Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 21
Scholia in Homerum, Scholia in Odysseam 21.3.1
Not analysed yet
1. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε] ὁ δέ ἀντὶ τοῦ γάρ. P. V. τίθησι δὲ τὸ τόξον ἵνα, ἐὰν μὲν πλείους ἐντείνωσι, στασιάσωσιν, ἐὰν δὲ μηδεὶς, ἀνάξιοι τῆς μνηστείας φανῶσιν. V. τὸ δέ ἀντὶ τοῦ γάρ. οὐχ ἡ Πηνελόπη δὲ τὸν φόνον ἐνόησεν, ἀλλʼ ὁ ποιητὴς ἀφʼ ἑαυτοῦ τὸ συμβησόμενόν φησι. B. Q. 5. κλίμακα δʼ ὑψηλὴν] τὴν ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀποθή- κην, ἵνα τὴν κλεῖν λάβῃ. P. V. 6. κληῖδα οὐ μόνον τὸ κλεῖθρον, ἀλλὰ καὶ τὴν κλεῖν. B. 7. κώπη δʼ ἐλέφαντος ἐπῆεν] ἡ λαβὴ τοῦ ξίφους ἡ κόπτειν δυνα- μένη, παρὰ τὸ κοπή, ἀναβιβασμῷ καὶ τροπῇ, κώπη. καὶ ἡ τῶν ἐρετῶν κώπη λέγεται παρὰ τὸ κόπτειν τὸ ὕδωρ. V. 9. ἔσχατον] νῦν τὸ ἐνδότατον. P. V. 10. πολύκμητος] ἐφʼ ᾧ πολλὰ κάμνουσιν. P. V. 11. ἔνθα δὲ τόξον ἔκειτο] προνοητικῶς οὐκ ἐν τῷ ἀνδρῶνι, ἵνα μὴ ὑπὸ τοῦ καπνοῦ ἡ νευρὰ ῥαγῇ. V. 13. Λακεδαίμονι] νῦν ἐπὶ τῇ Λακωνικῇ χώρᾳ, ἧς μέρος κατὰ τοὺς ἡρωικοὺς χρόνους ἡ Μεσσήνη. διχασθῆναι δέ φασι τὴν Λακωνικὴν τῆς Μεσσηνίας ἐπὶ τῶν Ἡρακλειδῶν, οἳ μετὰ τὴν τοῦ Ἰλίου ἅλω- σιν κατέσχον τὴν Πελοπόννησον. B. Q. 15. Μεσσήνῃ] τῇ Μεσσηνίᾳ χώρᾳ, ἥτις ἦν μέρος τῆς Λακεδαί- μονος πρὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου. V. 16. οἴτῳ ἐν Ὀρτιλόχοιο] ἐν Φεραῖς. P. V. 17. μετὰ χρεῖος] ἐπὶ χρεῖος, χρέος ἀπαιτήσων καὶ ὀφείλημα. οὐ δάνειον, ἀλλὰ ἐξ ἁρπαγῆς. B. Q. διὰ ὄφλημα. V. 18. ἄειραν] νῦν, ἥρπασαν. P. V. 20. ἐξεσίην] δημοσίαν ἔκπεμψιν καὶ πρᾶξιν. P. V. δημοσίαν ἔκπεμψιν. παρὰ τὸ ἥσω ἑσία καὶ ἐξεσία. B. H. Q. 22. Ἴφιτος αὖθʼ ἵππους] Αὐτόλυκος ὁ Ἑρμοῦ κλέψας τὰς Εὐρύ- του ἵππους πέπρακεν αὐτὰς τῷ Ἡροκλεῖ, ἃς ζητῶν Ἴφιτος περιῄει. τὸν γὰρ Ἰόλης ἔρωτα οὐκ οἶδεν ὁ ποιητὴς, οὐδὲ ὡς ἀποτυχῶν τοῦ ἔρω- τος τῆς Ἰόλης ἔκλεψε τὰς ἵππους