραττον. V. 260. λείηναν δὲ χορὸν] τοῦτο τόνῳ οὐ διαστέλλεται ὡς τὸ φόρος καὶ φορός καὶ τρόχος καὶ τροχός. H. τὸ χωρίον ἐν ᾧ ἔμελλον ὀρχεῖσθαι χορὸν ἐκάλεσεν, ὡς καὶ εὐρύχορον Λακεδαίμονα (Od. ν, 414.) . ἢ ὁμωνύμως ἐν ἔμελλεν ὁ χορὸς ἐφίστασθαι, ὡς καὶ Ἀθηναῖοι ἰχθὺν τὸν τόπον ὅπου πιπράσκεται ὁ ἰχθὺς, καὶ μύρα καὶ κρόμμυα. Μένα- δρος “ἀνάμεινόν με πρὸς τοὔλαιον.” B. E. τόπον οἶμαι διὰ τὸ σχῆ- μα· σφαιρικὸν γάρ. E. λείηναν δὲ] οὐ ταῖς ἑαυτῶν χερσὶν, ἀλλὰ προέτευξαν τοῖς ἄλλοις. χορὸν δὲ τὸν λεῖον τόπον, ἐν ᾧ ἔμελλον ὀρχεῖσθαι. T. εὔρυναν ἀγῶνα] τὸ ἄθροισμα ἀνέτειλαν πρὸς τὸ τοῦ τόπου διά- στημα. πρὸς ᾠδὴν δὲ καὶ λύραν τὴν ὄρχησιν ἐποιοῦντο, οὐ μὴν πρὸς αὐλόν. ἦν δέ τις ῥυθμοῦ ὁμίλησις ἐναρμονίου ὑπὸ τῆς λέξεως. ἄτο- πον γὰρ μιμεῖσθαι μοιχείαν. T. εὔρυον] γρ. εὔρυναν. P. ἐπλάτυνον. Gl. P. 264. πέπληγον] οὕτως εἶπε τὴν ἐπικρότησιν ἐκ τῶν ποδῶν ὑπὸ τῶν ὀρχουμένων. T. 265. μαρμαρνγὰς] ἐλλάμψεις. ἐν γὰρ τῇ παραλλάξει τῶν ποδῶν κατὰ τὴν ὄρχησιν ἢ κατʼ ἄλλην τινὰ τούτων κίνησιν ὥσπερ στιλπνό- της ἐξ αὐτῶν ἀποπέμπεται. B. Q. Ἄλλως. τὰς συντόνους τῶν πο- δῶν κινήσεις. ἐν γὰρ ταῖς ὀξείαις τῶν ποδῶν κινήσεσιν ἀπόστιλψις ἢ λαμπηδών τις γίνεται. B. P. Q. V. τὰς ἀποστίλψεις. δηλοῖ δὲ τὰς ὀξείας κινήσεις. ἴσως δὲ ἀπὸ τῆς λευκότητος τῶν ποδῶν· τρυφεροὺς γὰρ ὑφίσταται τοὺς Φαίακας. T. 266. ἀνεβάλλετο] ἀνεκρούετο, προοιμιάζετο. Q. V. 267. ἀμφʼ Ἄρεως φιλότητος] περὶ κοινωνίας Ἄρεος καὶ Ἀφροδί- της μακρόθεν παιδεύει αὐτοὺς μὴ ἀσελγαίνειν, ὡς καὶ θεῶν διὰ ταῦτα ἀσχημονούντων. P. V. οὐκ ἀτόπως ἐπὶ ἡδυπαθῶν ᾄδει ταῦτα ὁ κιθαρῳδὸς, δἰ ὧν ἥδονται σωφρονίζων αὐτούς. δέσμιον γὰρ εἰσάγει τὸν μοιχὸν, καὶ τοὺς θεοὺς λέγοντας “οὐκ ἀρετᾷ κακὰ ἔργα.” ὁ δὲ Ὀδυσσεὺς τί φησιν; “ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον” (492.) . ὡς δέον τὸν Δη- μόδοκον αὐτοῖς μὴ μοιχείαν γενομένην ἐν θεοῖς ᾄδειν, ἀλλὰ πράξεις εἰς ὠφέλειαν καὶ ἔπαινον φερούσας. ἡ μὲν οὖν κατηγορία πρόδηλος διότι περὶ θεῶν οὐκ ἔδει τοιαῦτα δεδηλωκέναι. ἀλλʼ οὐχ Ὁμήρου τὸ ἔγκλημα. ἄνωθεν γὰρ τοῖς ἀρχαιοτάτοις παραδέδοται καὶ κατασκευ- άσμασι καὶ τελεταῖς ταῖς παλαιοτάταις καὶ Ἑλληνικαῖς καὶ βαρ- βαρικαῖς. ὅτι δὲ Ὅμηρος οὐχ ἥδεται τούτοις δῆλον ἐξ ὧν περιέθηκε τῇ Ἀθηνᾷ “ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι” (Od. α, 47.) . ὅλως δὲ Ὅμηρος οὐδὲ οἶδεν Ἥφαιστον Ἀφροδίτῃ συνοικεῖν, Χάριτι δὲ αὐτὸν συμβιοῦντα, Δημόδοκος δὲ τῇ ἰδίᾳ μυθοποιίᾳ. H. Q. T. ἐϋστεφάνου δʼ Ἀφροδίτης] καλὴν στεφάνην ἐχούσης. στεφάνη δὲ κόσμος γυναικεῖος. V. διὰ τὸ στεφανοῦσθαι ἐν κάλλει, ἤτοι τὸ πρῶ- τεῖον ἔχειν τῶν καλλίστων θεῶν. E. γυναῖκα τοῦ Ἡφαίστου τὴν Ἀφροδίτην φασὶ καθʼ ὃν λόγον καὶ τῶν Χαρίτων μίαν. ὡς γὰρ χάριν φαμὲν ἔχειν τὰ τεχνικὰ ἔργα, οὕ- τως καὶ ἀφροδίτην τινὰ αὐτοῖς ἐπιτρέχειν λέγομεν· εἰ μὴ πρὸς πα- ράστασιν τοῦ πολὺ τὸ πυρῶδες εἶναι ἐν ταῖς πρὸς τὰς μίξεις ὁρμαῖς πέπλασται τοῦτο· δεδεκέναι δὲ τὸν Ἄρην μοιχεύοντα αὐτοῦ τὴν γυ- ναῖκα, ἐπειδὴ τῇ τοῦ πυρὸς δυνάμει ὁ σίδηρος καὶ ὁ χαλκὸς δαμάζε- ται. τὸ δὲ τῆς μοιχείας πλάσμα παρίστησιν ὅτι οὐ πάνυ μὲν πέφυκε κατάλληλον τὸ μάχιμον καὶ βίαιον τῷ ἱλαρῷ καὶ μειλιχίῳ οὐδὲ κατὰ τὸν φυσικὸν αὐτῷ νόμον ἐπιπλέκεται, ἀντιποιούμενον δέ πως τῆς μί- ξεως αὐτοῦ καλὸν καὶ γενναῖον γέννημα τὴν ἐξ ἀμφοῖν Ἁρμονίαν ἀποτελεῖ. E. ἡ Ἀφροδίτη εἰς πολλὰ λαμβάνεται, μετὰ πάντων γοῦν καὶ ἐπὶ κάλλους. συμμίγνυται δὲ τῷ Ἡφαίστῳ τῷ πυρὶ καὶ τῷ Ἄρει τῷ σιδήρῳ· τὰ γὰρ ἐξ αὐτῶν γινόμενα ἔργα διὰ τῆς Ἀφροδίτης ἤτοι τοῦ κάλλους ώράϊσται. κατεργάζεται δὲ ὁ Ἄρης ἤτοι ὁ σίδηρος ὑπὸ τοῦ πυρός. ὁ δὲ Ποσειδῶν ἤτοι τὸ ὕδωρ στομοῖ αὐτὸν, δηλονότι τὸν σίδη- ρον, μετὰ τὴν ὑπὸ τοῦ πυρός κατασκευὴν καὶ πεπυρακτωμένον ὑπὸ τοῦ Ἠφαίστου κατασβέννυσι, τὸ φλογῶδες καταπαῦον. E. τὰ Σικελικὰ δόγματα καὶ τὴν Ἐμπεδόκλειον γνώμην ἔοικεν ἀπὸ τούτων βεβαιοῦν. Ἄρήν μὲν ὀνομάζει τὸ νεῖκος, τὴν δʼ Ἀφροδίτην φιλίαν. τούτους οὖν διεστηκότας ἐν ἀρχῇ παρεισήγαγεν Ὅμηρος ἐκ τῆς πάλαι φιλονεικίας εἰς ὁμόνοιαν μίαν κιρναμένους. ὅθεν εὐλόγως ἐξ ἀμφοῖν Ἁρμονία γεγένηται, τοῦ παντὸς ἀσαλεύτως καὶ κατʼ ἐμ- μέλειαν ἁρμοσθέντος. γελᾶν δʼ ἐπὶ τούτοις εἰκὸς ἦν καὶ συνήδεσθαι τοὺς θεοὺς, ἅτε δὴ τῶν ἰδίων χαρίτων οὐκ ἐπιφοραῖς διισταμένων, ἀλλʼ ὁμονοοῦσαν εἰρήνην ἀγόντων. E. 268. ὡς τὰ πρῶτα] ἡ σύνταξις, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαί- στοιο ἄνακτος, ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν, ἵνʼ ᾖ κατʼ ἐπανάλη- ψιν. H. Q. 269. λάθρη] ὁρᾷς γὰρ ὅτι οὐκ ἀποδέχεται τὰς τοιαύτας τῶν πράξεων οὐδὲ τοιούτοις ἥδετο λόγοις, ὥστε καὶ δαπάνην αἰτιᾶται χρημάτων καὶ αἰσχύνην ἐπικαλεῖ. T. πολλὰ δʼ ἔδωκε] ὁ Ἄρης μοιχάγρια δέδωκε πολλά. B. 270. ἄγγελος ἦλθεν] παιδεύει ὡς διδάσκων ὅτι κἂν τοὺς πολλοὺς λανθάνῃ τις ἁμαρτὼν, τὸν γοῦν πάντʼ ἐφορῶντα Ἥλιον οὐ λανθά- νει. Τ. 271. ἥλιος, ὅ σφʼ ἐνόησε] παιδευτικὸν τῷ ὄντι, ὅτι κἂν τοὺς ἄλ- λους λανθάνῃ ἁμαρτάνων, τὸν πάντα ἐφορῶντα, θεὸν οὐκ ἂν λάθοι. καίτοι εὐθὺς ἅμα τῇ πρώτῃ συνόδῳ καταφώρους γενέσθαι λέγει αὐ- τοὺς “ὡς τὰ πρῶτα μίγησαν.” H. Q. ἅπαξ δὲ εἴρηται ἥλιος· ἠέλιος γὰρ ἀεί φησιν Ἰακῶς τὸ η εἰς ηε. H. ἐνταῦθα τρισυλλάβως λέγει τὸν θεόν. P. V. 272. θυμαλγέα μῦθον] ταῦτα πλάττει ὁ ποιητὴς διὰ τοὺς οὕτω φιληδοῦντας ἀκούειν Φαίακας. εὑρὼν γὰρ τρυφῶντα πρόσωπα ἐν τῇ τῶν Φαιάκων γελᾷ καὶ αὐτὸς ἐνταῦθα εἰς ἀστεισμὸν ἐλθών. B. λόγον ἀλγητικὸν ψυχῆς, οἷον εἰς κακὸν ἄγων τὴν ψυχήν. T. 273. κακὰ φρεσὶ βυσσοδομεύων] ἐν τῷ βάθει τῶν φρενῶν αὐτοῦ κρύπτων. E. κατὰ βάθος τῆς διανοίας βουλευόμενος. βυσσὸς λέ- γεται ὁ βυθὸς καὶ δέμω τὸ κατασκευάζω. P. 274. