Ancient Greek · ~2 min
Volume 1, Book 8
Scholia in Homerum, Scholia in Odysseam 1.8.Θ. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
Ἐκκλησία γίνεται τῶν Φαιάκων περὶ τοῦ ξένου καὶ ναῦς καθέλκε- ται πρὸς ἐκπομπὴν τοῦ Ὀδυσσέως. καὶ ἑστιῶνται παρὰ τῷ Ἀλκινόῳ τῶν Φαιάκων οἱ ἄριστοι. καὶ μετὰ ταῦτα δίσκῳ ἀγωνίζονται Φαίακες καὶ Ὀδυσσεύς. καὶ ὁ Δημόδοκος ᾄδει πρῶτα μὲν τὰ περὶ τὴν μοι- χείαν Ἄρεως καὶ Ἀφροδίτης, ἔπειτα δὲ τὰ περὶ τὴν εἰσαγωγὴν τοῦ δουρείου ἵππου. καὶ τοῦ Ὀδυσσέως κλαίοντος ὁ Ἀλκίνοος πυνθάνεται διὰ τί κλαίει καὶ τίς καὶ πόθεν εἴη. H. V.