Εὐρύτου. B. Q. Ἴφιτος Εὐρύτου μὲν παῖς, Οἰχαλιεὺς δὲ τὸ γένος ἀπολομένων αὐτῷ τῶν ἵππων περιῄει τὰς πέριξ ἐρευνῶν πόλεις εἴ που φανεῖεν. Πολυΐδου δὲ τοῦ μάντεως εἰπόντος αὐτῷ μὴ παραγίνεσθαι εἰς Tί. ρννθα χάριν ζητήσεως, οὐ γὰρ εἶναι συμφέρον, λέγεται παρακού- σαντα παραγενέσθαι. τὸν δὲ Ἡρακλέα μηχανῇ τινι καὶ στρατηγίᾳ συνεφελκυσάμενον αὐτὸν ἄγειν εἰς ἐπίκρημνον τεῖχος καὶ κατα- στρέψαι, διὰ τὸ πρὸς αὐτὸν ἔχειν ἔγκλημα καὶ τὸν πατέρα, ὅτι τε- λευτήσαντι αὐτῷ τὸν ἆθλον τὴν Ἰόλην γαμεῖν οὐκ ἔδωκαν, ἀλλʼ ἀτι- μάσαντες ἀπέπεμψαν. λέγεται δὲ ὡς ἀγανακτήσας ὁ Ζεὺς ἐπὶ τῇ ξενοκτονίᾳ προσέταξεν Ἑρμῇ λαβόντα τὸν Ἡρακλέα πωλῆσαι δίκην τοῦ φόνου· τὸν δὲ εἰς Λυδίαν ἀγαγόντα τῇ τῶν τόπων βασιλευούσῃ Ὀμφάλῃ δοῦναι τριῶν τιμηθέντα ταλάντων. ἡ ἱστορία παρὰ Φερε- κὐδῃ. V. 26. μεγάλων ἐπιίστορα ἔργων] μεγαλουργὸν, ἐπὶ μεγάλοις ἔργοις ἱστορούμενον, ἐπιστήμονα. V. 27. ξεῖνον ἐόντα κατέκτανεν] ξενιζόμενον παρʼ αὐτῷ. οἱ δὲ νεώτε- ροί φασιν ὡς ὅτι αὐτὸν ἀπὸ τοῦ τείχους κατέβαλεν. B. 29. ἔπειτα δὲ] ὁ δέ ἀντὶ τοῦ γάρ. καὶ αὐτὸν ἔκτεινε καὶ τοὺς ἵππους κατέσχε. B. 31. τὰς ἐρέων] ἀνερευνῶν, ζητῶν. ὁμοίως τῷ “κνημοὺς ἐξερέῃσιʼ (Od. δ, 337.) . δῆλον δὲ ὅτι καὶ πρὸ Ἡρακλέους ἦν ὁ Εὔρυτος. B. 32. μέγας Εὔρυτος] ἐπὶ τοξικῇ. V. 35. ἀρχὴν ξεινοσύνης] ἀρχήν ποιούμενα ξενίας. προσκηδέος] τῆς ποιούσης κηδεμονικῶς ἔχειν πρὸς ἀλλήλους. V. κηδεμονικῆς φιλίας. κήδονται γὰρ ἀλλήλων οἱ φίλοι καὶ ξένοι. B. οὐδὲ τραπέζῃ] οὐδὲ ἕτερος ἑτέρῳ ἐπιξενωθέντι παρέθηκε τράπε- ζαν. B. 38. ὅς οἱ τόξον ἔδωκε] τρίτον εἴρηκε τὴν δόσιν, ἐπεὶ διὰ μέσου τινὰ παραδιηγεῖται. V. τὸ δʼ οὔ ποτε] δοκεῖ μὲν παρέλκειν τὸ ποτέ, ἴσως δέ φησιν, οὐδὲ ἄλλοτε. B. 46. αὐτίκʼ ἄρʼ ἥγ’ ἱμάντα] ἱμάντα τὸν ἀνοίγοντα τὸ ἔνδοθεν περι- γινόμενον κοχλῷ ἐοικὸς κλεῖθρον. δύο γὰρ ἱμάντες ἦσαν, ὁ μὲν κλείων, ὁ δὲ ἀνοίγων. ἑκάτερος δὲ κρίκου τινὸς ἐξήρτητο. ἡ Εὐρύκλεια