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ] τῷ ὀρύγματι ἐν ᾧ ὁ ἄκμων τίθεται. P. V. ἐν τῷ κορμῷ τὸν βαρὺν σίδηρον. B. εἰς τὸ χαλκοτυπεῖον. οὐκ οἶδε δὲ ὁ ποιητὴς τὸν Ἥφαιστον ἐργαζόμενον ἢ ἐν Λιπάρᾳ τῆς Σικελίας τῶν Αἰολίδων νήσων, ἢ ἐν Λήμνῳ, ἀλλʼ ἐν Ὀλύμπῳ. καὶ γὰρ καὶ τὴν ἀσπιδοποιΐαν ἐκεῖ λέγει γεγενῆσθαι. Q. 278. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα] τοῖς κλινοποδίοις. ἑρμὶς ὁ τῆς κλίνης πούς. χέε δὲ ἀντὶ τοῦ ἐπέχεεν, ἐπέβαλε. τὸ δὲ δέσματα ἀπὸ τοῦ δεσμοῦ, ὡς τὸ ὄνειρον τὰ ὀνείρατα, κατʼ ἐπέκτασιν. B. Q. ἑρμῖσι] τοῖς ποσὶ τῆς κλίνης. ἔρμα γὰρ ὥσπερ εἰσὶ τῆς κλίνης παρὰ τὸ ἐνείρεσθαι. V. κραβατοποδίοις. P. 279. πολλὰ δὲ καὶ καθύπερθε] πολλὰ δὲ καὶ ἄνωθεν ἐκ τῆς ὀρο- φῆς ἐξήρτηντο, ἵνα δίκην παγίδος ἐμπέσοι αὐτοῖς. B. E. Q. τὸ δὲ ἀλληγορικὸν ὅτι ἀπανταχοῦ ἐν τῷ κόσμῳ τὸ τοῦ ἡλίου καὶ τοῦ πυρὸς θερμὸν διασκίδναται. E. Q. 280. ἠΰτ’ ἀράχνια—ἴδοιτο] λύσις τοῦ ἀντιπίπτοντος. E. δαι- μονίως λύει τὸ δοκοῦν ἀπίθανον, πῶς οὐχ ἑώρων θεοὶ ὄντες τοὺς δεσμοὺς, ἐλάνθανον δέ. H. Q. μελαθρόφιν] ὑπεράνω τοῦ μελάθρου. μέλαθρον δὲ κυρίως τὸ μέσον τῆς στέγης ξύλον τὸ ὕπατον καλούμενον ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ πυρός. θέλει οὖν λέγειν, παντὶ τῷ οἴκῳ περιέβαλε τοὺς δεσ- μούς. T. 283. εἴσατʼ ἴμεν] προσεποιήσατο, ὣρμησεν ἀπιέναι. Q. ἔδοξε πορευθῆναι ὡς εἰς Λῆμνον. T. 284. ἐς Λῆμνον] ἔδει γὰρ τὴν Λῆμνον ὑδατώδη οὖσαν ὑπὸ τοῦ Ἡφαίστου ποθεῖσθαι, ἄτε τῶν κατασκευαζομένων αὐτῷ διὰ πυρὸς καὶ ὕδατος ὀφειλόντων κατασκευάζεσθαι. Q. πολὺ φιλτάτη ἐστὶν ἁπασέων] ἐκεῖσε γὰρ ἀνίενται γηγενοῦς πυ- ρὸς αὐτόματοι φλόγες. E. ἔσκεν ἁπασέων] γράφεται, ἔπλετο πασέων. H. P. Q. 285. οὐδʼ ἀλαοσκοπίην] οὐ τυφλὸς ἦν, κατὰ τὴν κοινὴν παροι- μίαν, ὁ τυφλὸς ἐσκόπησεν. τὸ δὲ “χρυσήνιος Ἄρης” ὁ καλὰς ἡνίας ἔχων, διὸ καὶ δασέως προενεκτέον· ἱππικὸν γὰρ καὶ ἐν Ἰλιάδι τὸν θεὸν εἰσάγει. ἀλλὰ καὶ ἡ Ἄρτεμις χρνσήνιος (Il. ζ, 205), ὡς καὶ αὐτὴ ἐφʼ ἅρματος ὀχουμένη. T. τύφλωσιν. οὐδὲ εἶχε μάταιον σκοπὸν, ὅ ἐστιν, οὐκ ἔλαθεν αὐτόν. E. οὐ τυφλὴν εἶχε κατασκοπὴν, ἅλ᾿ ὀξεῖαν δηλονότι. Q. ματαίαν κατάσκεψιν. P. χρυσήνιος Ἄρης] ἡ γὰρ τοῦ θυαοῦ ἀποχὴ κρείττων καὶ χρυσοῦ. E. δασύνεται τὸ χρυσήνιος. H. 288. ἰσχανόων] πάνυ ἐπισχόμενος τῆς ἐπιθυμίας. T. ἐϋστεφάνου Κυθερείης] γρ. Ἀφροδίτης. P. Κυθερείης] ἐπεὶ Κυθήροις προσηνέχθη. Κύθηρα δὲ νῆσος τῆς Λακωνικῆς. V. Κυθέρεια ἐτυμολογεῖται ἢ ἀπὸ τοῦ κύειν, ὃ δὴ συμβαίνει παρὰ τὴν συνουσίαν, τῆς ἐν τῷ θέρεσθαι κυούσης, ἢ ἀπὸ τοῦ κεύθειν τὸν ἔρωτα. ἢ Κυθέρεια λέγεται ἀπὸ Κυθερείας χώρας. B. E. Κυθέρεια λέγεται οὐχ ὅτι “προσέκυρσε Κυθήροις·” ἀλλὰ Κυ- θέρεια, τουτέστιν ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν πάσης ἐρωτικῆς φιλίας ἐξηρτημένον ἱμάντα, οἷον τὸν ἔρωτα, ὃν πᾶσι τοῖς νέοις ἐφίησι. διὰ γὰρ τοῦ κεστοῦ ταῦτα παρέπεται, “ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς, ἥτʼ ἔκλεψε νόον πύκα περ φρονεόντων” (Il. ξ, 216.) . καὶ διὰ τί τὰ ἐρωτικὰ ἐν ἱμάντι φησὶ κατεστίχθαι; Σάτυ- ρος μὲν οὖν φησιν, ἐπεὶ πληγῶν ἄξια δρῶσιν οἱ ἐρῶντες. Ἀπίων δὲ, ἐπεὶ δεσμοῖς ἐοίκασι καὶ βρόχοις οἱ ἔρωτες καὶ τὰ τῶν ἐρώντων πάθη. Ἀρίσταρχος δὲ, ὅτι ἄχρι τοῦ δέρματος διικνεῖται τὰ ἐρωτικὰ πάθη τήκοντα τοὺς ἐρῶντας καὶ ἀποξύοντα διὰ τῆς στύψεως τὰ μέλη. H. Q. 290. ἐρχομένη] ἐλθοῦσα. Gl. P. ἀντὶ τοῦ ἀορίστου. τὸ γὰρ ἐρχομένη ἐνεστῶτος καὶ παρατατικοῦ. P. 291. φῦ χειρὶ] ἀντὶ τοῦ προσεπέλασεν αὐτῇ, καὶ προσήγγισε τῇ χειρί. ἀπὸ τοῦ φύω. Ms. Barnes. 292. δεῦρο, γύναι] γρ. φίλη. P. τραπείομεν] ἀντὶ τοῦ τερφθῶμεν. H. εὐνηθέντες] κοιμηθέντες. V. 294. μετὰ Σίντιας ἀγριοφώνους] Θρᾳκῶν γένος οἱ Σίντιες τῶν ἐποικησάντων ποτὲ τὴν Λῆμνον. “ἀγριοφώνους” δὲ βαρβάρους. τὸ γὰρ ἄγριον ἐπὶ βαρβαρικῆς τίθησι προαιρέσεως. T. παρὰ τὸ σί- νεσθαι καὶ βλάπτειν, πειρατὰς ὄντας. ἢ ὅτι δοκοῦσιν αὐτοὶ πρῶτον ἐπινενοηκέναι τὰ πρὸς πόλεμον ὅπλα. E. Ἄλλως. Σίντιες ἐκαλοῦντο οἱ Λήμνιοι, ὡς Ἑλλάνικος ἱστορεῖ ἐν τῷ περὶ Χίου κτίσεως τὸν τρόπον τοιοῦτον. ἐκ τῆς Τενέδου ᾤχοντο εἰς τὸν Μέλανα, κόλπον καὶ πρῶτον μὲν εἰς Λῆμνον ἀφίκοντο. ἦσαν δὲ αὐτόθι κατοικοῦντες Θρᾷκές τινες οὐ πολλοὶ ἄνθρωποι, ἐγεγόνεισαν δὲ μιξέλληνες. τούτους ἐκάλουν οἱ περίοικοι Σίντιας, ὅτι ἦσαν αὐ- τῶν δημιουργοί τινες πολεμιστήρια ὅπλα ἐργαζόμενοι. τούτοις συνῴ- κισαν ἑαυτοὺς ἀναμὶξ ὡς ἦλθον αὐτόθι, καὶ κατέλιπον ναῦς πέντε. E. Q. Ἑλλάνικος οὖν φησι μιξέλληνας εἶναι καὶ πολεμικῶν ὅπλων τεχνίτας. καὶ Ἀνακρέων δὲ ὡς πολεμικῶν μέμνηται. “τί μοι” φησὶ “τῶν ἀγκυλοτόξων, ὦ φίλε, Κιμμερίων Σιντιέων τε μέλει;” H. Q. 295. τῇ δʼ ἀσπαστὸν] οἰκείως ἐν τῇ τοῦ Ἄρεως ἐπιθυμίᾳ καὶ τὸ κατὰ τὴν Ἀφροδίτην ὡς ἀγαπώσης μὲν τὸν Ἄρην, μισούσης δὲ τὸν Ἥφαιστον. T. 297. τεχνήεντες] τέχνη, τεχνητόν καὶ τεχνηέντως η, τεχνίτης δὲ καὶ τετεχνιτευμένος ι. H. πολύφρονος Ἡφαίστοιο] ποικίλου, πανούργου. Ἥφαιστος ἀπὸ τοῦ ἧφθαι ὠνόμασται. E. 299. φευκτὰ] φεύξιμα. V. φυκτὰ] λυτά. P. πέλοντο] Ῥιανὸς πέλοιτο γράφει. H. 300. ἀγχίμολον δέ σφʼ ἦλθε] ἐκ τοῦ σύνεγγυς. διδάσκει δὲ καὶ ἐκ τούτου τό χρήσιμον, πῶς δεῖ καὶ τὰς τοιαύτας τῶν πράξεων μετα- χειρίζεσθαι. μὴ μεμηνυμένης τῆς φθορᾶς, ἀλλʼ ὑπονοουμένης ὁ λόγος εἶχε διακωλύειν ἅπα . . . . τετολμημένης αὐτῆς κατα . . . . ἔδει τῆς φθορᾶς . . . . T. ἐκ τοῦ σύνεγγυς. μετʼ ὀλίγον. V. περίκλυτος ἀμφιγυιήεις] ἀμφιγυιήεις ὁ Ἥφαιστος λέγεται ὅτι καὶ ἀμφοτέρους εἶχε τοὺς πόδας χωλούς. οἱ δὲ ἀλληγορίᾳ τοῦτον λαμβάνοντες λέγουσιν Ἥφαιστον τὸ πῦρ. ἐπεὶ δὲ τοῦτο λέγεται χωλεύειν περὶ τὴν οἰκείαν ἐνέργειαν, ὅτε ἡ ὕλη ἡ καιομένη ἐπιλείψειεν, χωλεύειν τὸ πῦρ λέγεται. E. 307. ἔργʼ ἀγέλαστα] οὐκ εὐτελῆ, ὧν ἂν διὰ τὴν εὐτέλειμν κατα- φρονήσειέ τις. B. H. Q. γελαστὰ] γέλωτος ἄξια. V. γελαστὰ οὕτως ὀξυτόνως Ἀρί- σταρχος καὶ Ἡρωδιανός. H. ἴδησθε] ἴδωμαι ἦν, τὸ πληθυντικὸν ἰδώμεθα, ἴδησθε, ἴδωνται. H. 308. ὡς ἐμὲ χωλὸν] διὰ τὸ μὴ δύνασθαι προβαίνειν δίχα τινὸς ξυλώδους βακτηρίας, ἐπὶ τούτῳ ὠνόμασται χωλός. E. 310. ἀρτίπος] γρ. ἄλκιμος. P. 311. ἠπεδανὸς] ὥσπερ βαιόν ἠβαιόν. μύω τὸ ἐπικλίνω ἠμύω, οὕτω καὶ ἀπὸ τοῦ πέδον πεδανός καὶ ἠπεδανός. B. 312. ἀλλὰ τοκῆε δύω] Ἡσίοδος ἐκ μόνης τῆς Ἥρας γενέσθαι τὸν Ἥφαιστον. κἀκεῖνο δʼ ἱκανὸν “τόν τοι φίλος υἱὸς ἔτευξεν Ἥφαιστος” (Il. ξ, 166), εἰ μὴ ἄρα ἐπὶ Ἀφροδίτης λέγει τοκῆε δύω. T. γείνασθαι] τὸ γενέσθαι, διὰ τοῦ α. H. 315. οὐ μέν σφεας ἔτ᾿ ἔολπα] οὐκ ἐλπίζω αὐτοὺς, καίπερ πάνυ φιλοῦντας ἀλλήλους, καθεύδειν οὕτως οὐδʼ ἐκʼ ὀλίγον χρόνον. B. P. Q. 316. καὶ μάλα περ φιλέοντε] τὸ ὅλον, καίπερ καθʼ ὑπερβολὴν φιλοῦντες, οὐ δυνήσονται ὁμιλῆσαι ἀλλήλοις διὰ τοὺς δεσμοὺς, ἢ οὐκέτι ἐθελήσουσι φόβῳ τῶν δεσμῶν πάλιν συνελθεῖν. E. P. Q. V. 318. πατὴρ ἀποδώσει ἔεδνα] πατὴρ Ἀφροδίτης τῆς ἐμῆς γυναι- κὸς ἀποδώσει τὰς προῖκας. Q. τί γὰρ δέονται χρημάτων οἱ θεοὶ, ἵνα καὶ οὗτος τὰ ἔεδνα ἀπαιτῇ. τὸ ὅλον οὖν κατὰ τοὺς ἀνθρωπίνους λόγους ἔγκειται. T. 319. ἐγγυάλιξα] ἔδωκα. λέγεται ἀπὸ τῶν γυίων, τουτέστιν ἀπὸ τῶν χειρῶν· ἐν αὐταῖς γὰρ δίδομεν καὶ λαμβάνομεν. T. 320. οὐκ ἐχέθυμος] οὐκ ἔχουσα θυμὸν ὃν δεῖ, ἢ οὐ κρατοῦσα τὴν ἐπιθυμίαν, οἷον ἄκρατος καὶ ἀκόλαστος. T. καλὴ μέν ἐστιν, ἀλλ᾿ οὐ κρατοῦσα ὀρέξεως καὶ ἐπιθυμίας. B. οὐ σώφρων ἤτοι οὐ κρατοῦσα τῆς ἐπιθυμίας, οὐ λογισμὸν ἔχουσα. E. P. Q. 322. ἦλθ’ ἐριούνης] ἐριούνιον λέγει τὸν Ἑρμῆν ἀπὸ τοῦ ἐρῶ τὸ λέγω. αὐτὸς γάρ ἐστιν ὁ τοῦ λόγου ἔφορος. ἢ μεγαλωφελὴς, ἐκ τοῦ ἐρι ἐπιτατικοῦ καὶ τοῦ ὄνησις ἡ ὠφέλεια. E. Q. 323. ἑκάεργος] ὁ μακρόθεν ἐργαζόμενος· αἰνίττεται δὲ τὸν ἥλιον, ὃς τὰς ἀκτῖνας αὐτοῦ πόρρωθεν ἵησιν. H. 325. ἑάων] ἑὸν τὸ ἀγαθὸν δασύνεται, ἀφʼ οὗ καὶ θεός· ἐὸν τὸ ἴδιον ψιλοῦται, ἀφʼ οὗ καὶ τεόν. B. 326. ἄσβεστος δʼ ἄρʼ] ἀκατάπαυστος, μεταφορικῶς ἀπὸ ἀψύχων εἰς ἔμψυχα· ἀπὸ γὰρ τοῦ πυρὸς εἰς γέλωτα μετενήνεκται. E. Q. V. 327. τέχνας εἰσορόωσι] τοὺς δόλους. “πολύφρονος” δὲ οὐκ ἀπὸ τῆς φρονήσεως, ἀλλʼ οἷον πολυφρόντιδος, τουτέστι πεφροντισμένου κατὰ τὴν τέχνην. T. Ἡφαίστοιο] ἐκ τοῦ ἅπτω ἅψαιστος καὶ ἥψαιστος καὶ τροπῇ τοῦ ψ εἰς φ Ἥφαιστος. B. 329. οὐκ ἀρετᾷ κακὰ ἔργα] οὐχὶ τῇ ἀρετῇ θεραπεύουσι τὰ κακὰ ἔργα. P. οὐκ ἐν ἀρετῇ τὰ κακὰ ἔργα, ἢ οὐκ ἀρετὴν ἔχει ἡ κακοερ- γία. B. οὐκ ἐνάρετα ποιοῦσι τὸν αὐτὰ ἔχοντα, οὐκ ἀρετὴν καὶ εὐδαιμονίαν ἐμποιοῦσί τινι. ἰδοὺ γὰρ ὁ βραδὺς Ἥφαιστος ἐνίκησε καὶ κατέλαβε τὸν ταχὺν Ἀρήν καὶ μὴ ἐνάρετον. E. Ἄλλως. οὐκ ἀρετὴν καὶ εὐσθένειαν ἔχει τὰ κακὰ ἔργα. ἔστι δὲ καὶ ῥῆμα συζυ- γίας δευτέρας τῶν περισπωμένων, ὡς ἀπατᾷς· ἀρετάω ἀρετῶ, τὸ δεύτερον ἀρετάεις ἀρετᾷς, τὸ τρίτον ἀρετάει ἀρετᾷ. σημαίνει δὲ τὸ δοξάζει καὶ αὔξει. οἶδε δὲ αὐτὸ καὶ πληθυντικῶς “ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.” (Od. τ, 114.) . ἀπὸ ἑτέρας δὲ ἀρχῆς ἡ ἑξῆς γνώμη. E. Q. οὐκ εἰς ἀρετὴν οὐδὲ εἰς εὐδαιμονίαν ἐπισπᾶται τὰ μοχθηρὰ τῶν ἔργων, ἢ ὅτι οὐκ ἀρετᾶται τὰ κακὰ, οἷον οὐκ ἀρετῆς μεταλαμ- βάνει· οὔτε γὰρ ἐπαινεῖται οὔτε δηλονότι εὐτυχοῦς τινὸς τυγχάνει τέλους. T. καὶ τίς οὐκ ἐπίσταται ὅτι ἡ κακία οὐκ ἔστιν ἀρετή; τὸ λεγόμενον οὖν τοιοῦτόν ἐστιν· εἰ δὴ οἱ ἀρετῇ λεγόμενοι κρείττω τῶν ἄλλων καλοῦσι τὰ οὐκ ἀρετὰ, οἷον οὐ κρατεῖ οὖν καὶ τὰ κακὰ ἔργα. σύμφωνον καὶ τὸ ἐπιφερόμενον “κιχάνει τοι βραδὺς ὠκύν.” Q. τοῦ Ἡφαίστου χωλοῦ ὄντος καὶ πέδας μηχανησαμένου κατὰ τοῦ Ἄρεος καὶ τῆς Ἀφροδίτης καὶ ταύταις κατασχόντος αὐτοὺς θαυμά- σειέ τις, φησὶν ὁ Ὅμηρος, καὶ εἴποι ὡς οὐκ εἰσὶν ἀρετὰ καὶ ἰσχυρο- ποιοῦντα τοὺς ἀσθενεῖς τὰ κακὰ ἔργα. ὠκὺν γὰρ δηλαδὴ τὸν ἀγαθὸν βραδὺς ὁ Ἥφαιστος καταλαμβάνει ἤτοι ζωγρεῖ. E. Q. τελεία στιγμὴ εἰς τὸ ἔργα. ὁ δὲ νοῦς, καταισχύνει τὰ κακὰ ἔργα, ἵνʼ ᾖ γνωμικόν. διὰ δὲ τοῦ “κιχάνει τοι βραδὺς ὠκύν” ἡ παρὰ πολλοῖς παροιμία ἐστὶν “καὶ χωλῶν δρόμος·” ὁ δὲ νοῦς καταλαμβάνει ὁ βραδὺς τὸν ὠκὺν, γνωμικῶς. Q. ἠθοποιία ἐστὶ καὶ παροιμία, “καὶ χωλῶν δρόμος.” E. 332. μοιχάγρια] τὰ ὑπὲρ ἀγρεύσεως, ὅ ἐστι συλλήψεως, μοιχῶν ἐκτινύμενα. ὁμοίως ζωάγρια, βοάγρια, ἀνδράγρια. B. ὡς τὰ ζωά- γρια. τὰ ὑπὲρ τῆς μοιχείας διδόμενα δῶρα, ἢ τὰ ὑπὲρ τῆς ἀγρεύ- σεως καὶ συλλήψεως τῶν μοιχῶν διδόμενα. E. Q. μοιχάγρια ἢ μοιχαλώσια, τὰ ὑπὲρ ἀγρεύσεως καὶ συλλήψεως τῶν μοιχῶν διδό- μένα, ἐκτινύμενα. P. 332. ὀφέλλει] πρὸς αὔξησιν. εἰ ἐπὶ τοῦ Ἡφαίστου, οὐ πρότερον ἀπολύσω αὐτὸν πρὶν ἀποδοῦναι ἡμῖν ὡς πλεῖστα, εἰ δʼ ἐπὶ τοῦ Ἄρεος, ὁ Ἄρης ἐπὶ τῇ μοιχείᾳ ἁλοὺς ταύτην ὤφληκε τὴν δίκην. ἐπιτιμᾷ δὲ αὐτοῖς ὁ Ζωΐλος, ἄτοπον εἶναι λέγων γελᾶν μὲν ἀκολάστως τοὺς θεοὺς ἐπὶ τοῖς τοιούτοις, τὸν δʼ Ἑρμῆν εὔχεσθαι ἐναντίον τοῦ πατρὸς καὶ τῶν ἄλλων θεῶν ὁρώντων δεδέσθαι σὺν τῇ Ἀφροδίτῃ. οὐκ εἰσὶ δὲ οἱ ποιητικοὶ θεοὶ φιλόσοφοι, ἀλλὰ παίζονται· ἀλλὰ καὶ τὸ κάλλος ἠθέλησε δηλῶσαι τῆς Ἀφροδίτης ὡς καὶ ἐν Ἰλιάδι ἐπαινοῦντες οἱ δημογέροντες (Il. γ, 146 sqq.) . T. 333—342. ἐν ἐνίοις ἀντιγράφοις οἱ δέκα στίχοι οὐ φέρονται διὰ τὸ ἀπρέπειαν ἐμφαίνειν. νεωτερικὸν γὰρ τὸ φρόνημα. H. 338. διάκτωρ] διάγων τὰς ἀγγελίας. V. 340. ἀπείρονες ἐντὸς ἔχοιεν] τὸ ἀπείρονες οὐ πρὸς ἐπίτασιν· ἤρκει γὰρ τὸ τρὶς τόσσοι· ἀλλʼ οἱ πανταχόθεν εἰλημμένοι, καὶ μήτε πέρας ἔχοντες μήτε ἀρχήν. E. Q. οἱ ἀπείρονες δεσμοὶ οὐ σημαίνουσι πλῆθος, ἀλλὰ τοὺς ἰσχυροὺς, οἵ εἰσιν ἔγκυκλοι καὶ κρικωτοί. πρὸς γὰρ τὴν ἐρώτησιν ἡ ἀπόκρισις ἔσται κατὰ λόγον τοῦ σημαινομένου οὕτως ἀποδοθέντος. εἴρετο μὲν γὰρ αὐτὸν εἰ θέλει δεσμοῖς κρατε- ροῖσι πιεσθεὶς εὕδειν παρὰ τῇ Ἀφροδίτῃ. ὁ δὲ ἀποκρίνεται, εἴη