Ancient Greek · ~3 min
18.Σ. ΥΠΟΘΕΣΙΣ to 18.ΑΛΛΩΣ.
Scholia in Homerum, Scholia in Odysseam 18.Σ. ΥΠΟΘΕΣΙΣ-18.ΑΛΛΩΣ.
Not analysed yet
Γενομένης μάχης Ὀδυσσέως πρὸς ἕτερον πτωχὸν ἐλθόντα πρὸς τοὺς μνηστῆρας, Πηνελόπη λαμβάνει δῶρα παρὰ τῶν μνηστήρων. καὶ κοινολογία γίνεται ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον περί τινος ἄλλου ἐν τῷ συμποσίῳ. H. P. Q. Ὀδυσσέως καὶ Ἴρου πάλη, καὶ ἐξέλευσις Πηνελόπης πρός τοὺς μνηστῆρας ἐπιπληττούσης Τηλεμάχῳ περὶ τῆς τοῦ ξένου καταξενίας καὶ δωροδοκία τῶν μνηστήρων τῇ προειρημένῃ. καὶ ἀποπειρᾶται δὲ τῶν θεραπαινίδων Ὀδυσσεύς. P. Q. Ὀδυσσέως καὶ Ἴρου πυγμὴ γίνεται. φαίνεται δὲ καὶ Πηνελόπη τοῖς μνηστῆρσι καὶ παρʼ αὐτῶν δῶρα λαμβάνει. γίνεται δὲ καί τις κοινολογία ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον. V. 1. πτωχὸς πανδήμιος] ὁ διʼ ὅλης τῆς πόλεως ἐπαιτῶν. B. H. Q. πανδήμιος] ὁ κατὰ τὸν δῆμον ἐπαιτῶν καὶ διʼ ὅλης τῆς πόλεως ἐπιών. V.