Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 19
Scholia in Homerum, Scholia in Odysseam 19.T. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
Σὺν Τηλεμάχῳ ἔκθεσιν ποιεῖται τῶν ὅπλων Ὀδυσσεὺς, καὶ πρὸς Πηνελόπην ἐκ Κρήτης εἶναι ὑποκρίνεται. γίνεται δὲ αὐτοῦ διʼ οὐλῆς ἀναγνωρισμὸς πρὸς Εὐρύκλειαν νίπτουσαν αὐτοῦ τοὺς πόδας. καὶ κατὰ παρέκβασιν ὁ ποιητὴς διηγεῖται ὡς ἐν Παρνασῷ ὑπὸ συὸς ἐπλήγη κυνηγῶν. P. Q. V.