μοι πολλάκις τοσούτοις δεσμοῖς δεθέντα εὕδειν, ἴσον τῷ πολλαπλασίοις, καὶ ἐν τούτοις ἀπείροσιν, ἐν ταυτῷ λέγων τῷ ἰσχυροῖς. τοῦτο γὰρ αὐτὸς ἐπύθετο λέγων, “ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πι- εσθεὶς εὕδειν παρὰ χρυσῇ Ἀφροδίτῃ,” τὸ γοῦν ἰσχυρν δηλοῖ διὰ τῆς “ἀπείρονες” φωνῆς ἀναφέρων ἐπὶ τοὺς κρικωτοὺς καὶ ταύτῃ δυσλύ- τους. ὡς γὰρ ἀλλαχοῦ εἶπε πέδας ἀρρήκτους ἀλύτους (275.) ,οὕτως ἐνταῦθα τοὺς ἀπείρους δεσμοὺς τοὺς ἀλύτους διὰ τὸ ἐν κύκλῳ περιέ- χειν. εἰ γὰρ ἀπείρονες ἀκούοιμεν ὡς ἄπειροι πλήθει, ἄλογος ἔσται ἡ ἀπόφασις τρὶς τόσσους εἰπεῖν καὶ ἀπείρους. τὸ γὰρ τρὶς τόσον πολ- λαπλάσιόν ἐστι, τὸ δὲ καθʼ ὁποσονοῦν πολλαπλάσιον οὐκ ἄπειρον, ὥστε δεσμοί τε ἅμα εἶεν ἂν καὶ τὸ πλῆθος ἄπειροι. ὁ γὰρ δεσμὸς συνο- χὴν καὶ δέσιν ὑπαγορεύων τοῦ κατὰ πλῆθος ἀπείρου συγκεχώρισται. ὅλως τε ἡ ἐρώτησις οὐ περὶ πλήθους, ἀλλὰ περὶ δυνάμεως ἦν. εἰ γάρ βουληθείη δεσμοῖσι κρατεροῖσι πιεσθεὶς εὕδειν ἐρωτᾷ, οὐχὶ πολλοῖς. ἄλογον δὲ πρὸς τὸ πολλοῖς ὅπερ οὐκ ἐπύθετο ἀποκρίνεσθαι, πρὸς δὲ τὸ κρατεροῖς μηδὲν φάναι. λέγοι ἂν τρὶς μὲν τόσσους τοὺς πολλα- πλασίους, ἀπείρονας δὲ κραταιούς. ὥστε τὸ ἄπειρον καὶ ἐπὶ σχήμα- τος οὐ πεπερασμένον καθʼ Ὅμηρον τίθεται καὶ ἔστι τοῦ κυκλοτεροῦς ἴδιον καὶ σφαιροειδοῦς. H. Q. 341. ὁρόωντες] ὁρῶντες, βλέποντες. V. 344. οὐδὲ Ποσειδάωνα γέλως ἔχε] δια τί οὐκ ἐγέλα ὁ Ποσειδῶν; ἐπεὶ παρεκάλει οὐκ ἐγέλα· ὁ γὰρ παρακαλῶν οὐ γελᾷ. Ἄλλως. διὰ τί Ποσειδῶν οὐκ ἐγέλα; ἐπειδὴ ἀδελφὸς ἦν τοῦ Ἄρεος, οὐκ ἐνε- δέχετο γελᾶν ἐπὶ τῇ δεσμήσει τοῦ ἀδελφοῦ. E. ἔχε] γρ, ἕλε, νῦν κατέλαβεν. M. λίσσετο] ὡς πρεσβύτερος καὶ αἰδοῦς ἄξιος αὐτοῦ παρακαλεῖ. Q. ἐν τῷ τότε καιρῷ ἀπαύστως. ζητεῖ δὲ ὁ Ἀπολλόδωρος διὰ τί τῶν ἄλλων θεῶν οὐδεὶς ἀπῆν, οὔτε Δεῖμος οὔτε Φόβος, ἀλλʼ οὐδὲ Ζεὺς οὐδὲ Ἥρα. ῥητέον δὲ ὅτι Ἥρα μὲν καὶ Διώνη σὺν ταῖς ἄλλαις θεαῖς. T. 347. εἰς τὸ λῦσον ἡ στιγμή. H. 351. δειλαί τοι δειλῶν γε] ἀντὶ τοῦ, οὐκ ἀγαθαὶ τῶν φαύλων αἱ κατεγγυήσεις γίνεσθαι ἐγγυητικῶς. τουτέστιν, ἡ τοῦ κακοῦ ἀνθρώπου ἐγγύα οὐκ ἀγαθή ἐστι, καὶ μὴ ἐγγυῶ κακόν. E. ὅτι δειλαὶ καὶ δυστυχεῖς αἱ ἐγγύαι καὶ δειλῶν τὸ ἐγγυᾶσθαι. ἢ αἱ πρὸς τοὺς δει- λαίους καὶ ἀσθενεῖς γινόμεναι ἐγγύαι οὐδὲν δύνανται, τῶν ἀδικουμέ- νων ἐπεξελθεῖν μὴ δυναμένων διʼ ἀσθένειαν. ἢ οὕτως· αἱ ὑπὲρ τῶν κακῶν καὶ δειλῶν ἐγγύαι καὶ αὐταὶ κακαί εἰσι, τὴν πίστιν ὑπὲρ τῶν τοιούτων μηδενὸς τηρεῖν δυναμένου. παρὰ τοῦτο δὲ καὶ τὸ τοῦ σοφοῦ ἀπόφθεγμα, “ἐγγύη, πάρα δʼ ἄτα.” E. P. Q. V. Ἄλλως. τὰ τῶν κακῶν πράγματα οὐ μόνον αὐτὰ κακὰ, ἀλλὰ καὶ ἐγγύαι αὐτῶν κα- καί. τὸ γὰρ, καὶ ἐγγύαι, τὴν ἀναφορὰν ἔχει πρὸς τὰ πράγματα. Ἄλλως. ὀφείλουσιν αἱ ἐγγύαι τῶν ἀσθενῶν διὰ εὐσθενῶν γενέσθαι, ἵνα κατέχειν δύναιντο τὸν ἐγγυώμενον τοῦ ἐγγυηθέντος μὴ ἀποτίσαν- τος. E. Ἄλλως. αἱ τῶν δειλῶν ἐγγύαι ἤτοι τῶν κακῶν καὶ ἀτόπων δειλαὶ ἐγγυάασθαι. λεγόμεναι γὰρ οὐ πιστεύονται. E. Q. οὐ μόνον τὰ τῶν δειλῶν πράγματα κακὰ, ἀλλὰ καὶ αἱ ἐγγύαι κακαὶ, ὡς ὁ Πορφύριος. M. τὸ δὲ δειλαί τοι σημαίνει ἐκ πλήρους τὰ τῶν κακῶν πράγματα οὐ μόνον αὐτὰ κακὰ, ἀλλὰ καὶ ἐγγύαι αὐτῶν κακαί· τὸ γὰρ “ἐγγύαι” τὴν ἀναφορὰν ἔχει πρὸς τὰ πράγματα. T. δειλαὶ ἐγγύαι εἰσὶ καὶ δειλῶν τὸ ἐγγυᾶσθαι. καὶ τὸ ἐν Δελφοῖς ἐπίγραμμα “ἐγγύα, πάρα δʼ ἄτα.” σκληρὸν δὲ τοῦτο καὶ οὐκ ἀνθοώ- πινον τὸ πᾶσαν ἐγγύην ἀναιρεῖν, κἂν πατέρα τις ἐγγυήσασθαι βού- ληται. ὁ δὲ Ὅμηρος ἄλλῃ διανοίᾳ κέχρηται, ὅτι τῶν δειλῶν καὶ εὐ- τελῶν εὐτελεῖς ὀφείλουσιν εἶναι καὶ αἱ ἐγγύαι. ἀντὶ τοῦ μείζων εἶ, ὦ Πόσειδον, ἢ κατὰ τὸ ἀπαιτεῖσθαι παρʼ ἐμοῦ· ὡς δηλοῖ καὶ τὸ ἑξῆς, πῶς ἂν ἐγώ σε δέοιμι καὶ καταλάβοιμι; B. H. διὰ τούτου ἀπαγορεύει τὴν ἐγγύην παντελῶς. B. 352. πῶς ἂν ἐγώ σε δέοιμι] εὑρίσκοιμι, καταλαμβάνοιμι. “δήεις τόνγε σύεσσι” (ν, 407.) . V. ὁ δὲ Ἀρίσταρχος, πῶς ἂν εὐθύνοιμι, γράφει. οἱ δὲ ἐπὶ τοῦ δῆσαι. καὶ σὺ θρασὺς ὁρᾷς, φησὶν ὁ λόγος, ἀρνεῖται δὲ, οὐ δύναμαί σε δῆσαι. ὁ γὰρ ἐγγυώμενος ἐπὶ τοῖς αὐτοῖς γίνεται. εἰ γὰρ ὁ Ἄρης ἀποδράσας, φησὶν, οἴχεται φυγὼν, πῶς ἂν σὲ ἀντʼ ἐκείνου δήσαιμι ὄντα μου πολλοῦ γενναιότερον; ἤτοι διὰ τὴν αὐτοῦ ἀσθένειαν, ἢ διὰ τὴν αἰδῶ τὴν πρὸς ἐκεῖνον. H. M. Q. T. V. πῶς ἂν ἐγώ σε, φέριστε, μετʼ ἀθανάτοισι δέοιμι] ἐπιζητῶ εἰς τοὺς θεούς. ἢ δεσμήσαιμι καθὰ τὸν Ἄρην. E. 355. χρείως] χρείως, τὸ χρέως, τῷ χρέει. Ἀττικῶς δέ ἐστι τοῦτο. πλεονασμὸς δέ ἐστι τοῦ ι ἐν τῷ χρείως. Ἀρίσταρχος δὲ δεσμόν γράφει. Q. 361. Θρῄκηνδε] φιλοπόλεμοι μὲν οἱ Θρᾷκες καὶ ἀφωρισμένοι τῷ Ἄρει. B. 362. ἡ δʼ ἄρα Κύπρον] οὗτος ὁ στίχος ἐπλάνησε τὸν Ἡσίοδον εἰ- πεῖν Κυπρογένειαν τὴν Ἀφροδίτην. Cod. Vind. 56. 363. ἐς Πάφον] παρὰ Παφίοις οὐκ ἔστιν Ἀφροδίτης ἄγαλμα, τέμενος δὲ μόνον καὶ βωμός. ἐμπείρως οὖν Ὅμηρος εἰπὼν ἐς Πάφον ἐπάγει, ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις. E. T. πόλις Κύπρου. ἀπὸ γενικοῦ εἰς τὸ εἰδικόν. ὁ δέ ἀντὶ τοῦ γάρ, ἔνθα γάρ οἱ. H. 364. ἔνθα δέ μιν Χάριτες] παρθένοι καὶ οὐδέπω γεγάμηνται· οὐ γὰρ δὴ ὁ Ἥφαιστος δύο εἶχε γυναῖκας (Il. σ, 382). ἀλλʼ οὐδὲ γὶρ ὁ Ὕπνος ἤλασε τὴν Πασιθέαν· ἥρμοστο γὰρ παρὰ τῆς Ἥρας (Il. ξ, 267). καὶ δύο γενέσεις Χαρίτων, αἱ μὲν Εὐρυνόμης καὶ Διὸς, αἱ δὲ Ἥρας καὶ Διὸς ἔτι παρθένοι· δεῖ δὲ Ἀφροδίτῃ παρθένων. T. 365. ἐπενήνοθεν αἰὲν ἐόντας] γίνεται ἀπὸ τοῦ ἐνῶ ῥήματος τοῦ σημαίνοντος τὸ μιγνύω καὶ συνάγω. ὁ παρατατικὸς ἤνεον, καὶ μετὰ τῆς ἐπί καὶ ἐν ἐπενήνεον, ἀντὶ τοῦ ἐσώρευον. E. ἐπανθεῖ, ἐπιχρίει. H. ἐπικινεῖται, ἔπεστιν, ἐπανθεῖ. B. ἐπῆν, ἐπέκειτο. V. 369. δολιχήρετμοι] δολιχὰς ὁδοὺς διανύοντες καὶ μὴ κάμνοντες, ἢ δολιχῇ ἐρεσίᾳ κάμνοντες. T. 370. Ἅλιον προπαροξύτονον τῷ τόνῳ, μουνὰξ ὀξυτόνως. H. 372. τὸ ἑξῆς, “οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο, τὴν ἕτερος ῥίπτασκεν. H. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν] παλαιὸν τὸ ἔθος καὶ παρὰ Λακεδαιμο- νίοις δέ. εἰς τὰ σφαιρομαχία τεθέαμαι, φησὶν ὁ Πῖος. εἰκὸς δὲ καὶ τὴν Ναυσικάαν διὰ τοῦτο καὶ τῆς σφαίρας τῇ παιδιᾷ τέρπεσθαι. E. Q. 375. ἰδνωθεὶς ὀπίσω] ἀνακλιθεὶς ἑαυτὸν ὀπίσω ἀνέβαλλε τὴν σφαῖραν εἰς ὕψος. ἐλάμβανεν αὐτὴν ὁ ἕτερος ταῖς χερσὶ πρότερον ἐπὶ τὴν γῆν πεσεῖν καὶ πρὸ τῶν πολλῶν. T. 377. ἀνιθὺν] ἀνακινεῖν εὐθέτως. Q. ἔγκειται τὸ ἄνω καὶ τὸ ἰθύνειν, οἷον ἀνορμῶντες· ἥλλοντο γάρ. V. 379. ταρφέ᾿ ἀμειβομένω] πυκνῶς πλέκοντες εἰς ἀλλήλους ἐναλ- λασσόμενοι. V. ἐπελήκεον] ἐπεκρότουν, ἐπεψόφουν. T. 380. κόμπος] γρ. δοῦπος. P. 383. ἀπείλησας] ἐπηγγείλω. “οὐδʼ ἠπείλησεν ἄνακτι” (Il. ψ, 863.) . H. βητάρμονες] ὀρχησταὶ, οἱ διὰ τῶν ποδῶν ὀρχούμενοι, ἀπὸ τοῦ ἡρμοσμένως βαίνειν. V. θαυμάζοντος τοῦ Ὀδυσσέως τοὺς ὀρχηστὰς καὶ μαρτυροῦντος, “ἦ μὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους, ἦ δʼ ἄῤ ἑτοῖμα τέ- τυκτο,” ἐπάγει ὁ ποιητὴς, “γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,” ἐν- δεικνύμενος τὸν ἀγωνιῶντα καὶ φροντίζοντα μὴ πάλιν διαπέσῃ καὶ ἀλαζὼν εἶναι δόξῃ, ὥστε καὶ προάγεσθαι ἐπὶ τὸ ἐπαινεῖν τὸν μαρ- τυρήσαντα ἀλήθειαν αὐτῷ· “ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.” καὶ ἐπὶ τούτῳ δῶρα διδόναι προτρέπεται τοὺς παρόντας. λοι- πὸν δὲ ὄντων ἔτι ἀπράκτων ὧν ἀπηγγείλατο, τὸ τῆς ᾠδῆς καὶ τὸ τῆς ἐσθῆτος καὶ τὸ τῶν λουτρῶν τῶν θερμῶν· εἴρητο γὰρ “ἀεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε, εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνοί” (248.) · ἡ μὲν ἐπίδειξις τῆς ἐσθῆτος οὐ μόνον δἰ ὧν ἐνε- δύοντο μαρτυρεῖται, ἀλλὰ καὶ ἐξ ὧν δωρήσασθαι παρεκελεύετο. δώ- δεκα γὰρ, φησὶ, κατὰ δῆμον ἀριπρεπέες βασιλῆες, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός· τῶν οἱ φᾶρος ἕκαστος ἐϋπλυνὲς ἠδὲ χιτῶνα, καὶ χρυσοῖι τάλαντον ἐνείκατε. τῶν δὲ λουτρῶν ἡ ἐπίδειξις καὶ τῆς δαιτὸς ἐν οἷς φησιν “ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ, ὄφρα λο- εσσάμενός τε ἰδών τʼ εὖ κείμενα πάντα δῶρα δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων” (426–9.) . ὅθεν καὶ τούτοις πάλιν μαρτυρεῖ ὁ Ὀδυσσεὺς“ ἀσπασίως μὲν ἰδὼν θερμὰ λοετρά” (450.) · καὶ περὶ τοῦ ᾠδοῦ λέγων ὡς “καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ” (ι, 3.) . περὶ δὲ τῆς δαιτὸς “οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι” (ι, 5.) . E. H. Q. 384. ἑτοῖμα] οὕτως ὁ τόνος, οὐ προπαροξυτόνως. H. 385. γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο] κεχαρισμένην τοῖς ἀκού- ουσι τὴν μαρτυρίαν προφέρων εἰς χαρὰν ἐκίνησε τὸν Ἀλκίνοον. δῆ- λον δὲ ἐκ τῆς διαθέσεως ἧς ἔχει ἐπενεχθέντων αὐτῶν· δῶρα γὰρ δί- δωσι καὶ τοὺς ἄλλους συμβάλλειν προτρέπεται. Q. 390. δώδεκα γὰρ κατὰ δῆμον] δῆλον δὲ ἐκ τούτων ὅτι ἀριστο- κρατία τίς ἐστιν, ἐξέχει δὲ ἐν αὐτοῖς ὁ Ἀλκίνους δώδεκα ὄντων, ὡς ὁ ἑξῆς στίχος δηλοῖ. E. Q. ἐκ τούτου δῆλον ὅτι ἀριστοκρατία ἦν, ὁποία καὶ ἡ εἰς Ἴλιον ἐγένετο στρατεία· ἕκαστος μὲν γὰρ τῶν ἰδίων ἦρχεν, εἷς δὲ ὁ τὴν πάντων ἀρχὴν κεκτημένος. T. 393. ἐνείκατε] καὶ αὑτὸν συμπαραλαμβάνει· ἐπιφέρει γὰρ “αἶψα δὲ πάντα φέρωμεν.” καὶ ἡ Ἀρήτη “ἐν δʼ αὐτὴ φᾶρος θῆκεν” (441). τὸ δὲ τάλαντον χρυσοῦς εἶχε τρεῖς, ὡς καὶ Φιλήμων ὁ κωμικὸς “δύʼ εἰ λάβοι τάλαντα, χρυσοῦς ἓξ ἔχων ἀποίσεται.” T. 394. ἀολλέα] ὁμοῦ συναχθέντα, ἀθρόα. V. 396. Εὐρύαλος δέ ἑ αὐτὸν] ὁ τὸν Ὀδυσσέα ὀνειδίσας ὥς τινα πλω- τῆρα καὶ μὴ ὡς στρατιώτην τιμήσας. Q. Ἀρίσταρχος τὴν ἑ ἐγκλίνει καὶ Ἡρωδιανός. H. 403. ᾧ ἐπὶ κώπη ἀργυρέη] ἀναστροφὴ τῆς λέξεως, ἐν ᾧτινι ἄορι ἤτοι φασγάνῳ καὶ σπάθῃ ἀργυρέὴ κώπη ἦν. H. Q. 404. κουλεὸς] ἡ ξιφοθήκη. V. κολεὸν] γρ. κουλεός. H. 408. βέβακται] πεφλυάρηται. ἔνθεν καὶ βάβαξ, παρὰ τὸ βάζειν, ὁ κεκράκτης. E. V. εἴρηται παρὰ τὸ βάζειν. ἀμνηστείαν δὲ ἀξιοῖ τῶν πρότερον εἰρημένων γενέσθαι. T. [409. φέροιεν ἀναρπάξασαι ἄελλαι: ὅμοιον τούτῳ εἶπε καὶ ὁ ἅγιος Γρηγόριος ὁ θεολόγος ἐν τῷ κατὰ Ἰουλιανοῦ πρώτῳ στηλιτευτικῷ. ἔχει δʼ οὕτως· τοῦτο μὲν δὴ τὸ ἐμὸν θαῦμα. καὶ εἰ μὲν ψευδὲς, αὖραι φέροιεν, εἰ δʼ ἀληθὲς, πάλιν Βαλαὰμ προκηρύττει καὶ δαίμονες ὁμο- λογοῦσι τὸν Ἰησοῦν ἄκοντες καὶ ἐκ τῶν ἐναντίων, ἵνα μᾶλλον πιστωθῇ ἡ ἀλήθεια. E.] 413. καὶ σὺ φίλος] καὶ σὺ, φησὶν ὁ Ὀδυσσεὺς Ἀττικῶς. μὴ ἔτι γένοιτο τοῦ ξίφους ὅ μοι δέδωκας ποθὴ ἐπὶ τὸ ἔμπροσθεν ἤτοι ἐπιθυμία. Q. 415. ἀρεσσάμενος] φιλοφρονησάμενος. Q. 424. φέρε χηλὸν ἀριπρεπέ᾿] τὸ κιβώτιον, παρὰ τὸ ἐν αὐτῷ χέ- εσθαι τὰ ἐμβαλλόμενα. Q. 425. ἐν δʼ αὐτῇ] λείπει τὸ, ἵνα βάλλωμεν τὰ δῶρα τῶν Φαιάκων. καὶ αὐτὴ δὲ πρόσφερε τὸ φάρος καὶ τὸν χιτῶνα. τὸ γὰρ ποτήριον φιλοτιμίας ἕνεκα δίδωμι. B. Q. 426. ἀμφὶ δέ οἱ] ἕνεκα δὲ αὐτοῦ. B. ἰήνατε] εὐφράνατε, θερμάνατε. B. 430. ἄλεισον] τὸ ἔκπωμα τὸ τετορνευμένον. H. 434. τρίποδα] γρ. καὶ λέβητα. εἶχε δὲ ὁ λέβης τρίποδα. H. 443. θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον] ἐπίβαλε. δεσμοῖς γὰρ ἠσφαλί- ζοντο τὸ παλαιόν· νεωτέρων γὰρ Λακώνων ἡ κλείς. τὸ δὲ ἀφʼ ἑαυτοῦ ποιῆσαι τὸν Ὀδυσσέα ἐξασφαλιζόμενον ἀπρεπές. δοκεῖ γὰρ μὴ πι- στεύειν τοῖς συμπλέουσι. διὸ τῇ γυναικὶ τὰ περὶ τὴν ἀσφάλειαν τῆς χηλοῦ ἀπέδωκεν. B. Q. ἔκτεινον, οἷον ἐπὶ . . . “καθʼ ὁδὸν δη- λήσεται” (444). καθʼ ὁδὸν τουτέστι τὸν πλοῦν, δηλήσεται δὲ ἀντὶ τοῦ κακοποιήσει. T. 444. ὁππότʼ ἂν αὖτε εὕδῃσθα] τοῦτο συντελεῖ εἰς τὴν ἀπολογίαν τοῦ Ὀδυσσέως ὕπνου. ἔοικε γὰρ κατʼ ἰδίωμα ἀκολουθοῦν ταῖς ναυσὶ τῶν Φαιάκων κατακεκοιμῆσθαι καταπλέων εἰς τὴν πατρίδα. Q. 448. δέδαε φρεσὶ πότνια Κίρκη] ἐδίδαξεν, ἐπεὶ πρότερον οἱ ἑταῖ- ροι ἔλυσαν τὸν ἀσκόν. E. ἴσως