οὖν θύραν ἐπέρυσσε κορώνῃ ἀργυρέῃ (α, 441.) ,κλείουσα. τὸ δὲ “ἄντα τιτυσκομένη” ὥστε τὰς βαλάνους ἀντίας γίνεσθαι τοῖς τῆς κλειδὸς γόμφοις. ἢ αὐτὴ ἀντικρὺ καὶ ἔμπροσθεν τῆς θύρας ἑστῶσα καὶ οὕτως καταστοχαζομένη. Q. κορώνη ὁ κρίκος. B. ἀπέλυσε κορώνης] τὸ κλεῖθρον ἑκατέρωθεν ἐξήρτητο πρὸς κρίκον, ὥστε διʼ οὗ μὲν ἑλκομένου πρὸς τῷ σταθμῷ κυκλεῖσθαι, διʼ εὗ δὲ ἀνοίγεσθαι εἰς τοὐναντίον ἑλκομένου. V. 47. ἀνέκοπτεν] ἀνέκρουεν, ἀνώθει. V. ὀχῆας] νῦν τὰς λεγομένας βαλάνους τὰς ἐν τῷ λεγομένῳ χελωνίῳ κατʼ ἀντικρὺ τῆς κλειδὸς, αἳ περιάγονται καὶ ἀνοίγονται. V. τὰς βαλάνους. ἐν Ἰλιάδι δὲ (μ, 455.) τοὺς μοχλούς. B. 50. πληγέντα κληῖδι] πρότερον τοῦ κλείθρου ταραχθέντος ἡ κλεὶς ἔτι ἦν κρατοῦσα. B. H. Q. 54. γωρυτῷ] τῇ θήκῃ τοῦ τόξου. V. ἐλύτρῳ τοῦ τόξου. καὶ ἔστι γωρυτῷ παρὰ τὸ ἀορεῖν τὸν ῥυτόν. B. 61. ὄγκιον] ἔστι μὲν τῶν ἅπαξ εἰρημένων ἡ λέξις, σημαίνει δὲ ὄγκιον ἀγγεῖον κιστοειδὲς, ἐν ᾧ ἔκειντο οἱ ὄγκοι. ὄγκοι δέ εἰσιν οἱ . πώγωνες τῶν ἀκίδων. καὶ ἐν ἄλλοις “ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας” (Il. δ, 151.) . V. συνεκτικὸν τῶν ὄγκων ἄγγεῖον, ὡς κρεῖον τὸ κρεοδόχον ἀγγεῖον. ὄγκιον οὖν ἡθήκη τῶν ἀκίδων. εἴρηται δὲ παρὰ τὸ ὀγκῶδες εἶναι. V. προπαροξυτόνως τὸ ὄγκιον. ἔστι δὲ κυρίως τὸ δεκτικὸν τῶν ὄγκων, ὅ ἐστιν ἀκί- δων. B. 62. τοῖο] τοῦ ἰδίου. V. 69. ἐχράετε] ἐβιάσασθε, ἐβαρήσατε. V. 71. μύθου] νῦν τῆς στάσεως. ὅθεν καὶ Ἀνακρέων τοὺς ἐν τῇ Σάμῳ ἁλιεῖς ὄντας στασιαστάς φησι “μυθιῆται δʼ ἀνὰ νῆσον, ὦ Μεγίστη, διέπουσιν ἱρὸν ἄστυ.” ἀντὶ τοῦ στασιασταί. V. ἐπισχεσίην] πρόφασιν. Q. νῦν σημαίνει πρόφασιν. ἐπιμονῆς γὰρ χρεία τῷ προφασιζομένῳ εἰς τὸ ψεύδεσθαι καὶ τὸ μὴ ἀληθεύειν. καὶ Ἀλκαῖος “οὐδέ τι μυνάμενος ἄλλοι τὸ νόημα” ἀντὶ τοῦ προ- φασιζόμενος. ἀλλαχοῦ ἀποτρέπων τὸ ἑαυτοῦ νόημα. V. 73. τὸ δὲ φαίνετʼ ἄεθλον] τὸ ἐμὲ γῆμαι. V. 76. δυοκαίδεκα πάντων] εἰ γὰρ ἐν μέσοις