ἐδίδαξεν αὐτὸν διὰ τὸ λῦσαι τοὺς ἑταίρους τὸν ἀσκὸν τοῦ Αἰόλου. H. πιθανῶς πάνυ ἐπὶ τὸν παρʼ Αἰόλου τῶν ἀνέμων ἀσκὸν, ὃν οἱ ἑταῖροι ἔλυσαν. παρὰ τῆς πολυτρο- πωτάτης ἔμαθεν ἰδέαν δεσμοῦ. οὐδέπω γὰρ ἔγνωστο ὁ δακτύλιος. T. 449. αὐτόδιον] ἐξ αὐτῆς ἐκείνης τῆς ὁδοῦ, οὐκ ἀλλαχοῦ που παρα- χωρηθέντα· ἢ αὐτοδίως, πρὶν ἀλλαχοῦ πορευθῆναι μετὰ τὸ δῆσαι τὸ κιβώτιον. E. παραχρῆμα, ἐξ αὐτῆς ὁδοῦ· ἢ αὐτοδίως, πρὶν ἀλλαχοῦ χωρισθῆναι ἀπὸ τοῦ δεσμοῦ τῆς κιβωτοῦ. B. Q. ἐπʼ αὐτῆς τῆς ὁδοῦ, πρὶν ἀλλαχοῦ που ἀπελθεῖν. T. 450. ἀσάμινθον] ἀσάμινθος λέγεται διὰ τὸ μινύθειν καὶ οἷον ἀφανίζειν τὴν ἄσην ἤτοι τὸν ῥύπον. τὸ δὲ ῥά παραπληρωματικὸς σύν- δεσμος. H. P. Q. 451. ἐπεὶ οὔτι κομιζόμενος] ἀντὶ τοῦ οὐδὲ ὅλως κομιζόμενος ἤτοι κομιδῆς καὶ ἐπιμελείας ἠξιωμένος, ὡς δῆλον ἐκ τοῦ ἐπιφερομένου “τόφρα δέ μοι κομιδή τε θεῷ ὡς ἔμπεδος εἴη.” B. H. Q. 453. θεῷ ὣς] ὡς θεῷ εἶπε διὰ τὴν εὐεξίαν τοῦ σώματος, καθόσον μὲν καὶ ἡ Καλυψὼ ὑπισχνεῖτο θήσειν ἀθάνατον. B. 455. ὁ δέ ἀντὶ τοῦ καί. εἰς τὸ χιτῶνα ὑποστικτέον. H. 456. οἰνοποτῆρας] τοὺς εὐωχουμένους, τοὺς φέροντας ταῖς χερσὶν ποτήρια οἴνου πλήρη. Q. 458. στῆ ῥα παρὰ σταθμὸν] ἐπίτηδες ἵνα ὑπομνήσῃ αὐτὸν τῆς εὐεργεσίας. Q. 459. ἐν ὀφθαλμοῖσιν ὁρῶσα] γρ. ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. P. 462. ζωάγρια] τὰ ὑπὸ τῆς . . . ἀγρεύματα· τὸν γὰρ ὑφʼ ἑαυτῆς σεσωσμένον ὁρῶσα καὶ πολλῆς ἠξιωμένον τιμῆς χαίρει καὶ τὴν ἐκείνου σωτηρίαν ἐξιδιοποιεῖται. οὔκουν ἀκόλαστον ὑπολαμβάνειν χρὴ τὴν κόρην. προσαγόρευσιν γὰρ ἡ κόρη περιέχει καὶ παράκλησιν μνήμης· πρώτῃ γὰρ ὀφείλεσθαι χαίρειν. T. 465. τὸ νῦν ἀντὶ τοῦ δή. οὕτω δή. H. 466. ὡς εὔχομαι θεῷ, οὕτως καί σε εὔξομαι. H. 468. σὺ γάρ μʼ ἐβιώσαο, κούρη] εἰς τὸν βίον εἰσήγαγες, ἔσωσάς με βίῳ, ἀνεζωπύρησας. T. ἐβιόσσαο] τὸ ζῆν περιεποίησας, ἔσωσας. V. ἐβιόσσαο] γρ. βιώσω. H. 476. ἀμφοτέρωθεν τῆς ῥάχεως ἦν πολὺ λίπος. H. 477. κῆρυξ, τῆ δὴ, τοῦτο πόρε κρέας] τὸ τῆ ῥῆμα προστακτικόν ἐστι παρὰ ποιηταῖς εἰρημένον χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. καὶ ἔστιν ἀπὸ θέματος τοῦ τῶ, ὡς λῶ λῆς λῆ, ζῶ ζῆς ζῆ, οὕτω τῶ τῆς τῆ. τούτου ὁ παρατατικὸς ἔτων ὡς ἔζων, τὸ δεύτερον καὶ τὸ τρίτον ἔτης ἔτη, ὡς ἔζης ἔζη. ἐκ τούτου τοῦ τρίτου κατὰ ἀποβολὴν τοῦ ε τῆ γίνεται τὸ προστακτικὸν ὡς ἐχρύσου χρύσου. τὸ δὲ φάγῃσι κατʼ ἐπέκτασιν. τὸ δὲ ἑξῆς, δέξαι τοῦτο καὶ πόρε κρέας Δημοδόκῳ. B. Q. 480. τιμῆς ἔμμοροι] μερίδος τιμητικῆς μετέχουσιν. τὸ δὲ “προσπτύξομαι” ἀντὶ τοῦ δεξιώσομαι, ὡς καὶ ὁ βασιλεὺς τὸν νικη- φόρον “νώτοισιν δʼ Αἴαντα” (Il. η, 321). T. 485. αὐτὰρ ἐπεὶ πόσιος] δαιμονίως τῇ τάξει ἐχρήσατο. οὐ γὰρ ἅμα τῇ δόσει τῶν κρεῶν εὐθὺς ἐπιτάττει τὰ περὶ τὸν ἵππον ᾄδειν, ἀλλὰ προθεραπεῦσαι μὲν τῇ τιμῇ. τὸ δὲ πρόσταγμα εἰς καιρὸν ὑπέθετο ὅτε ἔμελλεν ἐκεῖνος ἀείδειν. Q. 487. ἐνταῦθα τελεία ἡ στιγμή. H. 488. ἢ σέ γε μοῦσ᾿] ἡ Τερψιχόρη, ἢ αἱ Μοῦσαι. E. 489. λίην γὰρ κατὰ κόσμον] τοῦτο ἤδη τοὺς παρόντας εἰς πόθον ἄγει. πόθεν οὗτος οἶδεν ὅτι κατὰ κόσμον ᾄδεται τὰ πράγματα Δημοδόκῳ, τὸ δὲ ἑξῆς γυμνότερον, ὥστε που ἢ αὐτὸς παρών. H. ἤδη τοὺς παρόντας εἰς ἐπίτασιν ἄγει . . ζητοῦσι πόθεν οὗτος, ὅτι καλῶς τὸν νό- στον τῶν Ἀχαιῶν . . παρὰ Μούσης δέ φησι μανθάνειν, ἐπεὶ οἱ Φαίακες ἀνεπίμικτοι. τὸν ἵππον ᾄδειν κελεύει, ἵνα γνωρισθῇ, διὸ καὶ ἐπίτηδες ἀκούει. οὐ προανακρίνουσιν αὐτὸν, ἵνα ἡ φιλοξενία μείζων φανῇ καὶ μὴ εἰς τὴν δόξαν αὐτὸν νομίσωσι τιμᾶν. καὶ ἄλλως δὲ οὐκ εἰώθεσαν πρὸ τοῦ ξενίζειν ἐπερωτᾶν. T. 491. ἢ αὐτὸς] γρ. καὶ, ᾗ αὐτός, ἀντὶ τοῦ καθά. H. ἢ ἄλλου] παρά. Gl. H. ἄλλου ἀκούσας] τὸ γὰρ μὴ παρὼν ὡς ἐν Τροίᾳ Δημόδοκος πάντως οὐκ ἄλλου ἀκούσας ᾖσε φαμὲν ὅτι αὐτοδίδακτος ἦν ὑπὸ θεοῦ ἐμπνεό- μενος, ὡς καὶ αὐτός φησιν, “ὃν πέρι μοῦσʼ ἐφίλησεν” (63.) . Q. 492. ἀλλʼ ἄγε δή] πιθανὸν τὸ ἐπίταγμα, ἵνα παῤ ἄλλου μαθόντες τὰς ἐν Ἰλίῳ πράξεις ὑπομένοντες ἀκούωμεν, ἐπειδὴ πᾶς ἔπαινος φθόνον παρὰ τῶν ἀκουόντων ἐπάγεται, ἡ δὲ ἐπαινουμένῳ προσώπς ἀκρόασις μείζω τὴν ἔκπληξιν. Q. ἵππου κόσμον] τὴν κατασκευὴν, ἢ τὴν οἰκονομίαν, ἢ τὴν ὑπόθεσιν. B. Q. 493. Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ] οἱ τῶν Ἑλλήνων τέκτονες. P. Ἐπειὸς] ὁ τῶν Ἑλλήνων τέκτων. V. σὺν Ἀθήνῃ] τοῦτό τινες τοῖς ἑξῆς συνάπτουσιν. E. 494. δόλον] Ἀρίσταρχος καὶ Ἀριστοφάνης, δόλῳ, φασίν. H. δῖος Ὀδυσσεύς] διὰ τούτου καὶ πτολίπορθος ὁ Ὀδυσσεύς. τὸ μὲν γὰρ κατασκεύασμα, ὁ ἵππος, Ἐπειοῦ καὶ Ἀθηνᾶς ἦν, τὰ δὲ ἐγχει- ρήματα Ὀδυσσέως· οὗτος γὰρ ὁ προτρεψάμενος ἐμβῆναι τοὺς Ἀχαι- ούς. Τ. ὅν ποτʼ ἐς ἀκρόπολιν] νῦν μὲν εὐθέως πόλιν ἄκραν. ἀνόητοι δὲ οἱ Τρῶες εἰσαγαγόντες καὶ τότε ζητοῦντες μὴ ἄρα ἐνέδρα ἐντός. ἡ Ἀθηνᾶ δὲ βλάψασα αὐτῶν τὰς φρένας καὶ ἡ εἱμαρμένη. ἀνόητοι δὲ καὶ οἱ παρα- κινδυνεύοντες καὶ εἰσελθόντες. ἔστι δὲ εἰπεῖν ὅτι ὁ καιρὸς ἐβιάζετο· οἱ γὰρ ἀριστεῖς ἤδη ἐτεθνήκεσαν καὶ χρόνος ἦν ἤδη πολὺς, καὶ τοῖς πολεμίοις ἐπῄεσαν σύμμαχοι καὶ ἐτετείχιστο ὑπὸ θεῶν ἡ πόλις, καὶ ᾠκοφθορεῖτο τὰ ἐν τῆ Ἑλλάδι, ὁπότε καὶ μετὰ νίκην ἀναστρέψαντες κακοῖς περιέπεσον. διὸ ἐπιβουλὴν ἐποίησεν, ὥσπερ καὶ οἱ ἰατροὶ . . . κινδυνευομένους ἐπιχειροῦσι ταῖς θεραπείαις. T. 497. αὐτίκʼ ἐγὼ πᾶσιν] γρ. αὐτίκα καὶ πᾶσιν. H. αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι] οὐχ ὑποθήσομαι, ἀλλʼ εὐθέως μαρ- τυρῶ. καλὸν δὲ μισθὸν ἀποδώσειν ἐπαγγέλλεται πᾶσι φανερὰν αὐτοῦ τὴν δόξαν ποιήσειν. T. 499. ὁ δʼ ὁρμηθεὶς] ἐκ θεοῦ ἐμπνευσθείς· ὁ γὰρ δύναμιν καὶ ὁρμὴν ἐκ θεοῦ λαβὼν, ἢ ἀπὸ θεοῦ τὴν ὁρμὴν ποιησάμενος· ἔθος γὰρ ἦν αὐ- τοῖς ἀπὸ θεοῦ προοιμιάζεσθαι. T. θεοῦ ἤρχετο] ἀπὸ τῆς μούσης ἐμπνευσθείς· ἢ ἀπὸ θεοῦ ἀρξάμε- νος. P. ἀπὸ θεοῦ τὴν ἀρχὴν τῆς τραγῳδίας ποιούμενος· ἢ ἀπὸ τῆς μούσης ἐμπνευσθείς. H. Q. 506. ἄγχʼ αὐτοῦ] πλησίον αὐτοῦ. H. γρ. ἥμενοι ἀμφʼ αὐτόν. P. τρίχα] βαρυτόνως τὸ τρίχα. H. σφίν] ἀντὶ τοῦ αὐτοῖς. V. 507. διατμῆξαι] Ἀρίσταρχος διαπλῆξαι, ὡς ἀλλαχοῦ, “τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοί” (Il. ψ, 120.) . H. κοῖλον δόρυ] ἀπὸ τοῦ λέγεσθαι τὰ ξύλα δούρατα ὠνόμασε τὸν ξύλι- νον ἵππον ἐκεῖνον δόρυ κοῖλον. τὸ δὲ νηλέϊ χαλκῷ ἐτυμολογεῖται ἐκ τοῦ νη στερητικοῦ καὶ τοῦ ἐλέους, ἤτοι τὸ ἐλέους ἐστερημένον. Q. 508. ἐρύσαντες] ἑλκύσαντες. V. ἐπʼ ἄκρας] ἐπὶ κρημνῶν, ἢ ἐπὶ τῆς ἀκροπόλεως. B. 509. θεῶν θελκτήριον] ἱλαστήριον, εἰς τέρψιν θεῶν εἶναι. τέρπει γὰρ τοὺς θεοὺς τὰ ἀναθήματα. B. Q. 510. τῇ περ δὴ καὶ ἔμελλεν] ᾗτινι βουλῇ καὶ μετέπειτα ἔμελλε τελειωθήσεσθαι τὸ ἐᾶν αὐτὸν θελκτήριον εἶναι. εἶπε γὰρ, τρίχα δέ σφισιν ἥνδανε βουλή. Q. 515. ἄλλον τρόπον ἐξετραγῴδει ὡς τὴν πόλιν πορθοῦντα καὶ δια- φθείραντα. H. ἱππόθεν ἐκχύμενοι] ἐνάργειαν ἐποίησε διὰ ταύτην τὴν λέξιν· κατα- λείποντες γὰρ τὸν κοῖλον λόχον καὶ ἐκχυθέντες κατὰ τὴν πόλιν ἐπόρ- θουν αὐτήν. καὶ ἄλλος μὲν ἀλλαχοῦ τὴν ὁρμὴν ἐποιήσατο ὡς ἐπὶ νυκτὸς, ὁ δὲ Ὀδυσσεὺς σὺν τῷ Μενελάῳ ἐπὶ τὸν Δηΐφοβον. καὶ ἐνί- κησαν γνώμῃ Ἀθηνᾶς δεινότατον πόλεμον πολεμήσαντες. T. 516. πόλιν κεραιζέμεν] τὴν πόλιν πορθοῦντα καὶ διαφθείροντα. Q. αἰπὴν] ἀπὸ μὲν τοῦ αἰπός ἡ αἰπὴ καὶ ἡ ὑψηλὴ γίνεται, ἀπὸ δὲ τοῦ αἰπύς ἡ αἰπεῖα. B. 517. προτὶ δώματα Δηϊφόβοιο] ἄλκιμος γὰρ οὗτος γέγονε μετὰ θάνατον Ἕκτορος. E. Q. καὶ ἐκ τούτου οἱ μεταγενέστεροι τὴν Ἑλέ- νην καὶ Δηϊφόβῳ γήμασθαι λέγουσι. E. P. Q. V. ἐντεῦθεν διὰ ζη- λοτυπίαν ἐλθεῖν τεθνηκότος Ἀλεξάνδρου. ἀλλὰ στρατηγὸς μετὰ τοῦ Ἕκτορος θάνατον γέγονεν ὁ Δηΐφοβος ἀλκιμώτατος ὢν τῶν Πριαμι- δῶν. τούτου δὲ ἀναιρεθέντος εὐχείρωτοι οἱ λοιποί. εἵπετο δὲ τῇ Ἑλέ- νῃ οὐχ ὡς ἀνὴρ, ἀλλʼ ὡς στρατηγὸς καταπαρίζουσαν φυλάττων. ᾔδει δὲ τὴν Δηϊφόβου οἰκίαν ὁ Ὀδυσσεὺς ὅτε αὐτομολῶν εἰσῆλθε. τούτων δὲ εἰρημένων ὑπὲρ Ὀδυσσέως ἑξῆς ὁ λόγος πιθανῶς γράφει τὸ. . . διηγούμενον τῶν καθʼ. . . εἰ γὰρ μὴ ἀξιόπιστος ὁ λέγων τοῖς Φαίαξιν ταῦτα, ἀλαζὼν ἂν ἔδοξεν εἶναι ἀπιθάνως διηγούμενος. T. 519. αἰνότατον πόλεμον] ἔφη δὲ αἰνότατον πόλεμον τολμήσαντα ἔπειτα νικῆσαι διὰ τὴν μεγάθυμον Ἀθηνᾶν, ἤτοι διὰ τὴν οἰκείαν φρό- νησιν καὶ πανουργίαν. Q. τὸ ἔργον οὐκ ἠθέλησε κοινὸν τῶν Ἑλλή- νων γενέσθαι, ἀλλὰ μόνου Ὀδυσσέως, ὥσπερ καὶ τὸν ἵππον Ἐπειὸς ἐποίησε σὺν Ἀθηνᾷ, Ὀδυσσεὺς δʼ ἤγαγεν εἰς τὴν ἀκρόπολον τὸν δό- λον. T. 520. διὰ μεγάθυμον Ἀθήνην] διὰ τὴν οἰκείαν φρόνησιν καὶ πανουρ- γίαν. P. 523. πόσιν ἀμφιπεσοῦσα] περιπεσοῦσα τὸν ἄνδρα περιπτυξαμένη, περιχυθεῖσα αὐτῷ. Q. αὐξήσει ἐπὶ τῆς παραβολῆς διʼ ἑκάστου τῶν ἐπαγομένων, ὥστε μηδεμίαν ὑπερβολὴν τοῦ οἴκτου καταλείπε- σθαι· πρῶτον μὲν οὖν τὸ πρόσωπον αὐτοῦ οἰκτρόν· καὶ γὰρ ἄλλως γυνὴ κλαίουσα πένθιμον ἔχει τὴν διάθεσιν. εἶτα ἐπήγαγε “φίλον πόσιν,” ἐν ᾧ αὔξησίς ἐστι διὰ τοῦ ἐπιθέτου· καταθύμιον γάρ τινα καὶ ἀρεστὸν θρηνεῖ. εἶτα καὶ “ἀμφιπεσοῦσα·” οὐ γὰρ ἀκούσασα τὴν ἀγγελίαν, ἀλλὰ παρατυχοῦσα τὸν φόνον καὶ ὁρῶσα ἐν ὄψει τὸ πρᾶγμα. T. 524. πρόσθε] γρ. προπάροιθε. H. ὅστε ἑῆς προπάροιθε] οὐκοῦν οὐ κατʼ οἶον ὑπʼ αὐτοῦ χρεὼν κατα- λαμβανόμενον, ἀλλὰ βίᾳ τὴν ζωὴν ἀφαιρούμενον, καὶ ταῦτα ἐπὶ καλ- λίστῃ προφάσει· οὐ γὰρ ἐν πολέμῳ μισθοφόρῳ διὰ κέρδος τῆς γῆς ἔξεισιν, ἀλλʼ ὑπὲρ πατρίδος ἀγωνιζόμενος. T. 525. Καλλίστρατος, ἄστει καὶ ὥρεσσιν, ὡς τὸ “ἀμυνέμεναι ὥρεσ- σιν” (Il. ε, 486.) . H. 526. ἀσπαίροντα ἰδοῦσα] γρ. καὶ ἀσπαίροντʼ ἐσιδοῦσα. P. 529. εἴρερον] τὴν ἐξ αἰχμαλωσίας δουλείαν νῦν ἐκάλεσεν. ἔχει δέ τινα τοῖς κακοῖς παραμυθίαν τὸ καὶ ἀποδύρεσθαι. φησὶ γοῦν “αἰψηρὸς δὲ γόος” (Od. δ, 103.) . ἐπὶ ταύτῃ δὲ οὐδὲ ἐξουσία δέδο- ται δακρύων, ἵνʼ ἐπικουφίσῃ τὴν συμφορὰν, ἀλλʼ εἰς δουλείαν ἄγεται τυπτομένη. πάντα οὖν εἰς αὐτὸν συνήγαγεν ἐπὶ τὴν ὄψιν, τὴν πρό- φασιν τοῦ θανάτου καλλίστην οὖσαν καὶ ἔνδοξον, τὴν ἀνάγκην τῆς αἰχμαλωσίας, τὸ μὴ ἀποκλαῦσαι τὴν συμφορὰν ἐξεῖναι. T. αἰχμα- λωσίαν, δουλείαν τὴν περὶ τὰ ἔργα. καὶ ἀναπέπλασται κατʼ ἀρχὴν παρὰ τὸ ἐρᾶν. Q. αἰχμαλωσίαν—παρὰ τὸ ἐρᾶν μετὰ ἐλευθερίας εἴρειν καὶ λέγειν τοὺς δούλους. V. αἰχμαλωσίαν—παρὰ τὸ ἐρᾶν μετὰ ἐπιθυμίας. ἢ κοῦσπον. P. τὴν ἐξ αἰχμαλωσίας δουλείαν νῦν ἐκάλεσεν, ἀπὸ τοῦ ἔριον. ἢ παρὰ τὸ ἐρᾶν——τοὺς δούλους. ἅπαξ δὲ εἴρηται ἡ λέξις. E. [εἴρερος κατὰ τοὺς παλαιοὺς αἰχμαλωσία, δουλεία, παρὰ τὸ ἐρᾶν εἴρειν. οἱ γὰρ ἐν δουλείᾳ καὶ τοῦ λέγειν στέρονται μὴ παρρησιαζόμενοι. B.] τοῖς κακοῖς παραμυθίαν ἔχει τὸ ἀποδακρῦσαι. φησὶ γοῦν “αἰψη- ρὸς δὲ κόρος κρυεροῖο γόοιο” (Od. δ, 103.) . ταύτῃ δὲ οὐδὲ ἐξουσία δακρύων δίδοται, ἵνα ἐπικουφίσῃ τὴν συμφοράν. Q. 531. ψιλῶς τὸ εἶβεν. H. 532. ἔνθʼ ἄλλους μὲν] διὰ τί τοὺς ἄλλους ἐλάνθανε δακρύων; ὅτι οὐκ ἐφεξῆς αὐτοῖς συνέβαινε καθέζεσθαι. ἔπειτα ἀπεστραμμένος πρὸς τὴν ᾠδὴν καὶ τὸν Δημόδοκον ἀποβλέποντες εἰκότως ἠγνόουν τὸ γινόμενον. ὁ γοῦν Ἀλκίνοος διὰ τὸ πλησίον καθεζέσθαι στένοντος ἤκουσεν. T. 537. σχεθέτω φόρμιγγα λίγειαν] ὡς οὕτως αὐτὰ εἴπας κατασι- γάζει, τῶν δακρύων αἰτιώμενος τῷ ξείνῳ . . . . πρῶτον μὲν ἀνθρώπου . . . . ἔπασχε τὴν τύχην ὀδυρόμενος ἐξ οἵων εἰς οἷα μετελήλυθε, μετὰ ταῦτα δὲ κλαίει, ἵνα ἀφορμὴν ἐρωτήσεως . . . . T. 539. ἐξ οὗ δορπέομεν] ἀντὶ τοῦ ἐξ οὗ δεδορπήκαμεν. B. 541. μάλα] γρ. μέγα. H. 542. ὁ μὲν σχεθέτω] σχεθέτω, φησὶν, ὁ τραγῳδεὺς, ἤτοι κωλυ- θήτω τῆς τραγῳδίας, ἵνα μὴ τὸν ξεῖνον Ὀδυσσέα καὶ τοὺς ξεινοδόκους, ἤτοι τοὺς ὑποδεχομένους ἡμᾶς τοὺς ξένους ἐπέλθῃ θλιβεροῖς ᾄσμασιν. ἕνεκα γὰρ τοῦ ξένου ταῦτα κεκίνηται, ἥ τε εὐωχία καὶ ἡ λύρα. H. Q. τερπώμεθα πάντες] δημοτικῶς ἄγαν καὶ τοὺς ἄλλους ξενοδόχους καλεῖ. E. T. 546. ἀντὶ κασιγνήτου ξεῖνος] ὁ ξένος καὶ ἱκέτης ἀντὶ ἀδελφοῦ τυγχάνει ἐκείνῳ τῷ ἀνδρὶ ὃς κατʼ ὀλίγον ἀγχιστεύει ταῖς διανοίαις. B. Q. 547. ὀλίγον περ ἐπιψαύει] ὀλίγον, φησὶν, ἐπιψαύει καὶ πλησιάζει ταῖς πραπίδεσσιν καὶ ταῖς φρεσὶν, διὰ τὸ σχεδὸν ἐκ τούτων ταῖς ἀδη- μονίαις καὶ θλίψεσι πόρρω εἶναι. Q. ἅπτεται ταῖς φρεσὶν, ἀντὶ τοῦ φρόνιμός ἐστιν. H. P. Q. V. ἐπιψαύῃ πραπίδεσσιν] ἐπιτυγχάνῃ, καταφρονῇ τῷ κατὰ μικρὸν φρονήσεως ἔχοντι. πιθανῶς δὲ τὴν ἐκείνου χρείαν κατέμιξε τῇ ἐρω- τήσει, ἵνα μάθῃ ποῦ δεῖ πέμπειν αὐτόν. T. 554. τοκῆες] γρ. γονῆες. H. 555. εἰπὲ δέ μοι γαῖαν] εἰπέ μοι τὴν σὴν πόλιν, ἵνα πρὸς τὸν ἡμέτερον νοῦν δουλεύσωσι καὶ τὰ πλοῖα. ἴσασι γὰρ τὰ ἐνθυμήματα τῶν ἰδίων ἀνδρῶν. B. Q. 556. τιτυσκόμεναι] καταστοχαζόμεναι. R. V. 557. οὐ γὰρ Φαιήκεσσι] ταῦτα ὁ Ἀλκίνοος περὶ τῶν αὐτοῦ νηῶν καυχᾶται λέγων ὅτι αἱ ἐμαὶ νῆες κυβερνήτου οὐ δέονται οὔτε μὴν πηδαλίων, ἅτε οὖσαι εὐκατασκεύαστοι καὶ περὶ τὸν πλοῦν εὔστροφοι καὶ ταῖς δυσχερείαις τῶν κυμάτων ὅλως ἀπήμονες, νοήματα γνοῦσαι καὶ φρένας ἀνδρῶν, ἤτοι καλῶς τοῖς πλωτῆρσι καὶ ἑτοίμως ὑπείκου- σαι, γινώσκουσαί τε πόλεις πάντων ἀνδρῶν καὶ ἀγροὺς πίονας, ὡς ἀεὶ διαπλέουσαι καὶ ἐν τούτοις παραγενόμεναι. Q. τοῦτο φανερὸν ὅτι ἐκτετόπισται ἡ πλάνη· διὸ μὴ χρῄζειν τὰς ναῦς τῶν κυβερνητῶν, ἀλλʼ αὐτὰς τὸν πλοῦν ἐπίστασθαι. T. 563. ἔπι δέος] τὸ γὰρ, ἔπι δέος, ἀπὸ κοινοῦ. B. Q. 564. ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς] ἀθετοῦνται· οἰκειότερον γὰρ ἐν τοῖς ἑξῆς, ὅταν ἴδωσι τὴν ναῦν ἀπολελιθωμένην ὑπὸ τοῦ Ποσειδῶνος ἐκ τοῦ ἀποτελέσματος, ὥσπερ ὁ Κύκλωψ ὑπὸ τοῦ . . . ἀναμιμνήσκε- ται, καὶ ἡ Κίρκη· “ἦ σύγ” Ὀδυσσεύς ἐσσι” (Od. κ, 330.) καὶ ἐν- ταῦθα δὲ παλιλλογοῦνται. εἰ δὲ ἔμαθε Ὀδυσσεὺς τὸν χρησμὸν, οὐκ ἂν αὐτοῖς ἐμήνυσε τὰ ὑπὲρ αὑτοῦ, οὐδὲ Ἀλκίνοος ἔπεμψεν αὐτὸν ὑπερ- βολῇ φιλοξενίας. ἀλλὰ καὶ εὐχὴ γέγονε τοῦ Κύκλωπος· “ὀψὲ κακῶς ἔλθοι νηὸς ἐπʼ ἀλλοτρίης” (Od. ι, 535.) . ἀλλὰ καὶ αὐτοὶ ἴσως ἔχαιρον τῇ πηρώσει τοῦ Κύκλωπος, δἰ αὐτῶν ἀναγκασθέντες μετοικῆσαι. T. 565. Ποσειδάωνʼ ἀγάσασθαι ἡμῖν] ὀργισθῆναι μέλλει, ἀντὶ τοῦ φθονῆσαι. B. ἀγάσεσθαι] ἄγαν ὀργισθῆναι. V. 567. φῆ ποτε] ὅτι ὁ Ποσειδῶν εἶπέ ποτε ὅτι φθερῶ τὴν εὐεργέα τῶν Φαιήκων νῆα ὀργιζόμενος διὰ τὸ πλεῖν τούτων τὰς νῆας ἀπήμονας, φθόνῳ πάντως βαλλομένας. H. Q. ἄλογον δοκεῖ, πῶς ἀκούσας ὁ Ὀδυσσεὺς τὴν Ποσειδῶνος γνώμην ἔτι διηγήσασθαι μέλλει ὅτι ἐν προσκρούσει γέγονε τῷ θεῷ. διὸ δεῖ ὑποπτεύειν τοὺς στίχους τούτους. φαμὲν οὖν ὅτι ὑποσχόμενος ἤδη Ἀλκίνους τὴν πομπὴν, οἱ δὲ ἀγαθοὶ τὰς ὑποσχέσεις οὐκ ἀναπαλαίου- σιν· “εὐδ᾿ ἀτελεύτητον ὅ τι κεν κεφαλῇ κατανεύσω” (Il. α, 527.) · ἔτι δὲ καὶ ἡ φιλοξενία ἐποίει καταφρονεῖσθαι τὴν πρόρρησιν μηδὲ πάνυ πιστευομένην παρὰ τοῦ Ἀλκινόου. διό φησι “τὰ δέ κεν θεὸς ἢ τελέσειεν κʼ ἀτέλεστʼ εἴη.” νῦν δὲ ἐν τῇ διηγήσει Ὀδυσσεὺς οὐ μό- νον τὴν ἔχθραν τοῦ θεοῦ λέγει, ἀλλὰ καὶ τὴν μαντείαν τὴν παρὰ τοῦ Κύκλωπος, “ὀψέ ποτʼ ἔλθῃ ὀλέσας ἀπὸ πάντας ἑταίρους” (ι, 534.) . H. Q. 569. ῥαισέμεναι] γρ. ῥαίσασθαι. H. ῥαίσεσθαι] γρ. ῥαισέμεναι. P. 570. ὣς ἀγόρευ᾿] ταῦτα, φησὶν, ἅπερ εἶπεν ὁ Ποσειδῶν ἢ τελέσειε καὶ πράξει ἢ καταλείψει ἀτέλεστα, καθὼς αὐτῷ δόξη. Q. τὰ δέ κεν θεὸς ἢ τελέσειεν] τὰ πρὸ πολλοῦ γὰρ παραδεδομένα μαντεύματα ἤδη ἕωλα ἐδόκει καὶ οὐ πάντως ᾤετο ὑπὸ τούτου συντε- θήσεσθαι. πολλοὺς δὲ ἀποστολῆς τετυχηκότας, ἅμα δὲ τοῦ ναυαγίου σεσωσμένους ὁρῶν, ἐνόμιζεν ὡς ἄρα καὶ ἡ ὀργὴ τοῦ Ποσειδῶνος πέ- παυται. T. 571. ἤ κʼ ἀτέλεστʼ εἴη] νῦν τὸ εἴη ἀντὶ τοῦ ἐάσει. V. ὑπὸ τῆς κατὰ τὴν διήγησιν ἡδονῆς ὁ Ἀλκίνους τῆς προρρήσεως ἐπελάθετο. ἀλλὰ πῶς Ὀδυσσεὺς ταῦτα ἀκούσας τὴν Ποσειδῶνος μηνύει ὀργὴν ἢ ἠθέλησε τἀληθῆ εἰπεῖν; E. V. 579. τὸν δὲ θεοὶ μὲν τεῦξαν] οὐ διὰ τοῦτο ἀπέκλωσαν, ὑπὲρ τοῦ ᾤδιμον γενέσθαι, ἀλλʼ ἵνα ἀπόλωνται· παρηκολούθησε δὲ τὸ τὰς πρά- ξεις ἀοιδίμους γενέσθαι. ἔστιν ὅμοιον τῷ ἐν Ἰλιάδι “ὡς καὶ ὀπίσσω ἐν ἀνθρώποισι” (ζ, 357;) . προεμαντεύετο γὰρ ὁ Ὅμηρος τὴν δόξαν τῆς ἑαυτοῦ ποιήσεως. πάνυ δὲ φιλάνθρωπος ὁ Ἀλκίνοος τοπάζων αὐ- τὸν λυπήσειν ἐπὶ τῇ ἁλώσει τῆς Ἰλίου πειρᾶται αὐτὸν παρηγορεῖν ἡγούμενος αὐτὸν ἀπὸ Ἰλίου φυγεῖν. T. 581. τίς τοι καὶ πηὸς] σαφῶς ἐκ τούτου δηλοῦται ὅτι πηὸς οὐ κατʼ ἐπωνυμίαν οἰκεῖος ἢ φίλος, ἀλλʼ ἑταῖρος, ὡς οἱ πολλοὶ τῶν γλωσ- σογράφων. ἐπιφέρει γοῦν ἀντιδιαστέλλων “ἤ πού τις καὶ ἑταῖρος ἀνήρ,” ὁρισμὸν ποιῶν. ἡ φιλία γὰρ ὅταν τις τῶν αὐτῶν ἐπιτηδευμά- των ζηλωτὴς τύχῃ, ὅπερ δηλοῖ διὰ τοῦ “κεχαρισμένα” πράττειν· οὐκ ἄλλα δὲ, διὸ προσέθηκε τὸ “ἐσθλός.” T. αἷμα οἱ παῖδες, γένος ἀδελφοὶ καὶ ἀνεψιοί. οἱ πηοὶ γοῦν φίλτατοι τυγχάνονσι μετὰ τὸ αἷμα καὶ τὸ γένος. B. Q. ἀπέφθιτο] διεφθάρη. V. 583. μεθʼ αἷμά τε καὶ γένος αὐτῶν] αἷμα μὲν λέγειν ἀκουστέον τὰ τέκνα. καὶ γὰρ τὸ “αἵματος εἰς ἀγαθοῖο” (Od. δ, 611.) δηλοῖ τὸ ἐκ σπέρματος εἶναι ἀγαθοῦ, ὅτι καὶ τὸ σπέρμα ἐν οὐσίᾳ ἐστὶ τῷ αἵματι. τὸ δὲ κατὰ γένος αὐτῶν ἤτοι τῶν τέκνων λέγει, ἵνʼ ᾖ τὰ ἔκγονα, ἵνʼ τὸ αὐτοῦ γένος, ἵνα τοὺς ἀδελφοὺς αὐτῶν καὶ τοὺς ἐκ γενέσεως ὀνομάζῃ· μεθʼ σὓς κηδίστους εἶναι τοὺς κατʼ ἐπιγάμου συγ- γενεῖς “οἵπερ εἰσὶ γαμβροὶ καὶ πενθεροὶ, σὓς πηοὺς ὀνομάζει διὰ τὰ ἐπιδιδόμενα ἐπὶ ταῖς γαμουμέναις πάμματα καὶ πώεα. Q. et brevia- tum P. καὶ γένος ἀνδρῶν] γρ. αὐτῶν. H. 585. ἐσθλός] οὐ τὰ γένη φησὶ τὰς φιλίας συνάγειν, ἀλλὰ τοὺς τρόπους. μέγιστον δὲ πρὸς φιλίας συλλαμβάνειν, ὅταν ἀγαθός τις τυγχάνῃ ἢ ὅταν ἀγαθοὺς ἔχῃ τοὺς κηδεστάς. T. ἐπεὶ οὐ μέν τι κασιγνήτοιο] δαιμονίως ἐνέστησε τὰ τῆς φιλίας. ἀγαθὸς γὰρ φίλος εὑρεθεὶς οὐδὲν ἀδελφοῦ οὔτε ἐν τῇ χρείᾳ οὔτε ἐν τῇ ἡδονῇ διαφέρει. T. 586. πεπνυμένα] γρ κεχαρισμένα. H.