ἔστη τὸ βέλος, ἔξαθλος ἦν, ὡς ἐλλείπων τῇ δυνάμει. V. 85. ἐφημέρια φρονέοντες] τὸ παραυτίκα μόνον φρονοῦντες, οὐ προ- νοοῦντες τοῦ μέλλοντος. V. 90. τόξα] νῦν τὴν σύμπασαν σκευήν. V. 91. ἀάατον] ἐπιβλαβῆ, ἢ ἄνευ βλάβης. V. 93. μέτα] ἀντὶ τοῦ ὑπάρχει. V. 106. φαίνετʼ ἄεθλον] τὸ γῆμαι τὴν Πηνελόπην πρόκειται νικητή- ριον. εἰ γὰρ τὸν ἀγωνισμὸν ἔλεγεν, ἀρσενικὸν ἂν ἔφη. B. 107. κατʼ Ἀχαιΐδα γαῖαν] γενικῶς εἶπε, καὶ αὖθις τοὺς ἐπιση- μοτάτους τόπους ἐδήλωσε. B. 111. μὴ μύνῃσι] προφάσεσιν. ἅπαξ δὲ κεῖται. B. Q. προφά- σεσι. παρὰ τὸ μύσαντα τὰ ὄμματα σκέπτεσθαι τί χρὴ δρᾶν. τού- του γὰρ χάριν προφασίζονται, ἵνα ἐπιμείνωσιν. οἱ δὲ, κατασιωπῶντες, παρὰ τὸ μύειν τὸ στόμα. V. 114. σιδήρου] τῶν πελέκεων V. 117. ἀνελέσθαι] ἀναλαβεῖν, μεταχειρίσασθαι, ὑποστῆναι. B. Q. 120. διὰ τάφρον ὀρύξας] δηλονότι πρότερον ἴθυνε τὴν τάφρον, μετὰ ταῦτα ἔστησε. B. 122. ἔναξε] συνεπίλωσεν. V. ἀντὶ τοῦ ἔνησε, ὅ ἐστιν ἐσώρευσε. B. 138. κορώνῃ] τῷ ἄκρῳ τοῦ τόξου. V. 141. ἐπιδέξια] ἐκ τοῦ δεξιοῦ μέρους. V. 142. ὅθεν τʼ ἐπιοινοχοεύει] εὔλογόν ἐστιν εἰσιόντος εἰς τὸν ἀν- δρῶνα ἐν δεξιῷ κεῖσθαι τὸν κρατῆρα. V. 145. θυοσκόος] ἱεροθύτης. Q. ὁ μάντις· ἀπὸ τῶν θυομένων κοῶν, ὅ ἐστι νοῶν, καὶ διὰ πυρὸς μαντευόμενος. MS. Barnes. 146. μυχαίτατος] ἐνδότατος. V. 161. ἐέδνοισιν διζήμενος] πλήθει ἔδνων ζητῶν. βίᾳ γὰρ καὶ ῥώμῃ οὐ λήψεται. V. 162. εἴη] γρ. ἔλθῃ. M. 185. βίης ἐπιδευέες] δυνάμεως ἐνδεεῖς, ἤτοι τοῦ τόξου ἢ τοῦ Ὀδυσσέως. V. 186. ἐπεῖχε] ἐπέκειτο. ὁ Ἀντίνοος ἐπεῖχε καὶ ἐκώλυσεν αὐτοὺς πρὸς τὸ παρὸν χρήσασθαι τῷ τόξῳ. φαίνεται γὰρ ὁ Ἀντίνοος ἑξῆς λέγων μὴ δεῖν τεῖναι τὸ τόξον, ἑορτῆς οὔσης τοῦ τοξικοῦ θεοῦ. καὶ Εὐρύμαχος πείθεται. V. 188. τὼ δʼ ἐξ οἴκου βῆσαν] εἰς τὸν πρόδομον ἐξῆλθον. πιθανῶς, ἐπεὶ μακρῷ πρόσθεν ὁ Ἀντίνοός φησιν “κλαίετον ἐξελθόντες” (90.) · καὶ ἅμα ἵνα τῷ Ὀδυσσεῖ συμβαλών. V. 195. ποῖοί κʼ εἶτε] τὸ πλῆρες ποῖοί κε εἶτε. τὸ δὲ σημαινόμενον ποῦ ἂν εἴητε κατὰ τὴν γνώμην. V. 196. ἐνείκαι] ἐνέγκοι, ἀγάγοι. V. ἐνείκαι] γρ ἐνείκῃ. H. 202. δύναμις καὶ χεῖρες ἕπονται] τῇ δυνάμει καὶ χεῖρες ἀκολου- θοῦσιν. V. ἔσσονται] γρ. ἕπονται. Vind. 133. 211. ὑπότροπον] γρ. ἀπότροπον. H. 212. σφῶϊν] σημείωσαι τὸ σφῶῖν καὶ ἐπὶ τοῦ δευτέρου προσώπου τασσόμενον. Vind. 133. 220. σὺν υἱάσιν Αὐτολύκοιο] γρ. μετʼ Αὐτόλυκόν τε καὶ υἷας. M. 222. ἕκαστα] γρ. ἄνακτα. M. 224. κεφαλήν τε] γρ. χειράς τε. M. 230. προμνηστῖνοι] εἷς παρʼ εἷς, τὸ λεγόμενον, ἄλλος πρὸ ἄλλου, ἀλλεπάλληλοι, ὅ ἐστι παραμένοντες ἀλλήλους. Q. 235. θέμεναι] γρ. δόμεναι. Vind. 133. 238. ἐν ἕρκεσι] τοῖς τοιχίοις. V. 239. προβλώσκειν] ἐξέρχεσθαι, προέρχεσθαι, προβλέπειν. Q. προιέναι ἔξω. V. 258. τοῖο θεοῖο] τοῦ θεοῦ τοῦ ἐπὶ τοῦ τόξου. V. 274. μετέφη] γρ. προσέφη. H. 278. ἐπεὶ καὶ τοῦτο ἔπος] ὁ Ἀντίνοος. πρὸς γὰρ τὸ δεύτερον τὸ πρότερον. V. 279. ἐπιτρέψαι δὲ θεοῖσιν] εἶξαι καὶ συγχωρῆσαι τῇ ἑορτῇ. V. 289. ὑπερφιάλοισι] νῦν τοῖς κατʼ ἀρετὴν διαφέρουσι. V. 291. ῥήσιος] γνώμης. V. 295. οἶνος καὶ Κένταυρον ἀγακλυτὸν] Εὐρύτῳ ὅμως μὲν, ἕνα τῶν ἐν τῷ Πειρίθου γάμῳ Κενταύρων ἀπολομένων τὸν Εὐρυτίωνα λέγει, ὅτε τὴν Ἀδράστου θυγατέρα, λέγω δὴ Ἱπποδάμειαν, Πειρίθους πρὸς γάμον ἀγόμενος ἐκάλεσε κατὰ συγγένειαν Λαπίθας καὶ Κενταύρους. ὑπὸ μέθης δὲ οἱ Κένταυροι προαχθέντες τῶν Λαπιθῶν ἁρπάσαι τὰς γυναῖκας ἐπεχείρησαν. οἱ δὲ ὀργισθέντες ἀνεῖλον τοὺς Κενταύρους. Βακχυλίδης δὲ διάφορον οἴεται τὸν Εὐρυτίωνα. φησὶ γὰρ ἐπιξενω- θέντα Δεξαμενῷ ἐν Ἤλιδι ὑβριστικῶς ἐπιχειρῆσαι τῇ τοῦ ξενοδο- χοῦντος θυγατρὶ, καὶ διὰ τοῦτο ὑπὸ Ἡρακλέους ἀναιρεθῆναι καιρίως τοῖς ἐκεῖ ἐπιστάντος. V. 298. μαινόμενος κάκʼ ἔρεξε] ἤθελε γὰρ συμμιγῆναι τῇ γυναικὶ τοῦ Πειρίθου. Q. 302. ὀχέων] ὑποφέρων, ἢ ἔχων καὶ βαστάζων. V. ἀεσίφρονι] φρενοβλαβεῖ. V. 303. ἐξ οὗ Κενταύροισι] Ἰξίων ὁ Διὸς παῖς Λαπίθης τὸ γένος κοινωνὸς τῆς θεῶν τραπέζης γενόμενος καὶ πιὼν πολὺ τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας ἁψάμενος, οὐχ ὅπως αὐτὸς ἀμοιβὰς τῷ Διὶ εὐργεσίας ἐσκέπτετο, ἀλλὰ διὰ τῆς ἐμφύτου κακίας ἐπείραζε τὸν τῆς Ἥρας γάμον. ὑποπτεύσασα δὲ ἡ θεὸς ἀνήνεγκε τῷ Διὶ τὴν Ἰξίονος λύσσαν. ὁ δὲ ἐνθυμούμενος ζήλῳ πάλιν τοῦτο ταύτην δρᾶν διαβάλλουσαν τοὺς ἐξ αὐτοῦ γεγενημένους, ἔκ τινος ὅμως ἐπιτεχνήσεως τῆς Ἰξίονος ἐπει- ρᾶτο γνώμης. σκοπῶν δὲ εὗρε τὸ ἀληθές. νεφέλην γὰρ Ἥρᾳ παρει- κάσας μόνην ἐν τῷ θαλάμῳ τοῦ Ἰξίονος κατέλιπεν, ὁ δὲ ὡς Ἥραν ἐβιάσατο. τοῦτον οὖν ὁ Ζεὺς ἀγανακτήσας ἴσῃ θανάτῳ περιέβαλε τι- μωρίᾳ. γευσάμενον γὰρ τῆς ἀμβροσίας οὐκ ἦν αὐτὸν ἀποθανεῖν. ἀλλὰ τροχοὺς ποιήσας ὑποπτέρους ἔδησε τὸν Ἰξίονα πρὸς τὰς τῶν τροχῶν κνημῖδας καὶ εἴασε κατὰ τοῦ σφαιροειδοῦς φέρεσθαι βοῶντα ὡς τοὺς εὐεργέτας ἀμείβεσθαι προσῆκεν. γίνεται δὲ ἐκ τῆς νεφέλης παῖς Ἰξίονος διφυὴς τὰ μὲν κατώτερα μέρη τῆς μητρὸς ἔχων· αἱ γὰρ νεφέλαι ἵπποις ἐοίκασι· τὰ δὲ ἀνώτερα μέρη ἀπὸ τοῦ ὀμφαλοῦ μέχρι τῆς κεφαλῆς τοῦ πατρὸς Ἰξίονος. φερόμενος δὲ οὗτος κατὰ Μαγνησίαν ἀκόλαστον εἶχε τὴν ὁρμὴν πρὸς τὰς συνουσίας· ἐῴει γὰρ τοῦ πατρὸς ἀκολασίᾳ· καὶ πολλάκις ἐπλησίαζε ταῖς κατὰ τὸ Πήλιον ἵπποις. ἐντεῦθεν λέγεται τὸ τῶν Κενταύρων ἀναφυῆναι γέ- νος. ὅθεν καὶ τὸν Πειρίθουν, ἐπίκλησιν Ἰξίονος υἱὸν ὄντα λαμβάνειν ἐθέλει γύναιον παρά τῶν συγγενῶν Κενταύρων τὴν βάσιν τοῦ πρού- χοντος αὐτὸν παρθένον Ἱπποδάμειαν. ἡ ἱστορία παρὰ Πινδάρῳ. V. 306. ἐπητύος] μεταιτήσεως. V. 310. μηδʼ ἐρίδαινε] γρ. μηδʼ ἐρέεινε. Vind. 50. 318. τοῦ εἵνεκα] τούτου χάριν, ὅτι οὕτως ἐμὲ ἄξεται. V. 319. οὐδὲ ἔοικε] τοῦτο ὑμᾶς ἐννοεῖν. V. 333. ἐλέγχεα πάντα] γρ. ταῦτα. H. 334. εὐπηγὴς] εὐπαγής. V. εὐτραφής. Q. 335. ἀνδρὸς] γρ. πατρός. M. 346. κραναὴν Ἰθάκην] ὑψηλήν. Q. 347. νήσοισι πρὸς Ἤλιδος] ταῖς περὶ τὸ Δουλίχιον. V. γρ. οὐδʼ ὅσσοι ναίουσι. H. 349. καθάπαξ] καθόλου. τοῦτο δὲ οὕτως ἔχει παρὰ τῷ ποιητῇ ἐν ᾧ τῆς προηγουμένης λέξεως ληγούσης εἰς ξ, καὶ ἡ ἑξῆς ἄρχεται ἀπʼ αὐτοῦ. V. 351. γυναιξὶν] γρ. κέλευε. M. 352. μῦθος] γρ. τόξον. M. γρ. τόξον· ἢ περὶ τῆς τοῦ τόξου δόσεως μῦθος. Vind. 56. 353. στίχος· ὣς φάτο· ῥίγησεν δὲ περίφρων Πηνελόπεια. M. 363. πλαγκτέ] παραπλὴξ, τὴν διάνοιαν πεπλανημένε. V. 387. μεγάρων εὐναιεταόντων] οἰκημάτων καλῶς κατεσκευασμέ- νων. Q. 386. γρ. ὣς ἔφαθ᾿· ἡ δὲ μάλʼ ὀτραλέως τὸν μῦθον ἄκουσεν. M. 390. ὅπλον] σχοινίον. Q. V. 391. βίβλινον] καννάβινον. ἢ τὸ ἐκ παπύρου. Q. V. 395. ἶπες] θηρία ἐσθίοντα τὰ κέρατα, παραπλήσια κώνωψι. κα- τανοεῖ δὲ μὴ ἄρα ἄχρηστα αὐτῷ γένηται, καὶ ἑτέρᾳ δέον χρήσασθαι μηχανῇ. V. 397. θηητὴρ] θαυμαστικὸς, ἔμπειρος. V. ἐπίκλοπος] ἐπιθυμητὴς, ὀρεκτικὸς, κλέπτης. κλέπτειν γὰρ τὸ ἐπιθυμεῖν, καὶ κλέπτης ὁ ἐπιθυμητὴς τῶν ἀλλοτρίων. V. ἐπίπλοκος] γρ. ἐπίκλοπος. H. 399. ἐφορμᾶται] προτεθύμηται. V. 400. ἔμπαιος] ἔμπειρος. Q. 402. τοσοῦτον ὀνήσιος ἀντιάσειεν] ὁ νοῦς· εἴθε καὶ ἐπὶ τοσοῦτον ὄνησιν ὧν βούλεται λάβοι. ἢ οὕτως· εἴθε τοσοῦτον μετάσχοι, ὅσον δυνήσεται ἐντανύσαι. V. ὀνήσιος] ὠφελείας. ἢ τῆς βρώσεως ἣν εἰλήφει παρὰ τῶν μνη- στήρων. V. 407. νέῳ] ἀντὶ τοῦ καινῷ. V. κόλλοπι] κολλάβῳ. εἴρηται δὲ παρὰ τὴν κόλλαν. V. ἔνθα τεί- νονται αἱ ἐν τῇ λύρᾳ χορδαί. Q. 408. ἔντερον οἰὸς] τὴν χορδήν. V. 417. κοίλης] βαθείας, διὰ τὸ γεγλύφθαι. V. 419. πήχει] τῷ τοῦ τόξου κέρατι. V. 422. πρώτης στειλειῆς] ἀπὸ πρώτης γὰρ ὀπῆς τῶν πελέκεων διη- νεκῶς ἦλθεν. V. 423. χαλκοβαρής] ὁ ἀπὸ σιδήρου ἰσχυρός. V. 428. νῦν δʼ ὥρη καὶ δόρπον] παρέλκει τὴν διάνοιαν αὐτῶν. τὸ μὲν οὖν δεῖπνον ἀντὶ τοῦ θανάτου, τὸ δὲ ἑψιάασθαι ἀντὶ τοῦ οἰμώ- ζειν. V. 429. ἐν ὅσῳ ἡμέρα τε καὶ φῶς ἐστι. H. ἑψιάασθαι] παῖξαι. Q. τέρπεσθαι. V. 431. ἀμφέθετο] ἐπεῖχεν, ηὐτρέπισεν. V. ηυτρέπισε. Q.